1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

πρὸς τὸ ἠρέμα χλοαινόμενον μεταβάλλεται, εἶτα γίνεται πόα καὶ κόμη τῶν βώλων, ἐφαπλωθεῖσα δὲ αὐτοῖς καὶ σκεδασθεῖσα μετρίως πολυσχιδῆ κάτωθεν ὑποτρέ φει τὴν ῥίζαν τῷ μέλλοντι βάρει τὴν ὑποβάθραν προευτρεπί ζουσα· καὶ ὥσπερ οἱ ἱστοὶ τῶν πλοίων πλείστοις πανταχόθεν διατείνονται κάλοις, ἵνα πάγιοι μένωσιν ἰσορρόποις ταῖς ὁλκαῖς ἀντισπώμενοι, οὕτως αἱ σχοινοειδεῖς ἀποφύσεις τῆς ῥίζης ἀντιλαβαὶ τῶν ἀσταχύων γίνονται καὶ ἐρείσματα. ἐπειδὰν δὲ εἰς κάλαμον ὁ σῖτος διαναστῇ καὶ πρὸς τὸ ὕψος ἐπείγηται, γόνασιν αὐτὸν καὶ κόμβοις ὁ θεὸς ὑπερείδει οἷον οἰκίαν τινὰ συνδέσμοις ἀσφαλιζόμενος διὰ τὴν προσδοκωμένην τῆς κόμης βαρύτητα. εἶτα τῆς ἰσχύος ἑτοιμασθείσης τὴν κάλυκα σχίσας προάγει τὸν ἄσταχυν. καὶ πάλιν ἐκεῖ θαύματα κρείττονα· στοιχηδὸν γὰρ ὁ σῖτος αὐτῷ περιφύεται καὶ τῶν κόκκων ἕκαστος ἐξαίρετον ἔχει τὴν ἀποθήκην καὶ τελευταῖοι προβέβληνται οἱ ἀνθέρικες ὀξεῖς καὶ λεπτοί, ὅπλα οἶμαι κατὰ τῶν σπερμολόγων ὀρνίθων, ἵνα ταῖς ἐκείνων ἀκμαῖς νυττόμενοι τῷ καρπῷ μὴ λυμαίνωνται. ὁρᾷς, ὅσην εἷς κόκκος διασαπεὶς θαυματουργίαν ἔχει καὶ μόνος πεσὼν μεθ' ὅσων ἐγείρεται· ἄνθρωπος δὲ οὐδὲν προσλαμβάνει πλέον, ὃ δὲ εἶχεν, ἀπολαμβάνει, καὶ διὰ τοῦτο τῆς γεωργίας τοῦ σίτου ὁ ἡμέτερος ἀνακαινισμὸς εὐκολώτερος ἀναφαίνεται.

Ἐντεῦθεν μετάβηθι πρὸς τὴν ἔννοιαν τῶν δένδρων, ὅπως ὁ χειμὼν αὐτοῖς καθ' ἕκαστον ἔτος ἀντὶ θανάτου γίνεται· ἀπορρύεται γὰρ ἡ ὀπώρα καὶ τὸ φύλλον πίπτει καὶ ξηρὰ μένει τὰ ξύλα πάσης χάριτος ἐστερημένα. ἐπειδὰν δὲ τοῦ ἔαρος ὁ καιρὸς ἐπιλάβοι, ἄνθος αὐτοῖς χαριέστατον ὑπερφύεται καὶ 9.261 μετὰ τὸ ἄνθος ἐπιγίνεται τῶν φύλλων ἡ σκέπη καὶ τότε ὡς εὐειδὲς θέαμα ἀνθρώπων τε τὰς ὄψεις ἐφέλκεται καὶ ὀρνίθων ᾠδικῶν ἐργαστήρια γίνεται τοῖς πετάλοις ἐγκαθη μένων καὶ θαυμαστή τις περὶ αὐτὰ χάρις ἐκλάμπει, ὥστε πολλοὶ καὶ οἶκον ἀφῆκαν χρυσῷ κεκοσμημένον καὶ λίθῳ τῷ Θεσσαλῷ καὶ Λάκωνι, τερπνὴν δὲ μᾶλλον ἑαυτοῖς