1

 2

 3

2

ἐφραγέλλωσαν καὶ τὸ σῶμα αὐτοῦ τὸ ἅγιον ἐβασάνιζον φέροντα ἑκουσίως πάθη, ἵνα τοὺς παλαιοὺς μώλωπας τῶν ἡμετέρων ἁμαρτημάτων θεραπεύσῃ, ὅτε τὸ ξύλον τοῦ σταυροῦ ἐπὶ τῶν ὤμων ἐβάσταζε τὸ κατὰ τοῦ διαβόλου τρόπαιον, ὅτε στέφανον ἐξ ἀκανθῶν περιέβαλλον τῷ στεφανοῦντι τοὺς πεποιθότας ἐπ αὐτόν, ὅτε πορφύραν ἐνέδυσαν τὸν ἀφθαρσίαν τοῖς ἀναγεννωμένοις δι ὕδατος καὶ πνεύματος ἁγίου χαριζόμενον, ὅτε προσήλωσαν τῷ ξύλῳ τὸν τῆς ζωῆς καὶ τοῦ θανάτου κύριον ὑπάρχοντα. Πότε ἦν ἄτιμος; ὅτε ἐθριάμβευον ἐμπαίζοντες οἱ στρατιῶται τὸν τῆς στρατιᾶς τῶν οὐρανῶν δεσπότην. Πότε ἦν ἄτιμος; ὅτε καλάμῳ περιθέντες σπόγγον ἐμπλήσαντες ὄξους ἐπότιζον αὐτὸν καὶ χολὴν ἐδίδουν τὸν τὸ μάννα 9.318 αὐτοῖς ἐπομβρήσαντα, ὅτε αἱ πέτραι ἐρρήγνυντο καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίζετο τῶν ἀλιτηρίων τὴν τόλμαν ἐκπληττόμενα, ὅτε ὁ ἥλιος ἐπένθει καὶ τὸ σκότος ὡς σάκκον ἐνεδύετο πενθῶν τὴν τῶν Ἰουδαίων ἀπόπτωσιν· ἐθρήνει γὰρ ἡ ἡμέρα τὰς Ἰουδαίων συμφοράς, ὅτε ἐν μέσῳ λῃστῶν ἡ ζωὴ ἐκρέματο τοῦ μὲν ὀνειδίζοντος καὶ καταλαλοῦντος, τοῦ δὲ τῇ μετανοίᾳ λῃστεύοντος τὸν παράδεισον. Πότε ἦν ἄτιμος; ὅτε τὸ σῶμα πρὸς ταφὴν ἐδίδοτο. Πότε ἦν ἄτιμος; ὅτε οἱ στρατιῶται ἐφύλαττον καὶ ἡ γῆ κατέκρυπτε τὸν τὴν γῆν ἐπὶ τῶν ὑδάτων ἑδράσαντα, ὅτε οἱ ἀπόστολοι ἐκρύπτοντο τῶν πειρασμῶν τὸν ὄγκον οὐ δυνάμενοι φέρειν. Ἀλλὰ ὅρα, ἀγαπητέ, τοῦ θεοῦ τὰ θαύματα καὶ μετὰ τὸ πάθος τῆς χαρᾶς τὰ κατορθώματα. ὁ ἄτιμος εἰς εὐδοξίαν μετεβάλλετο καὶ ἡ τοῦ κόσμου χαρὰ ἄφθαρτος ἐγήγερται μετὰ τοῦ σώματος. τότε ὤδινεν ἡ γῆ καὶ ἐκυοφόρησεν ἡ ἡμέρα καὶ ἀπέπτυσεν ὁ θάνατος τὴν πάντων ζωήν· οὐ γὰρ ἦν δυνατὸν κρατεῖσθαι ὑπὸ τοῦ θανάτου τὸν πάντα λόγῳ κρατοῦντα.

Ἑορτάσωμεν τοίνυν τριήμερον ἀνάστασιν ζωῆς αἰωνίου πρόξενον. ὥσπερ γὰρ Μαρία ἡ θεοτόκος παρθενικὰς καὶ ἀνυμφεύτους ὠδῖνας οὐ λύσασα βουλήσει θεοῦ καὶ πνεύματος χάριτι ἐγέννησε τὸν τῶν αἰώνων ποιητὴν τὸν ἐκ θεοῦ θεὸν λόγον, οὕτως καὶ ἡ γῆ ἐκ τῶν οἰκείων λαγόνων τὰς ὠδῖνας τοῦ θανάτου λύσασα ἀπέπτυσε κελευσθεῖσα τὸν τῶν Ἰουδαίων δεσπότην· οὐ γὰρ ἠδύνατο κατέχειν σῶμα φορεῖον ἀθανασίας γενόμενον. σκοπῶν τοίνυν ὁ προφήτης ∆αβὶδ τῆς εὐπρεπείας τὴν διόρθωσιν, τοῦ θανάτου τὴν λύσιν, τῶν ποτε δούλων τὴν ἐλευθερίαν βοᾷ καὶ λέγει· Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. ποίαν εὐπρέπειαν ἐνεδύσατο; τὴν ἀφθαρσίαν, τὴν ἀθανασίαν, τῶν ἀποστόλων τὴν σύγκλητον, τῆς ἐκκλησίας 9.319 τὸν στέφανον. οὐκέτι Ἰούδας προδίδωσιν, οὐκέτι Καϊαφᾶς ἀπειλεῖ, οὐκέτι Ἡρώδης πρὸς παιδοκτονίαν ὁπλίζεται, οὐκέτι Πιλᾶτος δικάζει οὔτε Ἰσραηλῖται κρατοῦσι· τὸ γὰρ φθαρτὸν γέγονεν ἄφθαρτον καὶ ὁ παρ αὐτοῖς νομιζόμενος ἄνθρωπος ψιλὸς θεὸς ἀποδέδεικται ἀληθινός. διὸ καὶ ἡμεῖς βοῶμεν· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο. δύναμιν λέγει τὴν διὰ σαρκὸς οἰκονομίαν· ὅτι γὰρ ἐκείνης δυνατώτερον οὐδὲν, διὰ σώματος ὁ ἀσώματος δαίμονας κατέβαλε, διὰ σταυροῦ τὰς ἀντικειμένας δυνάμεις ἐξεπολιόρκησεν. ἐπειδὴ γὰρ τὰ πρῶτα ἐκλόνει τὴν γῆν ἡ ἁμαρτία, ἀναστὰς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καθὼς προεῖπεν, ἐστερέωσεν αὐτὴν τῷ ξύλῳ τοῦ σταυροῦ μηκέτι πρὸς ὄλισθον ἀπωλείας βαδίζειν μήτε χειμῶσι τῆς πλάνης ῥιπίζεσθαι. μάρτυρα δὲ τοῦ λόγου τὸν μακάριον Παῦλον ἀγάγωμεν λέγοντα οὕτως. ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. διὸ καὶ ὁ ψαλμῳδὸς λέγει· Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ, καί· Ἡ βασιλεία σου βασιλεία αἰώνιος, ἥτις οὐ διαφθαρήσεται, καὶ πάλιν· Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ πάλιν· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιασθήτω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.