1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

γυνή σου; Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἰδοὺ, ἐντῇ σκηνῇ. Καὶ εἶπεν, Ἐπαναστρέφων ἥξω πρὸς σὲ, καὶ τὰ ἑξῆς. Ἰδοὺ γέγραπται, ὀφθῆναι μὲν τῷ Ἀβραὰμ τὸν Θεὸν, εἶναι δὲ τρεῖς τοῦ ὀφθέντας, καὶ τριῶν ὄντων πρὸς ἕνα τὴν διάλεξιν γίνεσθαι, εἰς ἔμ φασιν πάντως τοῦ τρισυποστάτου τῆς μιᾶς θεότητος. Εἰ δὲ τὸν ἕνα μὲν ἐρεῖς εἶναι Θεὸν, τοὺς ἄλλους δὲ ἀγγέλους, πῶς ἠνέσχοντο συγκαθίσαι τῷ ∆εσπότῃ; {1Ἐκ τῆς αὐτῆς.}1 Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ. Τῶν δύο μὲν τοῦτο προσώπων ἐμφαντικὸν, καὶ τῆς αὐτοβουλίας, ἰσοδυναμίας δηλωτικὸν, τοῖς δυσὶ δὲ καὶ τὸ τρίτον συνεισάγεται, διὰ τὸ ἀχώριστον καὶ φεράλληλον.

{1Τῆς Ἐξόδου.}1 Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι. Τὸ μὲν

γὰρ Κύριος, καὶ Θεὸς, καὶ Κύριος τὰς τρεῖς ὑποστάσεις ὑπεμφαίνει, τὸ δὲ εἶς ἐστι τὴν ἐν τρισὶ μίαν θεότητα καὶ φύσιν.

{1Τοῦ ∆αβίδ.}1 Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον. Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι, τί ποιήσει μοι ἄνθρωπος. Καὶ πάλιν· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐ χάς σου, καὶ ἐπικάλεσαί με ἡμέρᾳ θλίψεώς σου. Καὶ αὖθις, Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεὸς, καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου. Καὶ προσέτι, Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, τουτέστιν, ἐν τῷ Υἱῷ σου γνωσόμεθα τὸ Πνεῦμα τὸ ἅγιον. ∆ι' αὐτοῦ γὰρ ὥσπερ τὰ περὶ τοῦ Πατρὸς, οὕτω καὶ τὰ περὶ τοῦ ἁγίου Πνεύματος ἀριδηλότερον ἐμυσταγωγήθημεν. Καὶ πολλὰ τοιαῦτα τῆς ἁγίας Τριάδος εὑρίσκομεν καταγ γελτικά. Καὶ ὁ ἀγγελικὸς δὲ ὕμνος, Ἅγιος, ἅγιος, ἅγιος Κύριος, διὰ μὲν τοῦ τρισαγίου τὸ τρισυπόστα τον, διὰ δὲ τοῦ Κύριος ἑνιαῖον ἐδήλωσε τῆς θεότητος. Ἐκφαντικώτερον δὲ περὶ Πατρὸς καὶ Υἱοῦ φησιν ὁ ∆αβὶδ ἐκ προσώπου τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, γαστρὸς θεο πρεπῶς νοουμένης τῆς πατρικῆς οὐσίας καὶ φύσεως. Τίνα γὰρ ἄλλον ἐρεῖν ἰσχύσεις ἀχρόνως γεγεννημέ νον; ἐκ δὲ προσώπου τοῦ Υἱοῦ· Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε, τὴν χρονικὴν αὐτοῦ δηλοῖ γέννησιν, τὴν ἐκ τῆς Παρθένου. Γεγέννηκα γὰρ, ἀντὶ τοῦ γεννηθῆναι εὐδόκησα, ἢ ἔκτισα. Εἴρηκε δὲ συμφώνως τούτῳ καὶ Σολομὼν προσώπῳ τοῦ υἱοῦ, Κύριος ἔκτισέ με, καὶ τὰ ἑξῆς. Εἶτα ἐπήγαγε· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Τὸ μὲν γὰρ ἔκτισε τῆς κάτω καὶ χρονικῆς αὐτοῦ γεν νήσεως, τὸ δὲ πρὸ πάντων βουνῶν γεννᾷ με τῆς 130.265 ἄνω, καὶ ἀχρόνου, καὶ προαιωνίου. Καὶ πάλιν ὁ ∆αβὶδ, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· Κύριον μὲν τὸν Πατέρα λέγων, Λόγον δὲ τὸν Υἱὸν αὐτοῦ, ὅτι ὅπως ἔχει πρὸς τὸν Πατέρα, ὡς πρὸς νοῦν λόγος, οὐ μόνον διὰ τὸ ἀπαθὲς τῆς γεννήσεως, ἀλλὰ καὶ τὸ συναφὲς, καὶ τὸ ἐξαγγελτικόν· Πνεῦμα δὲ, τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν περὶ μὲν τοῦ Λόγου καὶ Υἱοῦ, Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, ὁ Πατὴρ δηλονότι τὸν Υἱὸν, νοσοῦντας ἐν πλάνῃ. Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, Ἐξαποστε λεῖς τὸ Πνεῦμα σου καὶ κτισθήσονται, οἱ τῆς καινῆς δηλαδὴ κτίσεως, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, τῆς παλαιωθείσης ἐν ἁμαρτίαις. Οὔτε δὲ Λόγος προφητικὸς ἀποστέλλεται διὰ τῶν φωνητικῶν ὀργά νων εἰς τὸν ἀέρα χεόμενος, καὶ λυόμενος. Λέγει γὰρ ἐν ἄλλοις· Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Οὔτε Πνεῦμα δι' ἀναπνευ στικῶν ὁμοίως ὀργάνων ἐξωθούμενον, καὶ λυόμενον, καὶ χεόμενον. Ταῦτα γὰρ σωμάτων. Φανερὸν οὖν, ὅτι Λόγος, καὶ Πνεῦμα, ἐνυπόστατα, καὶ ἀΐδια, καὶ δημιουργά. Καὶ ὁ Ἰὼβ δέ φησι, Ζῇ Κύριος, ὁ οὕτω με κρίνας, καὶ ὁ παντοκράτωρ, ὁ παραπικράνας μου τὴν ψυχὴν, καὶ Πνεῦμα θεῖον τὸ περιὸν ἐν ῥισί μου. Καὶ ὁ Ζαχαρίας ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς, Ἐγὼ μεθ' ὑμῶν εἰμι, καὶ ὁ Λόγος μου, καὶ τὸ Πνεῦμά μου. Καὶ ὁ Ἠσαΐας, Νῦν Κύριος ἐξαπέ σταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.