1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

3

ἀντιδιαστέλλεται ἡ πενία τῷ πλούτῳ, πάντως κατὰ τὴν ἀναλογίαν καὶ διπλῆν ἔστι διδαχθῆναι πε νίαν· τὴν μὲν ἀπόβλητον, τὴν δὲ μακαριζομένην. Ὁ μὲν οὖν σωφροσύνης πτωχεύων, ἢ τοῦ τιμίου κτήματος τῆς δικαιοσύνης, ἢ τῆς σοφίας, ἢ τῆς φρονήσεως, ἢ ἄλλου τινὸς τῶν πολυτελῶν κειμηλίων πένης τε καὶ ἀκτήμων καὶ πτωχὸς εὑρισκόμενος, ἄθλιος τῆς πενίας καὶ ἐλεεινὸς τῆς τῶν τιμίων ἀκτη μοσύνης· ὁ δὲ πάντων τῶν κατὰ κακίαν νοουμένων ἑκουσίως πτωχεύων, καὶ οὐδὲν τῶν διαβολικῶν κει μηλίων ἐν τοῖς ἰδίοις ταμείοις ἔχων ἀπόθετον, ἀλλὰ τῷ πνεύματι ζέων, καὶ διὰ τούτου τὴν τῶν κακῶν πενίαν ἑαυτῷ θησαυρίζων, εἴη ἂν οὗτος ἐν τῇ μα καριζομένῃ πτωχείᾳ ὑπὸ τοῦ Λόγου δεικνύμενος, ἧς ὁ καρπὸς βασιλεία οὐρανῶν ἐστιν. Ἀλλ' ἐπανέλθωμεν πάλιν ἐπὶ τὴν ἐργασίαν τοῦ θησαυροῦ, καὶ μὴ ἀποστῶμεν τῷ μεταλλευτικῷ λόγῳ τὸ κεκρυμμένον ἀνακαλύπτοντες. Μακάριοι, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι. Εἴρηται μὲν τρόπον τινὰ τοῦτο καὶ ἐν τοῖς ἔμπροσθεν, καὶ νῦν πάλιν εἰρήσε, ὅτι τέλος τοῦ κατ' ἀρετὴν βίου ἐστὶν ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις. Ἀλλὰ μὴν τὸ ἀπαθὲς καὶ ἀκήρατον ἐκφεύγει πάντη τὴν παρὰ ἀνθρώπων μίμησιν. Οὐδὲ γάρ ἐστι δυνατὸν πάντη τὴν ἐμπαθῆ ζωὴν ὁμοιωθῆ ναι πρὸς τὴν τῶν παθῶν ἀνεπίδεκτον φύσιν. Εἰ οὖν μόνον τὸ Θεῖον μακάριον, καθὼς ὁ Ἀπόστολος ὀνομά ζει, ἡ δὲ τοῦ μακαρισμοῦ κοινωνία τοῖς ἀνθρώποις διὰ τῆς πρὸς τὸν Θεόν ἐστιν ὁμοιώσεως, ἡ δὲ μίμησις ἄπορος· ἄρα ἀνέφικτός ἐστιν ἡ μακαριότης τῇ ἀνθρω πίνῃ ζωῇ. Ἀλλ' ἔστιν ἃ τῆς Θεότητος δυνατὰ τοῖς βουλομένοις πρόκειται εἰς μίμησιν. Τίνα οὖν ἐστι ταῦτα; δοκεῖ μοι πτωχείαν πνεύματος, τὴν ἑκούσιον ταπεινοφροσύνην ὀνομάζειν ὁ Λόγος. Ταύτης δὲ ὑπό δειγμα τὴν τοῦ Θεοῦ πτωχείαν ὁ Ἀπόστολος ἡμῖν λέ γων προδείκνυσιν, ὃς δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Ἐπεὶ οὖν τὰ ἄλλα πάντα, ὅσα περὶ τὴν θείαν καθορᾶται φύσιν, ὑπερπίπτει τῷ μέτρῳ τῆς ἀνθρωπίνης φύσεως· ἡ δὲ ταπεινότης συμφυής τις ἡμῖν ἐστι καὶ σύντρο φος τοῖς χαμαὶ ἐρχομένοις, καὶ ἐκ γῆς τὴν σύστασιν ἔχουσιν, καὶ εἰς γῆν καταῤῥέουσιν· ἐν τῷ κατὰ φύσιν σὺ καὶ δυνατῷ τὸν Θεὸν μιμησάμενος, τὴν μακαρίαν αὐτὸς ὑπέδυς μορφήν. Καὶ μηδεὶς ἄπονον οἰέσθω, 44.1201 καὶ μετὰ ῥᾳστώνης ἐκποριζόμενον τὸ τῆς ταπεινο φροσύνης κατόρθωμα. Τὸ ἐναντίον μὲν οὖν παντὸς οὑτινοσοῦν τῶν κατ' ἀρετὴν ἐπιτηδευομένων, τὸ τοιοῦ τόν ἐστιν ἐπιπονώτερον. ∆ιὰ τί; ὅτι καθεύδοντος τοῦ ἀνθρώπου, τοῦ τὰ καλὰ σπέρματα δεξαμένου, τὸ κε φάλαιον τῆς ἐναντίας σπορᾶς παρὰ τοῦ ἐχθροῦ τῆς ζωῆς ἡμῶν τὸ τῆς ὑπερηφανίας ἐῤῥιζώθη ζιζάνιον. ∆ι' ὧν γὰρ ἐκεῖνος ἑαυτὸν εἰς γῆν κατέῤῥαξεν, τῷ αὐτῷ τρόπῳ τὸ δείλαιον γένος τὸ ἀνθρώπινον πρὸς τὸ κοινὸν πτῶμα ἑαυτῷ συγκατέβαλεν· καὶ οὐδέν ἐστιν ἄλλο τῆς φύσεως ἡμῶν τοιοῦτον κακὸν, ὡς τὸ δι' ὑπερηφα νίας. Ἐπεὶ οὖν ἐμπέφυκέ πως τὸ κατὰ τὴν ἔπαρσιν πάθος παντὶ σχεδὸν τῷ κοινωνοῦντι τῆς ἀνθρωπίνης φύσεως, διὰ τοῦτο ἐντεῦθεν τῶν μακαρισμῶν ὁ Κύριος ἄρχεται, οἷον ἀρχέγονόν τι κακὸν ἐκβάλλων ἐκ τῆς ἕξεως ἡμῶν τὴν ὑπερηφανίαν, ἐν τῷ συμβουλεύειν μιμήσασθαι τὸν ἑκουσίως πτωχεύσαντα, ὅς ἐστιν ἀληθῶς μακάριος, ἵνα ἐν ᾧ δυνάμεθα καθὼς ἂν οἷοί τε ὦμεν ὁμοιωθέντες ἐκ τοῦ πτωχεῦσαι κατὰ προ αίρεσιν, καὶ τὴν τοῦ μακαρισμοῦ κοινωνίαν ἐφελκυ σώμεθα. Τοῦτο γὰρ φρονείσθω, φησὶν, ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρ χων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. Τί πτωχότερον ἐπὶ Θεοῦ τῆς τοῦ δούλου μορφῆς; Τί τα πεινότερον ἐπὶ τοῦ βασιλέως τῶν ὄντων, ἢ τὸ εἰς κοινωνίαν τῆς πτωχῆς ἡμῶν φύσεως ἐλθεῖν; Ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων ἐθε λόντως τὴν τῆς δουλείας μορφὴν ὑποδύεται· ὁ Κριτὴς τοῦ παντὸς, ὑπόφορος τοῖς δυναστεύουσι γίνεται· ὁ τῆς κτίσεως Κύριος ἐν σπηλαίῳ κατάγεται· ὁ τοῦ παντὸς περιδεδραγμένος οὐχ εὑρίσκει τόπον ἐν τῷ καταλύ ματι, ἀλλ' ἐν τῇ φάτνῃ τῶν ἀλόγων ζώων παραῤῥιπτεῖ· ὁ καθαρὸς καὶ ἀκήρατος, τὸν τῆς ἀνθρωπίνης φύ σεως καταδέχεται ῥύπον, καὶ διὰ πάσης τῆς