1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

38

βάραθρα, πυρκαϊὰς, τὰς τῶν κρυμῶν πήξεις, τὰς τῶν πλευρῶν ἀποσαρκώσεις, τὰς τῶν κεφαλῶν περικυκλώσεις, τὰς τῶν ὀμμάτων 44.1300 ἀποβολὰς, τὰς τῶν δακτύλων ἀποκοπὰς, τὰς τῶν ἐφ' ἑκάτερα τοῦ σώματος διὰ τῶν σκελῶν ῥήξεις, τὰς διὰ τοῦ λιμοῦ τηκεδόνας, πάντα ταῦτα καὶ τὰ τοιαῦτα ὡς καθάρσια τῆς ἁμαρτίας οἱ ἅγιοι μετ' εὐφροσύνης προσίεντο, ὡς ἂν μηδὲν ἴχνος τῇ καρδίᾳ διὰ τῆς ἡδονῆς ἐγγινόμενον ὑπολειφθείη, τῆς ἀλγεινῆς ταύ της καὶ δριμείας αἰσθήσεως πάντας τοὺς καθ' ἡδονὴν ἐγγινομένους τῇ ψυχῇ τύπους ἐξαλει φούσης. Μακάριοι τοίνυν οἱ δεδιωγμένοι ἕνεκεν ἐμοῦ. Τοῦτο δὲ τοιοῦτόν ἐστιν (ὡς ἂν καὶ τὸν ἕτερον λόγον κατανοήσωμεν), ὡς εἴ τις τῇ ὑγιείᾳ λόγον δοίη, εἴπῃ ἂν κἀκείνη· ὅτι Μακάριοι οἱ ἀπὸ τῆς νόσου κε χωρισμένοι ἕνεκεν ἐμοῦ. Ἡ γὰρ τῶν λυπηρῶν ἀλλο τρίωσις, τὸ ἐν ἐμοὶ γενέσθαι τούς ποτε νενοσηκότας παρασκευάζει. Οὕτως ἀκούσωμεν τῆς φωνῆς, ὡς αὐτῆς τῆς ζωῆς ἡμῖν τὸν τοιοῦτον μακαρισμὸν ἐμ βοώσης. Μακάριοι οἱ δεδιωγμένοι ὑπὸ τοῦ θανάτου ἕνεκεν ἐμοῦ· ὡς τὸ φῶς λέγοι Μακάριοι οἱ δεδιω γμένοι ὑπὸ τοῦ σκότους ἕνεκεν ἐμοῦ. Ὁμοίως καὶ ἡ δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἡ ἀφθαρσία, καὶ ἡ ἀγαθότης, καὶ πᾶν νόημα τῶν πρὸς τὸ κρεῖττον νοου μένων τε καὶ λεγομένων. Ὁ Κύριος ὢν, καθὸ νοεῖ, κατ' ἐκεῖνό σοι λέγειν νομιζέσθω· ὅτι Μακά ριός ἐστι πᾶς ὁ παντὸς ἐναντίου πράγματος ἀπελαυ νόμενος, φθορᾶς, σκότους, ἁμαρτίας, ἀδικίας, πλεονεξίας, ἑκάστου τῶν διαστελλομένων τοῖς κατὰ τὴν ἀρετὴν λόγοις πράγμασί τε καὶ νοήμασι. Τὸ γὰρ ἔξω τῶν κακῶν γενέσθαι, ἐντός ἐστι τῶν ἀγαθῶν καταστῆναι. «Ὁ ποιῶν τὴν ἁμαρτίαν,» φησὶν ὁ Κύριος, «δοῦλός ἐστι τῆς ἁμαρτίας.» Οὐκοῦν ὁ ἀποστὰς ᾧ ἐδούλευσεν, ἐλευθεριάζει τῷ ἀξιώματι. Τὸ δὲ ἀκρότατον τῆς ἐλευθερίας εἶδος, τὸ αὐτεξουσιόν ἐστι γενέσθαι. Ἡ δὲ τῆς βασιλείας ἀξία ὑπερκειμένην ἑαυτῆς τινα τυραννίδα οὐκ ἔχει. Οὐκοῦν εἰ αὐτεξούσιός ἐστιν ὁ τῆς ἁμαρτίας