1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

6

ἐχαρίσατο δύναμιν; ἔστιν οὖν ἡ ἀπόδειξις ἐναργής, καὶ διὰ τί οἱ φιλόνεικοι πράγ ματα ἡμῖν παρέχετε ὡς ἀναποδείκτων λόγων ἐξηγηταῖς; ὡς εἷς ἠγέρθη, οὕτω καὶ δέκα, ὡς οἱ δέκα καὶ τριακόσιοι, ὡς τριακόσιοι καὶ οἱ πολλοί· ὁ γὰρ ἑνὸς ἀνδριάντος τε χνίτης ἔσται ῥᾳδίως καὶ μυρίων δημιουργός. οὐκ εἴδετε τοὺς μηχανικούς, ὅπως τῶν μεγάλων καὶ ἐξαισίων οἰκοδο μημάτων ἐν ὀλίγῳ κηρῷ τὰς μορφὰς καὶ τοὺς τύπους προαναπλάττουσι καὶ ὁ ἐν τῷ μικρῷ λόγος τὴν αὐτὴν ἔχει δύναμιν ἐν ταῖς πολλαῖς καὶ μεγάλαις κατασκευαῖς; μέγας ὁ οὐρανός, τεχνικὸν τοῦ θεοῦ δημιούργημα· ἐπειδὴ δὲ λογικὸν ζῷον ὁ θεὸς τὸν ἄνθρωπον ἐποίησεν, 9.258 ἵνα τῇ καταλήψει τῶν ποιημάτων δοξάσῃ τὸν σοφὸν καὶ εὐμήχανον ποιητήν, ὄψει τὸ τοῦ ἀστρονόμου σφαιρίον μικρὸν μέν, ἐν δὲ τῇ χειρὶ κινούμενον τοῦ ἐπιστήμονος οὕτως ὡς <ὁ> οὐρανὸς παρὰ τοῦ θεοῦ. καὶ τὸ ἐλάχιστον κατασκεύα σμα τοῦ μεγάλου δημιουργήματος εἰκὼν γίνεται καὶ ἐν τοῖς μικροῖς ὁ λόγος ἑρμηνεύει τὰ ὑπέρογκα καὶ τὰ τὴν αἴσθησιν ἡμῶν ὑπερβαίνοντα. ταῦτα δὲ πρὸς τί διῆλθον; ἵνα γινώσκῃς, ὅτι κἂν ἐρωτήσῃς με, πῶς ἔσται τῶν ἀπ' αἰῶνος σωμάτων ἡ ἀνάστασις, ἀντακούσῃ ταχέως· πῶς ὁ τετραήμερος ἠγέρθη Λάζαρος; πρόδηλον γὰρ ὡς τὴν ἐπὶ τῷ ἑνὶ πληροφορίαν κἀν τοῖς πολλοῖς ὁμοίως ὁ σωφρονῶν παραδέξεται. θεὸν ὑποτιθέ μενος τὸν ποιοῦντα μηδὲν εἴπῃς ἀδύνατον μηδὲ τῇ σαυτοῦ ἐννοίᾳ καταληπτὴν νομίσῃς τὴν τοῦ ἀκαταλήπτου σοφίαν· οὔτε γὰρ ἐκείνῳ τι ἄπειρον καὶ σοὶ τὰ τοῦ ἀπείρου ἀνεξε ρεύνητα.

