1

 2

 3

 4

 5

 6

4

ἀνιᾶσαι τὴν ἀκοήν, ἡμεῖς δὲ τὸ ἐναντίον νῦν πεποιήκαμεν, ὥσπερ ἂν εἴ τις ἰατρὸς τραυματίαν λαβὼν μὴ μόνον ἀμελοίη τῆς θεραπείας, ἀλλὰ καὶ βρωτικοῖς τισι φαρμάκοις προσεπιτρίβοι τὸν ὀδυνώμενον. οὐκοῦν ἐπαντλητέον τὸν ἐλαιώδη λόγον τῇ διοιδούσῃ πληγῇ· οἶδε γὰρ καὶ ἡ εὐαγγελικὴ ἰατρεία τῇ στύψει τοῦ οἴνου καταμιγνύειν τὸ ἔλαιον. ἐπικλίνωμεν οὖν ὑμῖν παρὰ τῆς γραφῆς λαβόντες τὸν τοῦ ἐλαίου καμψάκην, ὥς ἐστι δυνατόν, τὸ σκυθρωπὸν τῶν εἰρημένων εἰς παραμυθίαν παλινῳδήσαντες. ἀλλά μοι μηδεὶς ἀπιστείτω τῷ λεγομένῳ κἂν παράδοξον ᾖ· ἔστιν, ἀδελφοί, τὸ ἀγαθὸν ὃ ζητοῦμεν, ἔστι καὶ οὐκ ἀπόλωλεν. μᾶλλον δὲ μικρότερον εἶπον τῆς ἀληθείας· οὐ μόνον γὰρ ἔστι τὸ ἀγαθόν, ἀλλὰ καὶ ἐν ὑψηλοτέροις ἢ πρότερον. τὴν βασιλίδα ζητεῖς; ἐν τοῖς βασιλείοις τὴν διαγωγὴν ἔχει. ἀλλ' ὀφθαλμῷ γνῶναι τοῦτο ποθεῖς; οὐκ ἔξεστί σοι βασιλίδος θέαν περιεργάζεσθαι, φοβερὰ περὶ αὐτὴν ἡ τῶν δορυφόρων φρουρά, οὐ τούτων λέγω τῶν δορυφόρων οἷς σίδηρος τὸ ὅπλον ἐστίν, ἀλλὰ τῶν τῇ φλογίνῃ ῥομφαίᾳ καθωπλισμένων ὧν τὸ εἶδος ἀνθρώπων ὄψις οὐχ ὑποδέχεται. ἐν τοῖς ἀπορρή τοις τῆς βασιλείας ἡ οἴκησις· τότε ὄψει ὅταν καὶ σὺ προκύψῃς 9.484 τοῦ σώματος, οὐ γὰρ ἔστιν ἄλλως ἐντὸς τῶν ἀδύτων τῆς βασιλείας γενέσθαι μὴ διασχόντα τὸ τῆς σαρκὸς παραπέτασμα. Ἢ κρεῖττον οἴει τὸ διὰ σαρκὸς μετέχειν τοῦ βίου; οὐκοῦν παιδευσάτω σε ὁ θεῖος ἀπόστολος ὁ τῶν ἀρρήτων τοῦ παραδείσου μετεσχηκὼς μυστηρίων.