ἀλλότριος· ἴδιον δὲ βασιλείας ἐστὶ τὸ αὐτοκρατές τε καὶ ἀδέσποτον· ἀκολούθως μακαρίζεται ὁ ἀπὸ τοῦ κακοῦ διωκόμενος, ὡς τῆς ἐκεῖθεν διώξεως τὴν βασιλικὴν ἀξίαν αὐτῷ προξενούσης. Μὴ οὖν ἀχθεσθῶμεν, ἀδελφοὶ, τῶν γηΐνων ἀπελαυνόμενοι. Ὁ γὰρ ἐντεῦθεν μεταστὰς, ἐν τοῖς κατ' οὐρανὸν βασιλείοις αὐλίζεται. ∆ύο ταῦτά ἐστι στοιχεῖα ἐν τῇ τῶν ὄντων κτίσει, πρὸς διαγωγὴν τῆς λογικῆς φύσεως μεμερισμένα, ἡ γῆ τε καὶ ὁ οὐρανός. Τόπος τῶν διὰ σαρκὸς εἰληχότων τὴν ζωὴν, ἡ γῆ· ὁ δὲ οὐρανὸς τῶν ἀσωμάτων. Ἀνάγκη τοίνυν πάντως εἶναί που τὴν ἡμετέραν ζωὴν, ἐὰν μὴ διωχθῶμεν ἀπὸ τῆς γῆς, τῇ γῇ πάντως ἐναπομένομεν· ἐὰν ἐντεῦθεν ἀπέλθωμεν, ἐπὶ τὸν οὐρανὸν μετοικισθησόμεθα. Ὁρᾷς εἰς ὅ τι φέρει ὁ μακαρισμὸς διὰ τοῦ δοκοῦντος λυπηροῦ τοῦ τοσούτου σοι ἀγαθοῦ γινόμενος πρόξενος; Ὅπερ νοήσας, φησὶ καὶ ὁ Ἀπόστολος, ὅτι Πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀπο 44.1301 δίδωσι δικαιοσύνης. Οὐκοῦν τῶν προσδοκωμένων καρπῶν ἄνθος, ἡ θλίψις ἐστίν. ∆ιὰ τὸν καρπὸν οὖν, καὶ τὸ ἄνθος δρεψώμεθα· διωχθῶμεν ἵνα δράμωμεν· δραμόντες δὲ οὐκ εἰκῆ δραμούμεθα, ἀλλὰ πρὸς τὸ βραβεῖον ἡμῶν τῆς ἄνω κλήσεως ὁ δρόμος ἔστω· οὕτω δράμωμεν, ἵνα καταλάβωμεν. Τί τὸ καταλαμβανόμενον; Τί τὸ βραβεῖον; Τίς ὁ στέφανος; Οὔ μοι δοκεῖ ἄλλο τι εἶναι παρ' αὐτὸν τὸν Κύριον ἕκαστον τῶν ἐλπιζομένων. Αὐτὸς γάρ ἐστι καὶ ἀγωνοθέτης τῶν ἀθλούντων, καὶ στέφανος τῶν νικώντων· ἐκεῖνος ὁ διανέμων τὸν κλῆρον· ἐκεῖνος ὁ ἀγαθὸς κλῆρος· ἐκεῖνος ἡ ἀγαθὴ μερίς· ἐκεῖνος ὁ τὴν μερίδα σοι χαριζόμενος· ἐκεῖνος ὁ πλουτίζων· ἐκεῖνος ὁ πλοῦτος, ὁ δεικνύς σοι τὸν θησαυρὸν, καὶ θησαυρός σοι γινόμενος· ὁ εἰς ἐπιθυμίαν σε τοῦ καλοῦ μαργαρίτου ἄγων, καὶ ὤνιός σοι τῷ καλῶς συμπορευομένῳ προκείμενος. Ἵνα οὖν ἐκεῖνο κτησώμεθα, ὥσπερ ἐπ' ἀγορᾶς, ὧν ἔχομεν ἀντικαταλλάσσωμεν ἃ οὐκ ἔχομεν. Μὴ λυπηθῶμεν τοίνυν διωκόμενοι, μᾶλλον δὲ καὶ εὐφρανθῶμεν, ὅτι διὰ τὸ διώκεσθαι ἀπὸ τῶν τῇ γῇ τιμίων, πρὸς τὸ οὐράνιον ἀγαθὸν συνελαυνόμεθα, κατὰ τὸν