1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

25

αὐτῷ συγκεχωσμένην ἐν τῷ κρυπτῷ τὴν ὕλην προτιμότερον κρίνας, ἐὰν ἐπὶ τὸ σκοτεινὸν πῦρ ἐπὶ κεφαλὴν κατασύρηται· πάντων αὐτῷ τὸ ἀπεινὲς καὶ ἀνήμερον προφερόντων, τῶν κατὰ τὴν ζωὴν ταύ την πεπειραμένων, καὶ λεγόντων· Μνήσθητι ὅτι ἀπέλαβες ἀγαθά σου ἐν τῇ ζωῇ σου· συναπέκλεισας ἐν τοῖς ὀχυρώμασι τοῦ πλούτου τὸν ἔλεον, καὶ κατ έλιπες ὑπὲρ γῆς τὴν εὐσπλαγχνίαν· οὐκ ἐκομίσω πρὸς τὸν τῇδε βίον τὴν φιλανθρωπίαν· οὐκ ἔχεις ὃ μὴ ἔσχες· οὐχ εὑρίσκεις ὃ μὴ ἀπέθου· οὐ συνάγεις ὃ μὴ ἐσκόρπισας· οὐ θεριεῖς ὧν οὐ κατεβάλου τὰ σπέρματα· ἄξιόν σοι τῆς σπορᾶς τὸ θέρος· πικρίαν ἔσπειρας, δρέπου τὰ δράγματα· τὸ ἀνηλεὲς ἐτίμη σας, ἔχε ὅπερ ἠγάπησας· οὐκ εἶδες συμπαθῶς· οὐκ ὀφθήσῃ ἐλεεινῶς. Περιεῖδες θλιβόμενον, περιοφθήσῃ 44.1264 ἀπολλύμενος. Ἔφυγες τὸν ἔλεον, φεύξεταί σε ὁ ἔλεος· ἐβδελύξω τὸν πτωχὸν, βδελύξεταί σε ὁ διὰ σὲ πτω χεύσας. Εἰ ταῦτα καὶ τὰ τοιαῦτα λέγοιτο, ποῦ τὸ χρυσίον; Ποῦ τὰ λαμπρὰ σκεύη; Ποῦ ἡ ἐπιβεβλη μένη τοῖς θησαυροῖς διὰ τῶν σφραγίδων ἀσφάλεια; Ποῦ οἱ ταῖς νυκτεριναῖς φυλακαῖς ἐπιτετευγμένοι κύνες, καὶ πρὸς τοὺς ἐπιβουλεύοντας τῶν ὅπλων παρασκευή; Ἡ ἐν τοῖς βιβλίοις ἀναγεγραμμένη σημείωσις; Τί ταῦτα πρὸς τὸν κλαυθμὸν καὶ τὸν βρυγμὸν τῶν ὀδόντων; Τίς καταυγάσει τὸ σκότος; Τίς κατασβέσει τὴν φλόγα; Τίς ἀποστρέψει τὸν ἀτε λεύτητον σκώληκα; Οὐκοῦν νοήσωμεν, ἀδελφοὶ, τὴν τοῦ Κυρίου φωνὴν, ἐν ὀλίγῳ τοσαῦτα περὶ τῶν μελ λόντων παιδεύουσαν· καὶ γενώμεθα ἐλεήμονες, ἵνα γενώμεθα διὰ τοῦτο μακάριοι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ςʹ.