Τί λέγει περὶ τῆς ὧδε ζωῆς τάχα ἐκ τοῦ κοινοῦ τῶν ἀνθρώπων φθεγγόμενος; Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἀπὸ τοῦ σώματος τοῦ θανάτου τούτου; διὰ τί τοῦτο λέγει; ὅτι Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ κρεῖττον εἶναί φησιν. τί δὲ ὁ μέγας ∆αυὶδ ὁ τοσαύτῃ δυναστείᾳ κομῶν ὁ πάντα πρὸς ἡδονὴν καὶ κατ' ἐξουσίαν εἰς ἀπόλαυσιν ἔχων; οὐ στενοχωρεῖται τῷ βίῳ; οὐ φυλακὴν ὀνομάζει τὴν ὧδε ζωήν; οὐ βοᾷ πρὸς τὸν κύριον· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου; οὐ πρὸς τὴν παράτασιν τῆς ζωῆς δυσχεραίνει Οἴμοι, λέγων, ὅτι ἡ παροικία μου ἐμακρύνθη; ἢ οὐκ ᾔδεισαν διακρῖναι οἱ ἅγιοι τὸ καλὸν ἐκ τοῦ χείρονος καὶ διὰ τοῦτο προτιμοτέραν ᾤοντο τῇ ψυχῇ τὴν ἀπὸ τοῦ σώματος ἔξοδον; σὺ δὲ τί καλόν, εἰπέ μοι, παρὰ τὸν βίον ὁρᾷς; κατανόησον ἐν τίσιν ἡ ζωὴ θεωρεῖται. οὐ λέγω σοι τὴν τοῦ προφήτου φωνὴν ὅτι Πᾶσα σὰρξ χόρτος· σεμνύνει γὰρ ἐκεῖνος μᾶλλον τῷ ὑποδείγματι τὴν τῆς φύσεως ἡμῶν ἀθλιότητα· τάχα γὰρ κρεῖττον ἦν χόρτον εἶναι μᾶλλον ἢ ὅπερ ἐστίν· διὰ τί; ὅτι οὐδεμίαν ὁ χόρτος ἐκ φύσεως ἀηδίαν ἔχει, ἡ δὲ σὰρξ ἡμῶν ὀσμῆς ἐστιν ἐργαστήριον ἅπαν τὸ ληφθὲν εἰς διαφθορὰν ἀχρειοῦσα. 9.485 τὸ δὲ τὸν ἅπαντα χρόνον ὑποκεῖσθαι τῇ τῆς γαστρὸς λειτουρ γίᾳ ποίας τιμωρίας οὐκ ἔστιν ἀνιαρώτερον; ὁρᾶτε γὰρ τοῦτον τὸν διηνεκῆ φορολόγον, τὴν γαστέρα λέγω, ὅσην ἐπάγει καθ' ἡμέραν τὴν ἀνάγκην τῆς ἐπαιτήσεως, ᾧ κἄν ποτε πλέον τοῦ τεταγμένου προκαταβάλωμεν, οὐδὲν τοῦ ἐφεξῆς χρέους προεξετίσαμεν. οὐ καθ' ὁμοιότητα τῶν ἐν τῷ μυλῶνι ταλαιπωρούντων ζῴων κεκαλυμμένοις τοῖς ὀφθαλμοῖς τὴν τοῦ βίου μύλην περιερχόμεθα ἀεὶ διὰ τῶν ὁμοίων περιχωροῦν τες καὶ ἐπὶ τὰ αὐτὰ ἀναστρέφοντες; εἴπω σοι τὴν κυκλικὴν ταύτην περίοδον; ὄρεξις, κόρος, ὕπνος, ἐγρήγορσις, κένωσις, πλήρωσις· ἀεὶ ἀπ' ἐκείνων ταῦτα καὶ ἀπὸ τούτων ἐκεῖνα καὶ πάλιν ταῦτα καὶ οὐδέποτε κύκλῳ περιϊόντες παυόμεθα, ἕως ἂν ἔξω τοῦ μυλῶνος γενώμεθα. καλῶς ὁ Σολομὼν πίθον τετρημένον καὶ οἶκον ἀλλότριον ὀνομάζει τὸν ὧδε βίον. ὄντως γὰρ ἀλλότριος οἶκος καὶ οὐχ ἡμέτερος, ὅτι οὐκ ἐφ' ἡμῖν ἐστιν ἢ ὅτε βουλόμεθα ἢ ἐφ' ὅσον ἐπιποθοῦμεν ἐν αὐτῷ εἶναι· ἀλλὰ καὶ εἰσαγόμεθα ὡς οὐκ οἴδαμεν καὶ ἐξοικιζόμεθα ὅτε οὐκ οἴδαμεν.

Τὸ δὲ τοῦ πίθου αἴνιγμα νοήσεις ἐὰν εἰς τὸ ἀπλήρωτον τῶν ἐπιθυμιῶν ἀποβλέψῃς. ὁρᾷς πῶς ἐπαντλοῦσιν ἑαυτοῖς οἱ ἄνθρωποι τὰς τιμάς, τὰς δυναστείας, τὰς δόξας καὶ πάντα τὰ τοιαῦτα; ἀλλ' ὑπορρεῖ τὸ βαλλόμενον καὶ οὐ παραμένει τῷ ἔχοντι· ἡ μὲν γὰρ περὶ τὴν δόξαν καὶ τὴν δυναστείαν καὶ τὴν τιμὴν σπουδὴ πάντοτε