1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

4

πνεῦμα ὑπονοοῖτο· ἀλλὰ δύναμιν οὐσιώδη αὐτὴν ἐφ' ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, οὔτε χωρισθῆναι τοῦ θεοῦ, ἐν ᾧ ἔστιν, ἢ τοῦ λόγου τοῦ θεοῦ, ᾧ παρομαρτεῖ, δυναμένην· οὔτε πρὸς τὸ ἀνύπαρκτον ἀναχεομένην, ἀλλὰ καθ' ὁμοιότητα τοῦ θεοῦ λόγου καθ' ὑπόστασιν οὖσαν, προαιρετικήν, αὐτοκίνητον, ἐνεργόν, πάντοτε τὸ ἀγαθὸν αἱρουμένην καὶ πρὸς πᾶσαν πρόθεσιν σύνδρομον ἔχουσαν τῇ βουλήσει τὴν δύναμιν.

3 Ὥστε τὸν ἀκριβῶς τὰ βάθη τοῦ μυστηρίου διασκο πούμενον ἐν μὲν τῇ ψυχῇ κατὰ τὸ ἀπόρρητον μετρίαν τινὰ κατανόησιν τῆς κατὰ τὴν θεογνωσίαν διδασκαλίας λαμβάνειν, μὴ μέντοι δύνασθαι λόγῳ διασαφεῖν τὴν ἀνέκφραστον ταύτην τοῦ μυστηρίου βαθύτητα· πῶς τὸ αὐτὸ καὶ ἀριθμητόν ἐστι καὶ διαφεύγει τὴν ἐξαρίθμησιν, καὶ διῃρημένως ὁρᾶται καὶ ἐν μονάδι καταλαμβάνεται, καὶ διακέκριται τῇ ὑποστάσει καὶ οὐ διώρισται τῷ ὑποκειμένῳ. ἄλλο γάρ τι τῇ ὑποστάσει τὸ πνεῦμα, καὶ ἕτερον ὁ λόγος, καὶ ἄλλο πάλιν ἐκεῖνο, οὗ καὶ ὁ λόγος ἐστὶ καὶ τὸ πνεῦμα· ἀλλ' ἐπειδὰν τὸ διακεκριμένον ἐν τούτοις κατανοήσῃς, πάλιν ἡ τῆς φύσεως ἑνότης τὸν διαμερισμὸν οὐ προσίεται, ὡς μήτε τὸ τῆς μοναρχίας σχίζεσθαι κράτος εἰς θεότητας διαφόρους κατατεμνόμενον, μήτε τῷ Ἰουδαικῷ δόγματι συμβαίνειν τὸν λόγον, ἀλλὰ διὰ μέσου τῶν δύο ὑπολήψεων χωρεῖν τὴν ἀλήθειαν, ἑκατέραν τε τῶν αἱρέσεων καθαιροῦσαν καὶ ἀφ' ἑκατέρας παραδεχομένην τὸ χρήσιμον. τοῦ μὲν γὰρ Ἰουδαίου καθαιρεῖται τὸ δόγμα τῇ τε τοῦ λόγου παραδοχῇ καὶ τῇ πίστει τοῦ πνεύματος· τῶν δὲ ἑλληνιζόντων ἡ πολύθεος ἐξαφανίζεται πλάνη, τῆς κατὰ φύσιν ἑνότητος παραγραφομένης τὴν πληθυντικὴν φαντασίαν. πάλιν δὲ αὖ ἐκ μὲν τῆς Ἰουδαικῆς ὑπολήψεως ἡ τῆς φύσεως ἑνότης παραμενέτω· ἐκ δὲ τοῦ Ἑλληνισμοῦ ἡ κατὰ τὰς ὑπο στάσεις διάκρισις μόνη, θεραπευθείσης ἑκατέρωθεν καταλ λήλως τῆς ἀσεβοῦς ὑπονοίας· ἔστι γὰρ ὥσπερ θεραπεία τῶν μὲν περὶ τὸ ἓν πλανωμένων ὁ ἀριθμὸς τῆς τριάδος, τῶν δὲ εἰς πλῆθος ἐσκεδασμένων ὁ τῆς ἑνότητος λόγος.