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὅπερ παθεῖν εἰκὸς τοὺς ἔκ τινος ὑψηλῆς ἀκρω ρείας εἰς ἀχανές τι κατακύπτοντας πέλαγος, τοῦτό μοι πέπονθεν ἡ διάνοια, ἐκ τῆς ὑψηλῆς τοῦ Κυρίου φωνῆς, οἷον ἀπό τινος κορυφῆς ὄρους, εἰς τὸ ἀδιεξί τητον τῶν νοημάτων βλέπουσα βάθος. Καθάπερ γὰρ ἐν πολλοῖς τῶν παραθαλασσίων ἔστιν ἰδεῖν ὄρος ἡμί τομον, κατὰ τὸ παράλιον μέρος ἀπὸ κορυφῆς ἐπὶ τὸ βάθος δι' εὐθείας ἀπεξεσμένον, οὗ κατὰ τὸ ἄνω πέρας ἄκρα τις προβεβλημένη πρὸς τὸν βυθὸν ἐπι νένευκεν· ὅπερ οὖν παθεῖν εἰκὸς, τὸν ἀπὸ τῆς τοι αύτης σκοπιᾶς, ἐκ πολλοῦ τοῦ ὕψους ἐπὶ τὴν ἐν τῷ βάθει διακύπτοντα θάλατταν· οὕτως ἰλιγγιᾷ μου νῦν ψυχὴ, ἐν τῇ μεγάλῃ ταύτῃ τοῦ Κυρίου φωνῇ γενο μένη μετέωρος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Θεὸς πρόκειται τοῖς τὴν καρδίαν ἐκκαθαρθεῖσι τὸ θέαμα. Θεὸν οὐδεὶς ἑώρακε πώποτε, καθώς φησιν Ἰωάννης ὁ μέγας· ἐπιψηφίζει δὲ καὶ Παῦλος ὁ ὑψηλὸς τὴν διάνοιαν, εἰπών· ὅτι Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δύναται. Αὕτη ἐστὶν ἡ λεία καὶ ἀπότομος πέτρα, ἡ μηδεμίαν ἐφ' ἑαυτῆς τῶν νοημάτων βάσιν ὑποδεικνύουσα, ἣν καὶ ὁ Μωϋσῆς ὡσαύτως ἀπρόσιτον τοῖς καθ' ἑαυτὸν δόγμασιν ἀπεφήνατο, ὡς μηδαμοῦ δύνασθαι προσβῆ ναι ἡμῶν τὴν διάνοιαν, πάσης ἀντιλήψεως ἀπο ξυσθείσης διὰ τῆς ἀποφάσεως. Οὐκ ἔστι γὰρ, φησὶν, ὅστις ὄψεται Κύριον, καὶ ζήσεται. Ἀλλὰ μὴν αἰώνιος ζωὴ τὸ ἰδεῖν ἐστι τὸν Θεόν. Τοῦτο δὲ ἀ μήχανον οἱ στύλοι τῆς πίστεως, Ἰωάννης καὶ Παῦλος καὶ Μωσῆς διορίζονται. Ὁρᾷς τὸν ἴλιγνον, ᾧ ψυχὴ πρὸς τὸ βάθος τῶν ἐν τῷ λόγῳ θεωρουμένων συν έλκεται; Εἰ ζωὴ ὁ Θεὸς, ὁ μὴ ἰδὼν αὐτὸν, τὴν ζωὴν οὐ βλέπει· τὸ μὴ δύνασθαι ἰδεῖν Θεὸν, οἱ θεοφόροι τῶν προφητῶν τε καὶ ἀποστόλων διαμαρτύρονται. Εἰς τί τοῖς ἀνθρώποις ἡ ἐλπὶς περιΐσταται; Ἀλλ' ὑποστηρίζει καταπίπτουσαν τὴν ἐλπίδα ὁ Κύριος. 44.1265 Καθάπερ ἐπὶ τοῦ Πέτρου ἐποίησεν, κινδυνεύοντος βυθισθῆναι, πάλιν ἐπὶ στεῤῥοῦ καὶ ἀντιτύπου στή σας τοῦ ὕδατος. Εἰ τοίνυν ἔλθῃ καὶ ἐφ' ἡμᾶς ἡ τοῦ Λόγου χεὶρ, καὶ ἀστατοῦντας ἐν τῷ βυθῷ τῶν θεωρη μάτων, ἐπὶ θατέρου νοήματος καταστήσειεν, ἔξω τοῦ φόβου γινόμεθα ἰσχυρῶς τοῦ χειραγωγοῦντος ἡμᾶς Λόγου περιδραξάμενοι. Μακάριοι γὰρ, φησὶ, καθα