1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

34

πεπτωκυῖα, ὀστέα τῶν σαρκῶν ἐν τόπῳ διαφαινό μενα. Ἡ δὲ αἰτία τῆς νόσου τίς; Τὸ ἐν ἀθυμίᾳ ζῇν ἀδελφὸν, ἢ οἰκεῖον, ἢ γείτονα. Ὢ καινῶν ἀδικημάτων! Ἔγκλημα ποιεῖσθαι τὸ μὴ δυστυχεῖν ἐκεῖνον, οὗ ταῖς εὐ πραγίαις ἀλγύνεται· οὐκ ἐξ ὧν αὐτός τι πέπονθε παρ' αὐτοῦ κακὸν τὴν ἀδικίαν κρίνων, ἀλλ' ἐξ ὧν ἐκεῖνος ἀδικῶν οὐδὲν, ἐν τοῖς καταθυμίοις ἐστί. Τί πέπονθας, ὦ δείλαιε; πρὸς αὐτὸν εἴποιμι ἄν· ἀντὶ τίνος ἐκτέ τηκας, πικρῷ τῷ ὀφθαλμῷ τὰς εὐπραγίας ὑποβλέ πων τοῦ γείτονος; Τί ἐγκαλεῖν ἔχεις; Εἰ εὐπρεπὴς ἐκεῖνος τῷ σώματι; Εἰ λόγῳ κεκόσμηται; Εἰ τῷ γένει τὸ πλέον ἔχει; Εἴ τινος ἀρχῆς ἐπιβὰς λαμπρὸς ἐπὶ τῆς ἀξίας ὁρᾶται; Εἰ χρημάτων αὐτῷ τις εὐ πορία προσγέγονεν; Εἰ σεμνὸς ἐν λόγοις διὰ τὴν φρό νησιν; Εἰ περίβλεπτος τοῖς πολλοῖς ἐξ εὐεργεσίας ἐστίν; Εἰ παισὶν ἐπαγάλλεται; Εἰ γαμετῇ εὐφραίνε; Εἰ ταῖς τοῦ οἴκου προσόδοις λαμπρύνεται; ∆ιὰ τί σοι ταῦτα καθάπερ ἀκίδες βελῶν κατὰ τῆς καρ δίας ἐμπίπτουσι; Συγκροτεῖς τὰς παλάμας· τοὺς δακτύλους συμπλέκεις· ἀδημονεῖς τοῖς λογισμοῖς· βύθιόν τι καὶ ὀδυνηρὸν ὑποστένεις· ἀηδής σοι ἡ τῶν προσόντων ἀπόλαυσις· πικρὰ ἡ τράπεζα· κατηφὴς ἡ αἰτία· ἕτοιμον τὸ οὖς πρὸς τὴν τοῦ εὐπράττοντος διαβολήν. Εἰ δέ τι τῶν δεξιῶν λέγοιτο, βέβυσται ἡ ἀκοὴ πρὸς τὸν λόγον. Καὶ οὕτω τὴν ψυχὴν διακείμε νος, τί περιστέλλεις τῇ ὑποκρίσει τὴν νόσον; Πῶς σοι τὸ τῆς φιλίας προσωπεῖον διὰ τῆς κατεσχηματισ μένης εὐνοίας ἐπιμορφίζεται; Τί δεξιοῖς ταῖς εὐφή μοις προσηγορίαις, χαίρειν καὶ ὑγιαίνειν ἐγκελευό 44.1289 μενος, τὰ ἐναντία δι' ἀποῤῥήτων κατὰ ψυχὴν ἐπ αρώμενος; Τοιοῦτος ὁ Κάϊν, ὁ τῇ εὐδοκιμήσει τοῦ Ἄβελ ἐπιλυσσήσας· ὁ φθόνος μὲν ἔνδοθεν τὸν φόνον ἐνεκελεύετο, ἡ δὲ ὑπόθεσις δήμιος γίνεται· φίλον γάρ τι καὶ προσήγορον ὑπελθὼν σχῆμα, τῆς τῶν γονέων συμμαχίας πόῤῥωθεν αὐτὸν ἐπὶ τὸ πεδίον προήγα γεν· εἶθ' οὕτως ἐξεκάλυψε τῷ φόνῳ τὸν φθόνον. Ὁ τοίνυν τὴν τοιαύτην νόσον ἐκβάλλων τῆς ἀνθρωπίνης ζωῆς, καὶ εὐνοίᾳ τε καὶ εἰρήνῃ, συνδεσμῶν τὸ ὁμό φυλον, καὶ εἰς φιλικὴν ὁμοφωνίαν τοὺς ἀνθρώπους ἄγων, ἆρ' οὐχὶ θείας ὄντως δυνάμεως ἔργον ποιεῖ, τὰ μὲν κακὰ τῆς ἀνθρωπίνης φύσεως περιορίζων, ἀντ εισάγων δὲ τὴν τῶν ἀγαθῶν κοινωνίαν; ∆ιὰ τοῦτο υἱὸν Θεοῦ τὸν εἰρηνοποιὸν ὀνομάζει, ὅτι μιμητὴς γίνεται τοῦ ἀληθινοῦ Θεοῦ, ὁ ταῦτα τῇ ζωῇ τῶν ἀν θρώπων χαριζόμενος. Μακάριοι τοίνυν οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τίνες οὗτοι; Οἱ μιμηταὶ τῆς θείας φιλανθρωπίας, οἱ τὸ ἴδιον τῆς θείας ἐνεργείας ἐπὶ τοῦ ἰδίου δεικνύντες βίου. Ἀναιρεῖ καθόλου καὶ εἰς τὸ μὴ ὂν περιίστησιν, ὁ τῶν ἀγαθῶν εὐεργέτης καὶ Κύριος, πᾶν ὅσον ἐστὶ τοῦ ἀγαθοῦ ἔκφυλόν τε καὶ ἀλλότριον. Ταύτην νομοθετεῖ καὶ σοὶ τὴν ἐνέρ γειαν, ἐκβάλλειν τὸ μῖσος, καταλύειν τὸν πόλεμον, ἀφανίζειν τὸν φθόνον, ἐξορίζειν τὴν μάχην, ἀναιρεῖν τὴν ὑπόκρισιν, κατασβεννύειν ἔνδοθεν τὴν ὑποσμύχουσαν ἐν τῇ καρδίᾳ μνησικακίαν· ἀντεισάγειν δὲ ἀντὶ τούτων, ὅσα τῇ ὑπεξαιρέσει τῶν ἐναντίων ἀντικάθηται. Ὡς γὰρ τῇ τοῦ σκότους ὑποχωρήσει τὸ φῶς ἐπιγίνεται, οὕτω καὶ ἀνθ' ἑκάστου τούτων, ὁ τοῦ πνεύματος καρ πὸς ἀντεισέρχεται, ἀγάπη, χαρὰ, εἰρήνη, χρηστότης, μακροθυμία, ἅπας ὁ τῷ Ἀποστόλῳ κατειλεγμένος τῶν ἀγαθῶν ἀριθμός. Πῶς οὖν οὐ μακάριος ὁ τῶν θείων δωρεῶν διανομεύς; Ὁ μιμητὴς τῶν τοῦ Θεοῦ χαρισμάτων; Ὁ τῇ θείᾳ μεγαλοδωρεᾷ τὰς ἰδίας ἐξομοιῶν εὐποιίας; Τάχα δὲ οὐ πρὸς τὸ ἀλλότριον ἀγαθὸν μόνον ὁ μακαρισμὸς βλέπει· ἀλλ' οἶμαι κυ ρίως εἰρηνοποιὸν χρηματίζειν, τὸν τὴν ἐν ἑαυτῷ στάσιν τῆς σαρκὸς καὶ τοῦ πνεύματος, καὶ τὸν ἐμ φύλιον τῆς φύσεως πόλεμον εἰς εἰρηνικὴν συμφωνίαν ἄγοντα, ὅταν μηκέτι ἐνεργὸς ᾖ ὁ τοῦ σώματος νόμος, ὁ ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς, ἀλλ' ὑποζευ χθεὶς τῇ κρείττονι βασιλείᾳ ὑπηρέτης γίνεται τῶν θείων ἐπιταγμάτων. Μᾶλλον δὲ μὴ τοῦτο νομίσωμεν συμβουλεύειν τὸν λόγον, τὸ ἐν δυάδι νοεῖσθαι τῶν κατ ωρθωκότων τὸν βίον· ἀλλ' ἐπειδὰν ἐξαιρεθῇ τοῦ ἐν ἡμῖν φραγμοῦ τὸ μεσότοιχον τῆς κακίας, εἷς οἱ δύο τῇ πρὸς τὸ κρεῖττον ἀνακρίσει συμφυέντες γίνονται. Ἐπειδὴ τοίνυν ἁπλοῦν τὸ θεῖον καὶ