1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

8

ἀσθένειαν ἀποκλίνει καὶ παραγίνεται τελευταῖον τὸ γῆρας τέλειος ἀφανισμὸς τῆς ἰσχύος, κλίνεται δὲ τὸ σῶμα καὶ κυρτοῦται πρὸς γῆν ὡς οἱ ὑπερξηρανθέντες τῶν ἀσταχύων καὶ τὸ λεῖον ἀποτελεῖται ῥυσὸν καὶ πάλιν βρέφος ὅ ποτε νεανίσκος καὶ ἀριστεὺς ψελλιζόμενος, ἀνοηταίνων, ἐπὶ χειρῶν καὶ ποδῶν ὁμοίως ἕρπων ὡς πάλαι. ταῦτα πάντα τί σοι δοκεῖ; οὐκ ἀλλοιώσεις; οὐ μεταβολαὶ πολύτροποι; οὐ διάφοροι καινότητες τὸ θνητὸν ζῷον μεταμορφοῦσαι καὶ πρὸ θανάτου; ὁ δὲ ὕπνος ἡμῶν καὶ ἡ ἐγρήγορσις πῶς οὐκ ἂν τῷ σοφῷ γένοιτο διδασκάλιον τοῦ ζητουμένου; ὁ μὲν γὰρ εἰκών ἐστι τοῦ θανάτου, ἡ δὲ τῆς ἀναστάσεως μίμημα. διὸ καί τινες τῶν 9.263 ἔξωθεν σοφῶν ἀδελφὸν προσεῖπον τοῦ θανάτου τὸν ὕπνον διὰ τὴν ὁμοιότητα τῶν ἀφ' ἑκατέρου συμβαινόντων παθῶν· λήθη γὰρ ὁμοίως ἐπ' ἀμφοτέρων καὶ ἄγνοια τῶν παρελθόντων καὶ τῶν μελλόντων καὶ τὸ σῶμα κεῖται ἀναίσθητον φίλον οὐκ εἰδός, ἐχθρὸν οὐ γινῶσκον, τοὺς περιεστῶτας καὶ θεω ροῦντας μὴ βλέπον, παρειμένον νεκρόν, πάσης ἀμοιροῦν ἐνεργείας, οὐδὲν διαφέρον τῶν ἀποκειμένων ἐν τάφοις καὶ θήκαις.

