1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

25

πάντας ἦλθεν ἡ χάρις, ἀλλὰ τινῶν προσθεμένων τῷ λόγῳ οὐ μικρόν ἐστι τὸ ὑπολει πόμενον μέρος, ἢ μὴ βουληθέντος τοῦ θεοῦ πᾶσιν ἀφθόνως τὴν εὐεργεσίαν νεῖμαι, ἢ μὴ δυνηθέντος πάντως; ὧν οὐθέτερον καθαρεύει τῆς μέμψεως. οὔτε γὰρ ἀβούλητον εἶναι τὸ ἀγαθὸν προσήκει τῷ θεῷ, οὔτε ἀδύνατον. εἰ οὖν ἀγαθόν τι ἡ πίστις, διὰ τί, φασίν, οὐκ ἐπὶ πάντας ἡ χάρις; εἰ μὲν οὖν ταῦτα καὶ παρ' ἡμῶν ἐν τῷ λόγῳ κατεσκευάζετο, τὸ παρὰ τοῦ θείου βουλήματος ἀποκληροῦσθαι τοῖς ἀνθρώ ποις τὴν πίστιν, τῶν μὲν καλουμένων, τῶν δὲ λοιπῶν ἀμοιρούντων τῆς κλήσεως, καιρὸν εἶχεν τὸ τοιοῦτον ἔγ κλημα κατὰ τοῦ μυστηρίου προφέρεσθαι· εἰ δὲ ὁμότιμος ἐπὶ πάντας ἡ κλῆσις, οὔτε ἀξίας, οὔτε ἡλικίας, οὔτε τὰς κατὰ τὰ ἔθνη διαφορὰς διακρίνουσα· διὰ τοῦτο γὰρ παρὰ τὴν πρώτην ἀρχὴν τοῦ κηρύγματος ὁμόγλωσσοι πᾶσι τοῖς ἔθνεσιν οἱ διακονοῦντες τὸν λόγον ἐκ θείας ἐπιπνοίας ἀθρόως ἐγένοντο, ὡς ἂν μηδεὶς τῆς διδαχῆς τῶν ἀγαθῶν ἀμοιρήσειεν· πῶς ἂν οὖν τις κατὰ τὸ εὔλογον ἔτι τὸν θεὸν αἰτιῷτο τοῦ μὴ πάντων ἐπικρατῆσαι τὸν λόγον; ὁ γὰρ τοῦ παντὸς τὴν ἐξουσίαν ἔχων δι' ὑπερβολὴν τῆς εἰς τὸν ἄνθρωπον τιμῆς ἀφῆκέ τι καὶ ὑπὸ τὴν ἡμετέραν ἐξουσίαν εἶναι, οὗ μόνος ἕκαστός ἐστι κύριος. τοῦτο δέ ἐστιν ἡ προαίρεσις, ἀδούλωτόν τι χρῆμα καὶ αὐτεξούσιον, ἐν τῇ ἐλευθερίᾳ τῆς διανοίας κείμενον. οὐκοῦν ἐπὶ τοὺς μὴ προσαχθέντας τῇ πίστει δικαιότερον ἂν τὸ τοιοῦτον ἔγκλημα μετατεθείη, οὐκ ἐπὶ τὸν κεκληκότα πρὸς συγ κατάθεσιν. οὐδὲ γὰρ ἐπὶ τοῦ Πέτρου κατ' ἀρχὰς τὸν λόγον ἐν πολυανθρώπῳ τῶν Ἰουδαίων ἐκκλησίᾳ κηρύ ξαντος, τρισχιλίων κατὰ ταὐτὸν παραδεξαμένων τὴν πίστιν, πλείους ὄντες τῶν πεπιστευκότων οἱ ἀπειθήσαντες ἐμέμψαντο τὸν ἀπόστολον ἐφ' οἷς οὐκ ἐπείσθησαν. οὐδὲ γὰρ ἦν εἰκός, ἐν κοινῷ προτεθείσης τῆς χάριτος, τὸν ἑκουσίως ἀποφοιτήσαντα μὴ ἑαυτόν, ἀλλ' ἕτερον τῆς δυσκληρίας ἐπαιτιᾶσθαι.

