1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

3

δύναιτο, πρὸς δέ τι ἀδυνάτως ἔχοι· πάντα δὲ δυναμένην τὴν τοῦ λόγου προαίρεσιν πρὸς οὐδὲν τῶν κακῶν τὴν ῥοπὴν ἔχειν· ἀλλότρια γὰρ τῆς θείας φύσεως ἡ πρὸς κακίαν ὁρμή· ἀλλὰ πᾶν ὅ τι πέρ ἐστιν ἀγαθόν, τοῦτο καὶ βούλεσθαι, βουλομένην δὲ πάντως καὶ δύνασθαι, δυναμένην δὲ μὴ ἀνενέργητον εἶναι, ἀλλὰ πᾶσαν ἀγαθοῦ πρόθεσιν εἰς ἐνέργειαν ἄγειν. ἀγαθὸν δὲ ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ πάντα σοφῶς τε καὶ τεχνικῶς θεωρούμενα. ἆρα τοῦ λόγου ἔργα τὰ πάντα τοῦ ζῶντος μὲν καὶ ὑφεστῶτος, ὅτι θεοῦ λόγος ἐστί, προαιρουμένου δέ, ὅτι ζῇ· δυναμένου δὲ πᾶν ὅ τι περ ἂν ἕληται, αἱρουμένου δὲ τὸ ἀγαθόν τε καὶ σοφὸν πάντως, καὶ εἴ τι τῆς κρείττονος σημασίας ἐστίν. ἐπεὶ οὖν ἀγαθόν τι ὁ κόσμος ὁμολογεῖται, ἀπεδείχθη δὲ διὰ τῶν εἰρημένων τοῦ λόγου ἔργον τὸν κόσμον εἶναι, τοῦ τὸ ἀγαθὸν καὶ αἱρουμένου καὶ δυνα μένου, ὁ δὲ λόγος οὗτος ἕτερός ἐστι παρὰ τὸν οὗ ἐστὶ λόγος· τρόπον γάρ τινα τῶν πρός τι λεγομένων καὶ τοῦτό ἐστιν, ἐπειδὴ χρὴ πάντως τῷ λόγῳ καὶ τὸν πατέρα τοῦ λόγου συνυπακούεσθαι· οὐ γὰρ ἂν εἴη λόγος, μή τινος ὢν λόγος· εἰ οὖν διακρίνει τῷ σχετικῷ τῆς σημασίας ἡ τῶν ἀκουόντων διάνοια αὐτόν τε τὸν λόγον καὶ τὸν ὅθεν ἐστίν, οὐκέτ' ἂν ἡμῖν κινδυνεύοι τὸ μυστήριον ταῖς Ἑλληνικαῖς μαχόμενον ὑπολήψεσι τοῖς τὰ τῶν Ἰουδαίων πρεσβεύουσι συνενεχθῆναι· ἀλλ' ἐπ' ἴσης ἑκατέρων τὴν ἀτοπίαν ἐκ φεύξεται, τόν τε ζῶντα τοῦ θεοῦ λόγον καὶ ἐνεργὸν καὶ ποιητικὸν ὁμολογῶν, ὅπερ ὁ Ἰουδαῖος οὐ δέχεται, καὶ τὸ μὴ διαφέρειν κατὰ τὴν φύσιν αὐτόν τε τὸν λόγον καὶ τὸν ὅθεν ἐστίν. ὥσπερ γὰρ ἐφ' ἡμῶν ἐκ τοῦ νοῦ φαμὲν εἶναι τὸν λόγον, οὔτε δι' ὅλου τὸν αὐτὸν ὄντα τῷ νῷ, οὔτε παντάπασιν ἕτερον· τῷ μὲν γὰρ ἐξ ἐκείνου εἶναι ἄλλο τι καὶ οὐκ ἐκεῖνό ἐστι· τῷ δὲ αὐτὸν τὸν νοῦν εἰς τὸ ἐμφανὲς ἄγειν οὐκέτ' ἂν ἕτερόν τι παρ' ἐκεῖνον ὑπονοοῖτο, ἀλλὰ κατὰ τὴν φύσιν ἓν ὢν ἕτερον τῷ ὑποκειμένῳ ἐστίν· οὕτως καὶ ὁ τοῦ θεοῦ λόγος τῷ μὲν ὑφεστάναι καθ' ἑαυτὸν διῄρηται πρὸς ἐκεῖνον, παρ' οὗ τὴν ὑπόστασιν ἔχει· τῷ δὲ ταῦτα δεικνύειν ἐν ἑαυτῷ, ἃ περὶ τὸν θεὸν καθορᾶται, ὁ αὐτός ἐστι κατὰ τὴν φύσιν ἐκείνῳ τῷ διὰ τῶν αὐτῶν γνωρισμάτων εὑρισκομένῳ· εἴτε γὰρ ἀγαθότης, εἴτε δύναμις, εἴτε σοφία, εἴτε τὸ ἀιδίως εἶναι, εἴτε τὸ κακίας καὶ θανάτου καὶ φθορᾶς ἀνεπίδεκτον, εἴτε τὸ ἐν παντὶ τέλειον, εἴτε τι τοιοῦτον ὅλως σημεῖόν τις ποιοῖτο τῆς τοῦ πατρὸς κατα λήψεως, διὰ τῶν αὐτῶν εὑρήσει σημείων καὶ τὸν ἐξ ἐκείνου ὑφεστῶτα λόγον.

