1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

3

εὐθυμίαν, αὕτη τῆς προσδοκωμένης χαριεστέρα, ἐπειδὴ τότε μὲν ἐπάναγκες καὶ τοὺς ὀδυρομένους ὁρᾶσθαι, ὧν αἱ ἁμαρτίαι ἀποκαλύπτονται, νῦν δὲ ἀνεπίδεκτος τῶν σκυθρωπῶν ἐστιν ἡ εὐπάθεια· ὅ τε γὰρ δίκαιος εὐφραίνεται καὶ ὁ τὸ συνειδὸς μὴ καθαρεύων ἀναμένει τὴν ἐκ τῆς μετανοίας διόρθωσιν καὶ πᾶσα λύπη ἐπὶ τῆς παρούσης ἡμέρας κοιμίζεται, οὐδεὶς δὲ οὕτω κατώδυνος, ὡς ἄνεσιν μὴ εὑρέσθαι τῇ μεγαλοπρεπείᾳ τῆς ἑορτῆς. νῦν ὁ δεσμώτης λύεται, ὁ χρεώστης ἀφίεται, ὁ δοῦλος ἐλευθεροῦται τῷ ἀγαθῷ καὶ φιλανθρώπῳ τῆς ἐκκλη σίας κηρύγματι οὐ ῥαπιζόμενος ἀσχημόνως κατὰ τῆς παρειᾶς καὶ πληγῇ τῆς πληγῆς ἀφιέμενος οὐδὲ ὥσπερ ἐν πομπῇ τῷ δήμῳ δεικνύμενος ἐφ' ὑψηλῷ βήματι, ὕβριν δὲ ἔχων καὶ ἐρυθριασμὸν τὴν ἀρχὴν τῆς ἐλευθερίας, ἀλλ' οὕτω κοσμίως ἀφιέμενος ὡς γινώσκεται. εὐεργετεῖται καὶ ὁ μένων ἐπὶ τῆς δουλείας ἔτι· εἰ γὰρ καὶ πολλὰ καὶ βαρέα τὰ ἁμαρτήματα παραίτησιν ὑπερβαίνοντα καὶ συγγνώμην, αἰδούμενος ὁ δεσπότης τὸ τῆς ἡμέρας γαληνὸν καὶ φιλάνθρωπον δέχεται τὸν ἀπερριμμένον καὶ ἐν τοῖς ἀτίμοις ὁρώμενον ὡς ὁ Φαραὼ τὸν οἰνοχόον ἐκ τοῦ δεσμωτηρίου· οἶδε γὰρ, ὡς κατὰ τὴν προθεσμίαν τῆς ἀναστάσεως, ἧς καθ' ὁμοιότητα τὴν παροῦσαν τιμῶμεν, χρῄζει καὶ αὐτὸς τῆς ἀνεξικακίας καὶ τῆς ἀγαθότη τος τοῦ δεσπότου καὶ δανείζων ἐνταῦθα τὸν ἔλεον προσδοκᾷ 9.251 τὴν ἀπόδοσιν ἐν καιρῷ. ἠκούσατε οἱ δεσπόται, φυλάξατε τὸν λόγον ὡς ἀγαθόν, μὴ διαβάλητέ με παρὰ τοῖς δούλοις ὡς ψευδῶς τὴν ἡμέραν ἐγκωμιάζοντα, ἀφέλετε τὴν λύπην τῶν θλιβομένων ψυχῶν ὡς ὁ κύριος τῶν σωμάτων τὴν νέκρωσιν, μεταμορφώσατε τοὺς ἀτίμους εἰς ἐπιτιμίαν, τοὺς θλιβομένους εἰς χαράν, τοὺς ἀπαρρησιάστους εἰς παρρησίαν, ἐξαγάγετε τῆς γωνίας τοὺς ῥιφέντας ὡς τάφων, ἐπανθησάτω τὸ τῆς ἑορτῆς κάλλος ὡς ἄνθος τοῖς πᾶσιν. εἰ γὰρ βασιλέως ἀνθρώπου γενέθλιος ἡμέρα ἀνοίγει δεσμωτήριον ἢ ἐπινίκιος ἑορτή, Χριστὸς ἀναστὰς οὐκ ἀφήσει τοὺς τεθλιμμένους; οἱ πτωχοὶ τὴν ὑμετέραν τροφὸν ἀσπάσασθε, οἱ διερρυηκότες καὶ λελωβημένοι τὰ σώματα τὴν ἰωμένην ὑμῶν τὰς συμφοράς· διὰ γὰρ τὴν ἀπὸ τῆς ἀναστάσεως ἐλπίδα καὶ ἀρετὴ σπουδάζε ται καὶ κακία μισεῖται, ἐπεὶ ἀναστάσεως ἀνῃρημένης εἷς παρὰ πᾶσι κρατῶν εὑρεθήσεται λόγος· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.