31 Ἀλλ' οὐκ ἀποροῦσιν οὐδὲ πρὸς τὰ τοιαῦτα τῆς ἐριστικῆς ἀντιλογίας. λέγουσι γὰρ δύνασθαι τὸν θεόν, εἴπερ ἐβούλετο, καὶ τοὺς ἀντιτύπως ἔχοντας ἀναγκαστικῶς ἐφελκύσασθαι πρὸς τὴν παραδοχὴν τοῦ κηρύγματος. ποῦ τοίνυν ἐν τούτοις τὸ αὐτεξούσιον; ποῦ δὲ ἡ ἀρετή; ποῦ δὲ τῶν κατορθούντων ὁ ἔπαινος; μόνων γὰρ τῶν ἀψύχων ἢ τῶν ἀλόγων ἐστὶ τῷ ἀλλοτρίῳ βουλήματι πρὸς τὸ δοκοῦν περιάγεσθαι. ἡ δὲ λογική τε καὶ νοερὰ φύσις, ἐὰν τὸ κατ' ἐξουσίαν ἀπόθηται, καὶ τὴν χάριν τοῦ νοεροῦ συναπώλεσεν. εἰς τί γὰρ χρήσεται τῇ διανοίᾳ, τῆς τοῦ προαιρεῖσθαί τι τῶν κατὰ γνώμην ἐξουσίας ἐφ' ἑτέρῳ κειμένης; εἰ δὲ ἄπρακτος ἡ προαίρεσις μείνειεν, ἠφάνισται κατ' ἀνάγκην ἡ ἀρετή, τῇ ἀκινησίᾳ τῆς προαιρέσεως ἐμπε δηθεῖσα· ἀρετῆς δὲ μὴ οὔσης, ὁ βίος ἠτίμωται, ἀφῄρηται τῶν κατορθούντων ὁ ἔπαινος, ἀκίνδυνος ἡ ἁμαρτία, ἄκριτος ἡ κατὰ τὸν βίον διαφορά. τίς γὰρ ἂν ἔτι κατὰ τὸ εὔλογον ἢ διαβάλλοι τὸν ἀκόλαστον ἢ ἐπαινοίη τὸν σώφρονα; ταύτης κατὰ τὸ πρόχειρον οὔσης ἑκάστῳ τῆς ἀποκρίσεως, τὸ μηδὲν ἐφ' ἡμῖν τῶν κατὰ γνώμην εἶναι, δυναστείᾳ δὲ κρείττονι τὰς ἀνθρωπίνας προαιρέσεις πρὸς τὸ τῷ κρα τοῦντι δοκοῦν περιάγεσθαι. οὐκοῦν οὐ τῆς ἀγαθότητος τοῦ θεοῦ τὸ ἔγκλημα, τὸ μὴ πᾶσιν ἐγγενέσθαι τὴν πίστιν, ἀλλὰ τῆς διαθέσεως τῶν δεχομένων τὸ κήρυγμα.

32 Τί πρὸς τούτοις ἔτι παρὰ τῶν ἀντιλεγόντων προφέρεται; τὸ μάλιστα μὲν μηδὲ ὅλως δεῖν εἰς θανάτου πεῖραν ἐλθεῖν τὴν ὑπερέχουσαν φύσιν, ἀλλὰ καὶ δίχα τούτου τῇ περιουσίᾳ τῆς δυνάμεως δύνασθαι ἂν μετὰ ῥᾳστώνης τὸ δοκοῦν κατεργάσασθαι. εἰ δὲ καὶ πάντως ἔδει τοῦτο γενέσθαι κατά τινα λόγον ἀπόρρητον, ἀλλ' οὖν τὸ μὴ τῷ ἀτίμῳ τρόπῳ τοῦ θανάτου καθυβρισθῆναι. τίς γὰρ ἂν γένοιτο, φησί, τοῦ διὰ σταυροῦ θάνατος ἀτιμότερος; τί οὖν καὶ πρὸς ταῦτά φαμεν; ὅτι τὸν θάνατον μὲν ἀναγ καῖον ἡ γένεσις ἀπεργάζεται. τὸν γὰρ ἅπαξ μετασχεῖν ἐγνωκότα τῆς ἀνθρωπότητος διὰ πάντων ἔδει γενέσθαι τῶν ἰδιωμάτων τῆς φύσεως. εἰ τοίνυν δύο πέρασι τῆς ἀνθρω πίνης ζωῆς διειλημμένης ἐν τῷ ἑνὶ γενόμενος τοῦ ἐφεξῆς μὴ προσήψατο, ἡμιτελὴς ἂν ἡ πρόθεσις ἔμεινε τοῦ ἑτέρου τῶν τῆς φύσεως ἡμῶν