Ὀψόμεθα δὲ τοῦτον τὸν λόγον καλῶς, ἂν πρὸς τοῖς εἰρημέ νοις καὶ τὸν τρόπον τῆς γενέσεως ἡμῶν δοκιμάσωμεν, οὐ τὸν πρῶτον καὶ πρεσβύτατον ἐκεῖνον τὸν παρὰ θεοῦ, περὶ οὗ ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἀλλὰ τὸν μέχρι νῦν ἀκολούθως παρὰ τῆς φύσεως ἐκτελούμενον· ἄπορος γὰρ οὗτος καὶ λογισμῷ ἀνθρωπίνῳ ἀπρόσιτος. πῶς γὰρ τὸ σπέρμα οὐσία οὖσα ὑγρὰ καὶ ἄπλαστος καὶ ἀνείδεος εἰς κεφαλὴν πήγνυται καὶ εἰς ἀντικνήμια καὶ πλευρὰς στερεοῦται καὶ ποιεῖ ἐγκέφα λον ἁπαλὸν καὶ μανὸν καὶ τὸ περιέχον αὐτὸν ὀστέον οὕτω σκληρὸν καὶ ἀντιτυπὲς καὶ τὴν ποικίλην τοῦ ζῴου κατασκευήν, ἵνα συντόμως εἴπω καὶ μὴ παρέλκω λεπτομερῶς ἐπεξιὼν τοῖς καθ' ἕκαστα; ὡς οὖν τὸ σπέρμα ὑπάρχον ἄμορφον ἐν ἀρχαῖς εἰς σχῆμα τυποῦται καὶ εἰς ὄγκους ἁδρύνεται τῇ ἀπορρήτῳ τοῦ θεοῦ κατασκευαζόμενον τέχνῃ, οὕτως οὐδὲν ἀπεικός, 9.259 ἀλλὰ καὶ πάνυ ἀκόλουθον, τὴν ἐν τοῖς τάφοις ὕλην τήν ποτε οὖσαν ἐν εἴδει αὖθις εἰς τὴν παλαιὰν ἀνακαινισθῆναι διάπλασιν καὶ πάλιν γενέσθαι τὸν χοῦν ἄνθρωπον, ὥσπερ δὴ καὶ τὸ πρῶτον ἐκεῖθεν ἔσχε τὴν γένεσιν. Συγχωρήσωμεν τῷ θεῷ δύνασθαι τοσοῦτον ὅσον ὁ κεραμεὺς ἰσχύει. τί γὰρ οὗτος ποιεῖ, λογισώμεθα· πηλὸν λαβὼν ἄμορφον εἰς σκεῦος εἰδοποιεῖ καὶ τοῦτο πρὸς τὴν ἀκτῖνα τὴν ἡλιακὴν προθέμενος ξηραίνει καὶ στερεὸν ἀπεργάζεται, ἔστι δὲ ἀμφορίσκος ἢ πίναξ ἢ πίθος τὸ πλαττόμενον· ἀλλ' ἐμπεσόντος τινὸς ἀτάκτως καὶ ἀνατρέψαντος συντρίβεται καταπεσὼν καὶ γίνεται ἀμόρφωτος γῆ, ὁ δὲ τεχνίτης βουληθεὶς ὀξέως ἐπανορθοῖ τὸ συμβὰν καὶ πάλιν πηλὸν σχηματίσας τῇ τέχνῃ οὐδὲν χεῖρον τοῦ ποτε ὄντος ἀπεργάζεται τὸ σκεῦος. καὶ ὁ μὲν κεραμεὺς οὕτως μικρὸν τῆς τοῦ θεοῦ δυνάμεως κτίσμα, ὁ δὲ θεὸς ἀπιστεῖται ὑπισχνούμενος ἀνακαινίζειν τὸν τεθνηκότα. πολλῆς ταῦτα τῆς ἀνοίας ἐστίν. Θεωρήσωμεν καὶ τὸ τοῦ σίτου ὑπόδειγμα, ᾧ Παῦλος ὁ πάνσοφος παιδεύει τοὺς ἄφρονας λέγων· Ἄφρων σύ, ὃ σπείρεις, <οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ, καὶ ὃ σπείρεις,> οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν σπερμάτων, ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν. ἀκριβῶς προσέχωμεν τῇ γενέσει τοῦ σίτου, καὶ τάχα τὸν περὶ ἡμῶν λόγον διδαχθη σόμεθα. ὁ σῖτος ῥίπτεται εἰς τὴν γῆν, διασαπεὶς δὲ ἐν τῇ νοτίδι καὶ, ὡς ἂν εἴποι τις, τελευτήσας ἀπολήγει εἴς τινα γαλακτώδη οὐσίαν, ἥτις παγεῖσα μικρὸν ὀξὺ καὶ λευκὸν 9.260 γίνεται κέντρον, αὐξηθεῖσα δὲ ὅσον προκύψαι τῆς γῆς ἐκ τοῦ λευκοῦ