4 Εἰ δὲ ἀντιλέγοι τούτοις ὁ Ἰουδαῖος, οὐκέτ' ἂν ἡμῖν ἐκ τοῦ ἴσου δύσκολος ὁ πρὸς ἐκεῖνον γενήσεται λόγος. ἐκ γὰρ τῶν συντρόφων αὐτῷ διδαγμάτων ἡ τῆς ἀληθείας ἔσται φανέρωσις. τὸ γὰρ εἶναι λόγον θεοῦ καὶ πνεῦμα θεοῦ, οὐσιωδῶς ὑφεστώσας δυνάμεις, ποιητικάς τε τῶν γεγενημένων καὶ περιεκτικὰς τῶν ὄντων, ἐκ τῶν θεο πνεύστων γραφῶν ἐναργέστερον δείκνυται. ἀρκεῖ δὲ μιᾶς μαρτυρίας ἐπιμνησθέντας τοῖς φιλοτιμοτέροις καταλιπεῖν τῶν πλειόνων τὴν εὕρεσιν. Τῷ λόγῳ τοῦ κυρίου, φησίν, οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. ποίῳ λόγῳ καὶ ποίῳ πνεύματι; οὔτε γὰρ ῥῆμα ὁ λόγος, οὔτε ἆσθμα τὸ πνεῦμα. ἦ γὰρ ἂν καθ' ὁμοιότητα τῆς ἡμετέρας φύσεως καὶ τὸ θεῖον ἐξανθρωπίζοιτο, εἰ τοιούτῳ κεχρῆσθαι λόγῳ καὶ τοιούτῳ πνεύματι τὸν τοῦ παντὸς ποιητὴν δογματίζοιεν. τίς δὲ καὶ δύναμις ἀπὸ ῥημάτων καὶ ἄσθματος τηλικαύτη, ὡς ἐξαρκεῖν πρὸς οὐρανῶν σύστασιν καὶ τῶν ἐν τούτοις δυνάμεων; εἰ γὰρ ὅμοιος τῷ ἡμετέρῳ ῥήματι καὶ ὁ τοῦ θεοῦ λόγος καὶ τὸ πνεῦμα τῷ πνεύματι, ὁμοία πάντως ἐκ τῶν ὁμοίων ἡ δύναμις· καὶ ὅσην ὁ ἡμέτερος, τοσαύτην καὶ ὁ τοῦ θεοῦ λόγος τὴν ἰσχὺν ἔχει. ἀλλὰ μὴν ἀνενέργητά τε καὶ ἀνυπόστατα τὰ παρ' ἡμῖν ῥήματα καὶ τὸ τοῖς ῥήμασι συνδιεξερχόμενον πνεῦμα. ἄπρακτα πάντως καὶ ἀνυπόστατα κἀκεῖνα κατασκευάσουσιν οἱ πρὸς τὴν ὁμοι ότητα τοῦ παρ' ἡμῖν λόγου τὸ θεῖον κατάγοντες. εἰ δέ, καθὼς λέγει ∆αβίδ, ἐστερεώθησαν τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ καὶ αἱ δυνάμεις αὐτῶν ἐν τῷ πνεύματι τοῦ θεοῦ τὴν σύστασιν ἔσχον, ἆρα συνέστηκε τὸ τῆς ἀληθείας μυστήριον, λόγον ἐν οὐσίᾳ καὶ πνεῦμα ἐν ὑποστάσει λέγειν ὑφηγούμενον.

5 Ἀλλὰ τὸ μὲν εἶναι λόγον θεοῦ καὶ πνεῦμα διά τε τῶν κοινῶν ἐννοιῶν ὁ Ἕλλην καὶ διὰ τῶν γραφικῶν ὁ Ἰουδαῖος ἴσως οὐκ ἀντιλέξει· τὴν δὲ κατὰ ἄνθρωπον οἰκονομίαν τοῦ θεοῦ λόγου κατὰ τὸ ἴσον ἑκάτερος αὐτῶν ἀποδοκιμάσει ὡς ἀπίθανόν τε καὶ ἀπρεπῆ περὶ θεοῦ λέγεσθαι. οὐκοῦν ἐξ ἑτέρας ἀρχῆς καὶ εἰς τὴν περὶ