Οὕτω τοι συλᾷς ὡς νεκρὸν εἰ θέλοις τὸν καθεύδοντα, κενοῖς τὴν οἰκίαν, δεσμὰ προσάγεις καὶ οὐδεμία τῶν πραττομένων αἴσθησις ἐπιγίνεται· ὀλίγον δὲ ὕστερον, ὅταν ἀνοχή τις καὶ λώφησις γένηται τοῦ πάθους, ὥσπερ ἄρτι ζωοποιηθεὶς ὁ ἄνθρωπος διανίσταται κατὰ μικρὸν εἰς συναίσθησιν ἑαυτοῦ καὶ τῶν πραγμάτων ἐρχόμενος καὶ σχολῇ τὰς ἐνεργείας ἀναλαμβάνων καὶ οἷον ψυχούμενος τῇ ζωπυρήσει τῆς ἐγρηγόρσεως. εἰ δὲ ὑφεστῶτος ἔτι τοῦ ζῴου καὶ περιόντος τοσαῦται νύκτωρ καὶ μεθ' ἡμέραν ἐκστάσεις ἀλλοιώσεις μεταβολαὶ λῆθαι καὶ μνῆμαι τῷ βίῳ παραπεπή γασι, λίαν ἀνόητον καὶ φιλόνεικον θεῷ μὴ πιστεύειν τὸν ἔσχατον ἀνακαινισμὸν ἐπαγγελλομένῳ τῷ καὶ τὴν πρώτην πλάσιν δημιουργήσαντι. Ὃ δὲ μάλιστα φράττει τοὺς ἀντιλέγοντας καὶ ἀπιστεῖν παρασκευάζει, τοῦτο πρὸ πάντων ὡς οἶμαι τὸ νομίζειν ἀφανισμὸν παντελῆ γίνεσθαι τῶν σωμάτων. ἔχει δὲ οὐχ οὕτως· οὐ γὰρ τέλεον ἀφανίζεται, ἀλλὰ διαλύεται εἰς τὰ ἐξ ὧν συνετέθη καὶ ἔστιν ἐν ὕδατι καὶ ἀέρι καὶ γῇ καὶ πυρί. τῶν δὲ πρωτοτύπων στοιχείων μενόντων καὶ τῶν ἀπ' ἐκείνων μετὰ τὴν διάλυσιν ἐκείνοις προσχωρησάντων ἐν τοῖς καθόλου σῴζεται καὶ τὰ μέρη. θεῷ δὲ μάλιστα μὲν εὔπορον 9.264 ἐξ οὐκ ὄντων δημιουργεῖν (καὶ γὰρ οὕτως ἐν ἀρχαῖς ἔλαβε τὰ πάντα τὴν γένεσιν), τὸ δὲ ἐξ ἀρχῶν τῶν οὐσῶν γενεσιουρ γεῖν πολλῷ δήπου ῥᾷστον καὶ εὐκολώτατον. μὴ τοίνυν τὴν καλὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνέλωμεν τὴν ἐπανόρθωσιν τῆς ἀσθενείας ἡμῶν καὶ τὴν δευτέραν ὡς ἂν εἴποι τις γένεσιν τὴν ἐλευθέραν θανάτου μηδὲ φιληδονίας ὑπερβολῇ τὴν ἀγαθὴν καὶ φιλάνθρωπον τοῦ θεοῦ ὑπόσχεσιν καθυβρίσωμεν· ἐμοὶ γὰρ δοκοῦσιν οἱ τῆς προκειμένης ὑποθέσεως ἐναντίοι ἄνδρες εἶναι κακίας ἑταῖροι καὶ ἀρετῆς ἐχθροί, λάγνοι καὶ πλεονέκται καὶ ἀκρατεῖς ὀφθαλμοῖς καὶ ἀκοῇ καὶ ὀσφρήσει καὶ πάσαις ταῖς αἰσθήσεσι ῥέουσαν ἐπ' αὐτοῖς τὴν ἡδονὴν εἰσδεχόμενοι. ἐπειδὴ δὲ ὁ τῆς ἀναστάσεως λόγος προκειμένην ἔχει τὴν κρίσιν καὶ τῶν ἱερῶν βίβλων ἀκούουσι λεγουσῶν διαρρήδην, ὡς οὐκ ἀνεύθυνος ἡμῶν ὁ βίος (ἀλλ' ὅταν πρὸς τὴν δευτέραν ἀνακαινισθῶμεν ζωήν, πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ὡς ὑπ' ἐκείνῳ κριτῇ τὰς πρὸς ἀξίαν ἀμοιβὰς τῶν βεβιωμένων κομίσασθαι), συνειδότες ἑαυτοῖς πράξεις αἰσχίστας πολλῶν ἀξίας τιμωριῶν μίσει τῆς κρίσεως ἀναιροῦσι καὶ τὴν ἀνάστασιν, ὥσπερ οἱ πονηροὶ τῶν δούλων οἱ τὴν οὐσίαν τοῦ κυρίου δαπανήσαντες, θανάτους δὲ τοῦ δεσπότου καὶ ἀπωλείας ἑαυτοῖς ὑπογράφοντες καὶ πρὸς τὴν ἰδίαν ἐπιθυμίαν διακένους λογισμοὺς ἀναπλάσσοντες. ἀλλ' οὐδὲ εἷς οὕτω φρονήσει τῶν σωφρονούντων· τί γὰρ ὄφελος δικαιοσύνης καὶ ἀληθείας καὶ χρηστότητος καὶ παντὸς τοῦ καλοῦ, ὑπὲρ τίνος δὲ μοχθοῦσι καὶ φιλοσοφοῦσιν ἄνθρωποι γαστρὸς ἡδονὴν δουλαγωγοῦντες καὶ ἀγαπῶντες ἐγκράτειαν καὶ ὕπνου πρὸς ὀλίγον μεταλαγχάνοντες καὶ παραταττόμενοι πρὸς χειμῶνα καὶ πνῖγος, εἰ