ἔθεντο τὴν ὑπὸ δένδρα διαγωγήν. διὸ καὶ ὁ πατριάρχης Ἀβραὰμ ὑπὸ δρυῒ τὴν σκηνὴν ἐπήξατο οὐκ οἰκίας πάντως ἀπορῶν, ἀλλὰ τῇ σκέπῃ τῶν κλάδων ἐπαγαλλόμενος. Ὁδηγεῖ με πρὸς συγκατάθεσιν τοῦ προκειμένου λόγου καὶ τῶν ἑρπετῶν ἡ ζωή· νεκροῦται γὰρ ἐκείνων ὥρᾳ χειμῶνος ἡ ζώπυρος δύναμις καὶ τὸν χρόνον τῶν ἓξ μηνῶν ἐν τοῖς φωλεοῖς κατάκειται παντελῶς ἀκίνητα. ἐπειδὰν δὲ ὁ τεταγ μένος ἔλθῃ καιρὸς καὶ βροντὴ κατηχήσῃ τοῦ κόσμου, ὥσπερ τι σύνθημα τῆς ζωῆς τὸν κτύπον δεχόμενα ὀξέως ἀναπηδᾷ καὶ διὰ μακροῦ τοῦ χρόνου ἐνεργεῖ τὰ συνήθη. τίς ὁ λόγος οὗτος; λεγέτω μοι ὁ τῶν πράξεων τοῦ θεοῦ βασανιστὴς καὶ ἐπιγνώμων καὶ διδασκέτω με, πῶς βροντῇ μὲν τοὺς ὄφεις διεγείρεσθαι συγχωρεῖ νεκροὺς ὑπάρχοντας, ἀνθρώπους δὲ οὐ δίδωσι ψυχοῦσθαι τῆς τοῦ θεοῦ σάλπιγγος ἐξ οὐρανῶν ἐπηχούσης, καθὼς ὁ θεῖος λόγος φησί· Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἀναστήσονται· καὶ ἀλλαχοῦ πάλιν σαφέστερον· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ. Μὴ τοίνυν ταῖς ἀλλοιώσεσι καὶ τοῖς ἀνακαινισμοῖς ἀπιστῶμεν· καὶ γὰρ φυτῶν καὶ ζῴων διαφόρων ὁ βίος καὶ 9.262 αὐτῶν γε τῶν ἀνθρώπων ἡμᾶς ἐκπαιδεύει, ὡς οὐδὲν ἐν ταυτότητι τῶν ἐν φθορᾷ καὶ γενέσει, ἐν ἀλλοιώσει δὲ καὶ τροπῇ. καὶ πρῶτόν γε εἰ δοκεῖ τὴν ἐν ταῖς ἡλικίαις ἡμῶν μεταβολὴν καταμάθωμεν· τὸ παιδίον τὸ ὑπομάζιον οἷόν ἐστι γνωρίζομεν. ὀλίγου χρόνου παρελθόντος τὴν ἑρπυστικὴν λαμβάνει δύναμιν καὶ οὐδὲν διαφέρει τῶν μικρῶν σκυλάκων τέτρασιν ἐρειδόμενον βάσεσιν· περὶ τὸν τρίτον ἐνιαυτὸν ὄρθιον γίνεται καὶ φωνὴν ὑποτραυλιζομένην καὶ ψελλιζομένην προΐεται· εἶτα διαρθροῖ τὸν λόγον καὶ χαρίεν ἀποτελεῖται μειράκιον· ἀπ' ἐκείνης τῆς ἡλικίας πρὸς τὸν ἔφηβον καὶ νεανίσκον ἐκβαίνει· ἰούλου δὲ τὴν παρειὰν καλύψαντος γενειὰς λάσιος μετ' ὀλίγον καὶ ἄλλος ἐξ ἄλλου· εἶτα ἀνὴρ ἀκμάζων τραχὺς τληπαθής. ἐπειδὰν δὲ παρέλθωσι τέσσαρες δεκάδες ἐνιαυτῶν, ἀρχὴ τῆς ὑποστροφῆς καὶ πολιὰ ἠρέμα ὑπολευκαίνει τὴν κεφαλὴν καὶ ἡ ῥώμη πρὸς