1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

6

πάλιν τὸ ἀληθινὸν φῶς, ὅπερ ἐστὶ τῷ ψεύδει ἀπρόσιτον, τὸν μονογενῆ νοεῖσθαι οὐκ ἀμφιβάλλομεν, ἐν ᾧ τὸν πατέρα εἶναι παρ' αὐτῆς τῆς ἀληθείας ἐμάθομεν. ἐκ τούτων δὲ ὁ ἀκροατὴς ἐπιλεξάσθω τὸ εὐσεβέστερον, εἴτε οὕτω χρὴ περὶ τοῦ μονογενοῦς θεο πρεπῶς δοξάζειν εἴτε φθαρτόν τε καὶ πρόσκαιρον εἶναι λέγειν, ὡς ὑφηγεῖται ἡ αἵρεσις.

33 Οὐ τὴν οὐσίαν, φησί, καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλ λοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθ ιστάμενον, οὐδὲ ἐκ μιᾶς οὐσίας εἰς ὑπό στασιν τρισσὴν σχιζόμενον· πάντῃ γὰρ καὶ καθάπαξ ἐστὶν εἷς, κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μόνος. ἐκ τούτων δὲ τῶν παρα τεθέντων προσήκει τὸν συνετὸν ἀκροατὴν διακρῖναι πρῶτον μὲν τὰ χωρὶς διανοίας ἐνριφέντα τῷ λόγῳ διάκενα ῥήματα ἀπὸ τῶν δοκούντων νοῦν ἔχειν, μετὰ ταῦτα δὲ τὴν εὑρισκο μένην ἐν τοῖς ὑπολοίποις διάνοιαν τῶν εἰρημένων ἐπισκο 34 πεῖν, εἰ συμβαίνει τῇ περὶ τὸν Χριστὸν εὐσεβείᾳ. τὰ μὲν οὖν πρῶτα τῶν παρατεθέντων καθόλου πάσης καὶ καλῆς καὶ κακῆς διανοίας κεχώρισται. τίνα γὰρ διάνοιαν ἔχει τὸ οὐ τὴν οὐσίαν, καθ' ἥν ἐστιν εἷς, χωριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὔτ' ἂν αὐτὸς εἴποι οὔτε τινὰ τῶν συμμαχούντων αὐτῷ νομίζω δύνασθαι ἂν ἐξευρεῖν σκιάν τινα διανοίας ἐν τοῖς εἰρημένοις. οὐ τὴν οὐσίαν, καθ' ἥν ἐστιν εἷς, χωριζόμενον. αὐτὸν λέγει τῆς οὐσίας ἑαυτοῦ μὴ χωρίζεσθαι, ἢ τὴν οὐσίαν λέγει ἐπ' αὐτοῦ μὴ μερίζεσθαι; ψόφος τίς ἐστι καὶ ἦχος μάταιος εἰκῇ συγκείμενος ὁ ἀσήμαντος οὗτος λόγος. καὶ τί χρὴ παραμένειν τῇ ἐξετάσει τῶν ἀδιανοήτων τούτων ῥημάτων; 35 πῶς γάρ τις τῆς ἑαυτοῦ οὐσίας χωρισθεὶς ἐν τῷ εἶναι μένει; ἢ πῶς ἡ οὐσία τινὸς μερισθεῖσα ἐφ' ἑαυτῆς δεί κνυται; ἢ πῶς ἐστι δυνατὸν ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐκβάντα ἄλλον γενέσθαι ἔξω ἑαυτοῦ γενόμενον; ἀλλ' οὐδὲ ἐκ μιᾶς, φησίν, οὐσίας εἰς ὑποστάσεις τρεῖς σχι ζόμενον· πάντῃ γὰρ καὶ καθάπαξ ἐστὶν εἷς, κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μό νος. τὸ μὲν οὖν ἀδιανόητον ἐν τοῖς εἰρημένοις παντὶ δῆλον οἶμαι καὶ πρὸ τῶν ἡμετέρων εἶναι λόγων· τούτοις δὲ ἀντιλεγέτω ὁ νομίζων εἶναί τινα ἐν τοῖς λεγομένοις νοῦν ἢ διάνοιαν· ὁ γὰρ κρίνειν ἐπεσκεμμένος λόγου δύναμιν ἀπα 36 ξιώσει τοῖς ἀνυποστάτοις συμπλέκεσθαι. τίνα γὰρ ἰσχὺν ἔχει κατὰ τοῦ ἡμετέρου δόγματος τὸ λέγειν οὐ τὴν οὐ σίαν, καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μερι ζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐκ μιᾶς οὐσίας εἰς ὑποστάσεις τρεῖς σχιζόμενον, ἃ μήτε λέγεται παρὰ τῶν Χριστιανῶν μήτε πιστεύεται μήτε ἐκ τοῦ ἀκολούθου διὰ τῶν παρ' ἡμῖν ὁμολογουμένων νοεῖται; τίς γὰρ εἶπε τοῦτό ποτε ἢ λέγοντος ἤκουσεν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ὅτι ὁ πατὴρ τὴν οὐσίαν ἢ χωρίζεται ἢ μερίζεται ἢ ἄλλοτε ἄλλος γίνεται ἔξω ἑαυτοῦ γινόμενος ἢ 37 εἰς ὑποστάσεις τρεῖς σχίζεται; ἑαυτῷ ταῦτα λαλεῖ ὁ Εὐνόμιος, οὐ πρὸς ἡμᾶς μαχόμενος, ἀλλ' ἰδίους φληνά φους εἴρων, πολλὴν καταμίξας τῇ ἀσεβείᾳ τῶν λεγομένων τὴν ἄνοιαν. ἡμεῖς γὰρ ἐπίσης ἀσεβές τε καὶ ἄθεον λέ γομεν καὶ τὸ κτιστὸν λέγειν τὸν δεσπότην τῆς κτίσεως καὶ τὸ οἴεσθαι τὸν πατέρα, καθὸ ἔστι, χωρίζεσθαι ἢ τέμνε σθαι ἢ ἑαυτοῦ ἐξίστασθαι ἢ εἰς ὑποστάσεις τρεῖς σχί ζεσθαι, ὥσπερ τινὰ πηλὸν ἢ κηρὸν ἐν μορφαῖς διαφόροις διαπλασσόμενον.

38 Ἀλλὰ τοὺς ἐφεξῆς λόγους σκεψώμεθα· πάντῃ γὰρ καὶ καθάπαξ ἐστὶν εἷς, κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μόνος. εἰ περὶ τοῦ πατρὸς λέγει, τούτῳ καὶ ἡμεῖς συντιθέμεθα· εἷς γάρ ἐστιν ὡς ἀληθῶς ὁ πατὴρ μόνος καὶ πάντῃ καθάπαξ κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχων, καὶ οὐδέποτε, ὅπερ ἐστίν, οὔτε μὴ ὢν οὔτε μὴ ἐσόμενος. εἰ τοίνυν πρὸς τὸν πατέρα βλέπει ἡ τοιαύτη φωνή, μὴ μαχέσθω τῷ δόγματι τῆς εὐσεβείας, συμφωνῶν τῇ ἐκκλησίᾳ κατὰ τοῦτο τὸ μέρος. ὁ γὰρ ὁμολογῶν τὸν πατέρα πάντοτε κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχειν ἕνα καὶ μόνον ὄντα, τὸν τῆς εὐσεβείας κρατύνει λόγον, βλέπων ἐν τῷ πατρὶ τὸν υἱόν, οὗ χωρὶς πατὴρ οὔτε ἔστιν οὔτε λέγεται. εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν πατέρα θεὸν ἀναπλάσσει,