1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

4

πτωχείας ἡμῶν διεξελθὼν μέχρι τῆς τοῦ θανάτου πρόεισι πεί ρας. Ὁρᾶτε τῆς ἑκουσίου πτωχείας τὸ μέτρον. Ἡ ζωὴ θανάτου γεύεται· ὁ Κριτὴς εἰς κριτήριον ἄγεται· ὁ τῆς ζωῆς τῶν ὄντων Κύριος ἐπὶ τῇ ψήφῳ τοῦ δι κάζοντος γίνεται· ὁ πάσης τῆς ὑπερκοσμίου δυνάμεως Βασιλεὺς τὰς τῶν δημίων οὐκ ἀπωθεῖται χεῖρας. Πρὸς τοῦτό σοι, φησὶ, τὸ ὑπόδειγμα, τὸ τῆς ταπεινο φροσύνης βλεπέτω μέτρον. Τάχα δέ μοι δοκεῖ καλῶς ἔχειν καὶ τὴν ἀλογίαν τοῦ τοιούτου διασκοπῆσαι πάθους, ὡς ἂν εὐκατόρθωτος ἡμῖν ὁ μακαρισμὸς γένοιτο, σὺν εὐμαρείᾳ πολλῇ καὶ ῥᾳστώνῃ τῆς ταπεινοφροσύνης κατορθουμένης. Καθά περ γὰρ οἱ ἐπιστήμονες τῶν ἰατρῶν, τὸ νοσοποιὸν αἴτιον προεξελόντες, ῥᾷον ἐπικρατοῦσι τοῦ πάθους· οὕτως καὶ ἡμεῖς τὴν χαυνότητα τῶν τυφουμένων τῷ λογισμῷ καταστείλαντες, εὐεπίβατον ἑαυτοῖς τὴν τῆς 44.1204 ταπεινοφροσύνης ὁδὸν καταστήσωμεν. Πόθεν οὖν ἄν τις μᾶλλον ἐπιδείξειε τοῦ τύφου τὸ μάταιον; Πόθεν ἄλλοθεν, ἢ ἐκ τοῦ δεῖξαι τὴν φύσιν, ἥτις ἐστίν; Ὁ γὰρ πρὸς ἑαυτὸν, καὶ μὴ τὰ περὶ αὑτὸν βλέπων, οὐκ ἂν εὐλόγως εἰς τὸ τοιοῦτον ἐμπέσοι πάθος. Τί οὖν ἐστιν ἄνθρωπος; Βούλει τὸν σεμνότερον καὶ τιμιώτε ρον εἴπω τῶν λόγων; Ἀλλ' ὁ κοσμῶν τὰ ἡμέτερα, καὶ πρὸς τὸ κομπωδέστερον διασκευάζων τὴν ἀνθρωπίνην εὐγένειαν, ἐκ πηλοῦ γενεαλογεῖ τὴν φύσιν· καὶ ἡ εὐγένεια, καὶ ἡ σεμνότης τοῦ ὑπερηφάνου, τὸ συγγε νὲς πρὸς τὴν πλίνθον ἔχει. Εἰ δὲ τὴν προσεχῆ τε καὶ πρόχειρον τῆς γενέσεως εἰπεῖν ἐθέλοις, ἄπαγε, μὴ φθέγξῃ περὶ τούτου· μὴ γρύξῃς, μὴ ἀνακαλύψῃς, καθώς φησιν ὁ νόμος, ἀσχημοσύνην πατρὸς καὶ μη τρός σου· μὴ δημοσιεύσῃς τῷ λόγῳ τὰ λήθης ἄξια καὶ βαθείας σιγῆς. Εἶτα οὐκ ἐρυθριᾷς, ὁ γήϊνος ἀν δριὰς, ὁ μετ' ὀλίγον κόνις, ὁ πομφόλυγος δίκην ὠκύ μορον ἐν σεαυτῷ περιέχων τὸ φύσημα, πλήρης ὑπερ ηφανίας γινόμενος, καὶ περιφλεγμαίνων τῷ τύφῳ, καὶ τῷ ματαίῳ φρονήματι ἐξογκῶν τὴν διάνοιαν. Οὐχ ὁρᾷς εἰς ἀμφότερα τῆς ζωῆς τοῦ ἀνθρώπου τὰ πέρατα, καὶ ὅπως ἄρχεται, καὶ εἰς ὅ τι λήγει; Ἀλλὰ γαυριᾷς τῇ νεότητι, καὶ πρὸς τὸ ἄνθος τῆς ἡλικίας βλέπεις, καὶ ἐγκαλλωπίζῃ τῇ ὥρᾳ, ὅτι σοι ὑπερσφρι γῶσιν αἱ χεῖρες πρὸς κίνησιν, καὶ κοῦφοι πρὸς τὸ ἅλμα οἱ πόδες, καὶ περισοβεῖ ταῖς αὔραις ὁ βόστρυ χος, καὶ τὴν παρειὰν ὑπογράφει ὁ ἴουλος, καὶ ὅτι σοι ἡ ἐσθὴς τῇ βαφῇ τῆς πορφύρας ὑπερανθίζεται, καὶ πεποίκιλταί σοι τὰ ἐκ σηρῶν ὑφάσματα, πολέμοις ἢ θήραις, ἤ τισιν ἱστορίαις πεποικιλμένα, ἢ τάχα καὶ πρὸς τὰ πέδιλα βλέπεις ἐπιμελῶς ἐν τῷ μέλανι στίλ βοντα, καὶ περιέργως ταῖς ἀπὸ τῶν ῥαφίδων γραμ μαῖς ἐπιτέρποντα; Πρὸς ταῦτα βλέπεις, πρὸς δὲ σεαυτὸν οὐχ ὁρᾷς; ∆είξω σοι ὥσπερ ἐν κατόπτρῳ, τίς εἶ καὶ οἷος εἶ. Οὐκ εἶδες ἐν πολυανδρίῳ τὰ τῆς φύσεως ἡμῶν μυ στήρια; οὐκ εἶδες τὴν ἐπάλληλον τῶν ὀστέων σω ρείαν; κρανία σαρκῶν γεγυμνωμένα, φόβερόν τι καὶ εἰδεχθὲς ἐν διακένοις δεδορκότα τοῖς ὄμμασιν; Εἶδες στόματα σεσηρότα, καὶ τὰ λοιπὰ τῶν μελῶν πρὸς τὸ συμβὰν πεφορημένα; Εἰ ἐκεῖνα εἶδες, σεαυτὸν ἐν ἐκεί νοις τεθέασαι. Ποῦ τοῦ παρόντος ἄνθους τὰ σύμβολα; ποῦ ἡ εὔχροια τῆς παρειᾶς; ποῦ τὸ ἐπὶ τοῦ χείλους ἄν θος; ποῦ τὸ βλοσυρὸν ἐν τοῖς ὄμμασι κάλλος τῇ περιβολῇ τῶν ὀφρύων ὑπολαμπόμενον; ποῦ ἡ εὐθεῖα ῥὶς, ἡ τῷ κάλλει τῶν παρειῶν μεσιτεύουσα; ποῦ αἱ ἐπαυχένιοι κόμαι; ποῦ οἱ περικροτάφιοι βόστρυχοι; ποῦ αἱ τοξαζόμεναι χεῖρες; οἱ ἱππαζόμενοι πόδες; ἡ πορφύρα; ἡ βύσ σος; ἡ χλανίς; ἡ ζώνη; τὰ πέδιλα; ὁ ἵππος; ὁ δρό μος; τὸ φρύαγμα; πάντα, δι' ὧν σοι νῦν ὁ τῦφος αὔξεται; Ποῦ ταῦτα ἐν ἐκείνοις, εἰπὲ, ὑπὲρ ὧν νῦν ἐπαίρῃ καὶ μεγαλοφρονεῖς; Ποῖον οὕτως ἀνυπόστατον ὄναρ; Ποῖα τοιαῦτα ἐξ ὕπνου φαντάσματα; Τίς οὕτως 44.1205 ἀδρανὴς σκιὰ τὴν ἁφὴν ὑποφεύγουσα, ὡς τὸ τῆς νεότητος ὄναρ ὁμοῦ τε φαινόμενον καὶ εὐθὺς παρ ιπτάμενον; Ταῦτά μοι πρὸς τοὺς ἐν νεότητι διὰ τὸ ἀτελὲς τῆς ἡλικίας ἀφραίνοντας. Τί δ' ἄν τις εἴποι περὶ τῶν ἤδη καθεστηκότων, οἷς ἡ μὲν ἡλικία βέ βηκεν, ἀστατεῖ δὲ τὸ ἦθος, καὶ ἡ νόσος τῆς ὑπερη φανίας αὔξεται· ὄνομα δὲ τῇ τοιαύτῃ ἀῤῥωστίᾳ τοῦ ἤθους φρόνημα τίθενται· ἀρχὴ δὲ ὡς ἐπιτοπολὺ καὶ ἡ κατ' αὐτὴν δυναστεία, ἡ τῆς ὑπερηφανίας ὑπόθεσις γίνεται.