1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

26

ροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ἡ μὲν οὖν ἐπαγγελία τοσαύτη, ὡς παριέναι τὸν ἀκρότατον τῆς, μακαριότητος ὅρον. Τί γὰρ ἄν τις μετὰ τὸ τοιοῦτον ἀγαθὸν, ἄλλο ποθήσειεν, πάντα ἔχων ἐν ἑωραμένῳ; Τὸ γὰρ ἰδεῖν ταὐτὸν σημαίνει τῷ σχεῖν ἐν τῇ τῆς Γραφῆς συνηθείᾳ· καθάπερ τὸ, Ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ, ἀντὶ τοῦ Εὕροις, τοῦ λόγου σημαίνοντος· καὶ τὸ, Ἀρθήτω ὁ ἀσε βὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου, διὰ τοῦ μὴ ἰδεῖν, τὸ μὴ μετασχεῖν τοῦ προφήτου δηλοῦντος. Οὐκοῦν ὁ τὸν Θεὸν ἰδὼν, πᾶν ὅπερ ἐστὶν ἐν ἀγαθῶν καταλόγῳ, διὰ τοῦ ἰδεῖν ἔσχε, τὴν ἀτελεύτητον ζωὴν, τὴν ἀΐδιον ἀφθαρσίαν, τὴν ἀθάνατον μακα ριότητα, τὴν ἀτελεύτητον βασιλείαν, τὴν ἄληκτον εὐφροσύνην, τὸ ἀληθινὸν φῶς, τὴν πνευματικὴν καὶ γλυκεῖαν φωνὴν, τὴν ἀπρόσιτον δόξαν, τὸ διηνεκὲς ἀγαλ λίαμα, τὸ πᾶν ἀγαθόν. Τὸ μὲν οὖν κατ' ἐλπίδα προ κείμενον ἐν τῇ μακαριότητος ἐπαγγελίᾳ, τοιοῦτόν τε καὶ τοσοῦτον. Ἐπεὶ δὲ ὁ τρόπος τοῦ ἰδεῖν διὰ τοῦ καθαρὸν γενέσθαι τῇ καρδίᾳ προδέδεικται· ἐν τούτῳ μοι πάλιν ἰλιγγιᾷ ἡ διάνοια, μὴ ἄρα τῶν ἀμηχάνων τε καὶ ὑπερβαινόντων τὴν φύσιν ἡμῶν, ἡ καθαρότης τῆς καρδίας ἐστίν. Εἰ γὰρ διὰ τοῦτο ὁ Θεὸς ὁρᾶται· Μωσῆς δὲ καὶ Παῦλος οὐκ ἴδον, τὸ μήτε αὐτὸν, μήτε ἄλλον τινὰ δύνασθαι ἰδεῖν διωρίσατο, ἀδύνατον ἔοικέ τι εἶναι τὸ τῷ μακαρισμῷ νῦν ὑπὸ τοῦ Λόγου προκείμενον. Τί οὖν ἡμῖν τὸ κέρδος ἐκ τοῦ γνῶναι πῶς ὁ Θεὸς ὁρᾶται, εἰ τὸ δυνατὸν τῇ ἐπινοίᾳ μὴ πρόσεστιν; Ὅμοιον γὰρ τὸ τοιοῦτον, ὥσπερ ἂν εἴ τις μακάριον εἶναι λέγοι τὸ ἐν οὐρανῷ γενέσθαι· ὅτι ἐκεῖ κατόψεται τὰ ἐν τῷ βίῳ μὴ καθορώμενα, Εἰ γάρ τις ἦν μηχανὴ τῆς ἐπὶ τὸν οὐρανὸν πορείας διὰ τοῦ λόγου προδεικνυμένη· τὸ μαθεῖν ὅτι μακα ριστόν ἐστι τὸ ἐν ἐκείνῳ γενέσθαι, χρήσιμον ἂν ἦν τοῖς ἀκούουσιν. Ἕως δ' ἂν τὸ κατὰ τὴν ἄνοδον ἀμή χανον ᾖ, τί φέρει κέρδος ἡ γνῶσις τῆς μακαριότη τος τῆς οὐρανίας, λυποῦσα μόνον τοὺς μεμαθηκότας, οἵων διὰ τὸ ἀδύνατον τῆς ἀνόδου ἀποστερήμεθα; Ἆρ' οὖν ἕξω τῆς