2 Ὥσπερ δὲ τὸν λόγον ἐκ τῶν καθ' ἡμᾶς ἀναγωγικῶς ἐπὶ τῆς ὑπερκειμένης ἔγνωμεν φύσεως, κατὰ τὸν αὐτὸν τρόπον καὶ τῇ περὶ τοῦ πνεύματος ἐννοίᾳ προσαχθησόμεθα, σκιάς τινας καὶ μιμήματα τῆς ἀφράστου δυνάμεως ἐν τῇ καθ' ἡμᾶς θεωροῦντες φύσει. ἀλλ' ἐφ' ἡμῶν μὲν τὸ πνεῦμα ἡ τοῦ ἀέρος ἐστὶν ὁλκή, ἀλλοτρίου πράγματος πρὸς τὴν τοῦ σώματος σύστασιν ἀναγκαίως εἰσελκομένου τε καὶ προ χεομένου, ὅπερ ἐν τῷ καιρῷ τῆς ἐκφωνήσεως τοῦ λόγου φωνὴ γίνεται, τὴν τοῦ λόγου δύναμιν ἐν ἑαυτῇ φανεροῦσα. ἐπὶ δὲ τῆς θείας φύσεως τὸ μὲν εἶναι πνεῦμα θεοῦ εὐσεβὲς ἐνομίσθη, καθὼς ἐδόθη καὶ λόγον εἶναι θεοῦ διὰ τὸ μὴ δεῖν ἐλλιπέστερον τοῦ ἡμετέρου λόγου τὸν τοῦ θεοῦ εἶναι λόγον, εἴπερ τούτου μετὰ πνεύματος θεωρουμένου ἐκεῖνος δίχα πνεύματος εἶναι πιστεύοιτο. οὐ μὴν ἀλλότριόν τι καθ' ὁμοιότητα τοῦ ἡμετέρου πνεύματος ἔξωθεν ἐπιρρεῖν τῷ θεῷ καὶ ἐν αὐτῷ γίνεσθαι τὸ πνεῦμα θεοπρεπές ἐστιν οἴεσθαι· ἀλλ' ὡς θεοῦ λόγον ἀκούσαντες οὐκ ἀνυπόστατόν τι πρᾶγμα τὸν λόγον ᾠήθημεν, οὐδὲ ἐκ μαθήσεως ἐγγι νόμενον, οὔτε διὰ φωνῆς προφαινόμενον, οὔτε μετὰ τὸ προενεχθῆναι διαλυόμενον, οὐδὲ ἄλλο τι πάσχοντα τοι οῦτον, οἷα περὶ τὸν ἡμέτερον λόγον θεωρεῖται πάθη, ἀλλ' οὐσιωδῶς ὑφεστῶτα, προαιρετικόν τε καὶ ἐνεργὸν καὶ παντοδύναμον· οὕτως καὶ πνεῦμα μεμαθηκότες θεοῦ, τὸ συμπαρομαρτοῦν τῷ λόγῳ καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέρ γειαν, οὐ πνοὴν ἄσθματος ἐννοοῦμεν· ἦ γὰρ ἂν καθαιροῖτο πρὸς ταπεινότητα τὸ μεγαλεῖον τῆς θείας δυνάμεως, εἰ καθ' ὁμοιότητα τοῦ ἡμετέρου καὶ τὸ ἐν αὐτῷ