Πρὸς ταύτην βλέπων ὁ ἀπόστολος τὴν ἡμέραν τῆς ζωῆς τῆς ἐπικαίρου καταφρονεῖ, ἐπιθυμεῖ δὲ τῆς μελλούσης, ἐξευτελίζων δὲ τὰ ὁρώμενά φησιν· Εἰ ἐπὶ τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμέν, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. διὰ ταύτην τὴν ἡμέραν κληρονόμοι θεοῦ ἄνθρωποι καὶ συγκληρονόμοι Χριστοῦ. διὰ ταύτην τὴν ἡμέραν, ὅπερ οἱ σαρκοβόροι ὄρνιθες ἔφαγον πρὸ χιλίων ἐνιαυτῶν μέρος τοῦ σώματος, εὑρεθήσεται μὴ λεῖπον, καὶ ὅπερ κήτη καὶ κύνες καὶ τὰ ἐνάλια ζῷα κατεβοσκήθησαν, ἐγειρομένῳ τῷ ἀνθρώπῳ συναναστήσεται, καὶ ὅπερ διέφλεξε πῦρ καὶ σκώληξ ἐν τάφοις κατεδαπάνησε καὶ ἁπλῶς πάντα τὰ σώματα, ὅσα μετὰ τὴν γένεσιν ἠφάνισεν ἡ φθορά, ἀνελλιπῆ καὶ ἀκέραια ἀναδοθήσεται 9.252 ἐκ τῆς γῆς καὶ, ὡς Παῦλος διδάσκει, ἐν ῥιπῇ ὀφθαλμοῦ τελεσθήσεται ἡ ἀνάστασις (ῥιπὴ δὲ ὀφθαλμοῦ ἐπίμυσις βλεφάρων ἐστί)· καὶ τούτου τοῦ τάχους οὐκ ἂν ἕτερον ὀξύτερον γένοιτο. σὺ δὲ ἀνθρωπικῶς καὶ κατὰ τὴν δύναμιν τὴν σαυτοῦ λογιζόμενος πόσα διαστήματα χρόνων διαγράφεις ἐν τῇ ψυχῇ σου; πρῶτον, ἵνα τὰ διασαπέντα τῶν ὀστέων καὶ γεωθέντα εἰς τὴν σκληρότητα καὶ λειότητα συμπαγῇ, ἑνωθέντα δὲ ἐκ τῆς θρύψεως πάλιν εἰς ῥυθμὸν ἁρμονίας καὶ τὴν φυσικὴν συνέλθῃ συνάφειαν· εἶτα ἐπινοεῖς τὴν τῶν σαρκῶν περίπλασιν καὶ νεύρων ἀποτεταμένας συνδέσεις καὶ φλεβῶν καὶ ἀρτηριῶν λεπτοὺς ὀχετοὺς ὑφηπλωμένους τῷ δέρματι, ψυχῶν δὲ ἀμύθητον καὶ ἀναρίθμητον πλῆθος ἔκ τινων οἰκήσεων ἀπορρήτων κινούμενον, γνωρίζουσαν δὲ ἑκάστην ὡς ἱμάτιον ἐξαίρετον τὸ ἴδιον σῶμα καὶ τούτῳ πάλιν ἐνοικοῦσαν ὀξέως, ἀπλανῆ δὲ ἔχουσαν τὴν διάκρισιν κατὰ πλήθους τοσούτου ὁμοφύλων πνευμάτων. ἐννόησον γὰρ τὰς ἀπὸ Ἀδὰμ ψυχὰς καὶ τὰ ἀπ' ἐκείνου