φύσεως ἡμῶν ὁ Κύριος ἐγκελεύεται, καὶ ὑπερέβη τὰ μέτρα τῆς ἀνθρωπίνης δυνάμεως τῷ μεγαλείῳ τοῦ ἐπιτάγματος; Οὐκ ἔστι ταῦτα. Οὔτε γὰρ πτηνοὺς γενέσθαι κελεύει, οἷς τὸ πτερὸν οὐκ ἐνέφυσεν, οὐδὲ ὑπὸ ὕδωρ ζῇν οἷς τὸν χερσαῖον ἀπεκλήρωσε βίον. Εἰ οὖν ἐν πᾶσι τοῖς ἄλλοις πρόσ φορός ἐστι τῇ δυνάμει τῶν δεχομένων ὁ νόμος, καὶ οὐδὲν ὑπὲρ τὴν φύσιν βιάζεται· καὶ τοῦτο πάντως ἐκ τοῦ ἀκολούθου νοήσομεν, μὴ ἀπ' ἐλπίδος εἶναι τὸ διὰ τοῦ μακαρισμοῦ προδεικνύμενον. Ἀλλὰ καὶ τὸν 44.1268 Ἰωάννην, καὶ τὸν Παῦλον, καὶ τὸν Μωσέα, καὶ εἴ τις ἄλλος κατ' ἐκείνους ἐστὶ, μὴ ἐκπεπτωκέναι τῆς ὑψηλῆς ταύτης μακαριότητος, τῆς ἐκ τοῦ ἰδεῖν τὸν Θεὸν προσγινομένης, μηδὲ τὸν εἰπόντα, ὅτι Ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώ σει μοι ὁ δίκαιος κριτὴς, μήτε τὸν ἐπὶ τὸ στῆθος ἀναπεσόντα τοῦ Ἰησοῦ, μήτε τὸν ἀκηκοότα παρὰ τῆς θείας φωνῆς, ὅτι Ἔγνων σε παρὰ πάντας. Εἰ οὖν ἐκεῖνοι, παρ' ὧν ὑπὲρ δύναμιν ἡ τοῦ Θεοῦ κατα νόησις εἶναι κεκήρυκται, μακαριστοὶ εἶναι οὐκ ἀμ φιβάλλονται· ἡ δὲ μακαριότης εἰς τὸ ἰδεῖν τὸν Θεόν ἐστιν, τοῦτο δὲ ἐκ τοῦ καθαρὸν τῇ καρδίᾳ γενέσθαι· ἄρα οὐκ ἀδύνατος τῆς καρδίας ἡ καθαρότης, δι' ἧς ἔστι γενέσθαι μακάριον. Πῶς οὖν ἔστι καὶ τοὺς κατὰ Παῦλον ἀληθῆ λέγειν φῆσαι, ὑπὲρ τὴν δύναμιν ἡμῶν ὑποφαινομένους εἶναι τὴν τοῦ Θεοῦ κατανόη σιν, καὶ τὴν τοῦ Κυρίου φωνὴν μὴ ἀντιδογματίζειν ἐκείνοις, ἐν καθαρότητι ὀφθήσεσθαι τὸν Θεὸν ὑπι σχομένην; ∆οκεῖ μοι καλῶς ἔχειν περὶ τούτου χρῆναι διὰ βραχέων πρῶτον λαβεῖν, ὡς ἂν καθ' ὁδὸν γένοιτο ἡμῖν περὶ τὸ προκείμενον ἡ θεωρία. Ἡ θεία φύσις αὐτὴ καθ' αὑτὴν ὅ τι ποτὲ κατ' οὐσίαν ἐστὶ, πάσης ὑπέρκειται καταληπτικῆς ἐπινοίας, ἀπρόσιτος καὶ ἀπροσπέλαστος οὖσα ταῖς στοχαστικαῖς ἐπινοίαις, καὶ οὔπω τις ἀνθρώποις πρὸς τὴν τῶν ἐκλήπτων κατανόησιν ἐξεύρηται δύναμις· οὐδέ τις ἔφοδος κα ταληπτικὴ τῶν ἀμηχάνων ἐπενοήθη. ∆ιὸ καὶ Ἀνεξ ιχνιάστους τὰς ὁδοὺς αὐτοῦ ὁ μέγας ὀνομάζει Ἀπό στολος, σημαίνων διὰ τοῦ λόγου τὸ ἀνεπίβατον εἶναι λογισμοῖς τὴν ὁδὸν ἐκείνην, ἣ πρὸς τὴν γνῶσιν τῆς θείας οὐσίας ἄγει· ὡς οὔπω τινὸς τῶν