1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

7

Ἰου δαίοις διαλεγέσθω ἢ τοῖς λεγομένοις Ὑψιστιανοῖς, ὧν αὕτη ἐστὶν ἡ πρὸς τοὺς Χριστιανοὺς διαφορά, τὸ θεὸν μὲν αὐτοὺς ὁμολογεῖν εἶναί τινα, ὃν ὀνομάζουσιν ὕψιστον ἢ παντοκρά τορα, πατέρα δὲ αὐτὸν εἶναι μὴ παραδέχεσθαι· ὁ δὲ Χρι στιανός, εἰ μὴ τῷ πατρὶ πιστεύοι, Χριστιανὸς οὐκ ἔστιν.

39 ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. οὐ κοι νωνὸν ἔχων, φησί, τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρο νον τῆς βασιλείας· εἷς γάρ ἐστι καὶ μόνος θεὸς ὁ παντοκράτωρ, θεὸς θεῶν, βασιλεὺς τῶν βασιλευόντων, κύριος τῶν κυριευόντων. οὐκ οἶδα πρὸς τίνα βλέπων ὁ Εὐνόμιος τὸ μὴ κοινωνεῖν αὐτῷ τῆς θεότητος τὸν πατέρα διαμαρτύρεται. εἰ μὲν γὰρ πρὸς τὰ εἴδωλα τὰ μάταια καὶ τὴν πεπλανημένην τῶν εἰδωλο λατρούντων ὑπόληψιν τὰ τοιαῦτα λέγει, καθὼς καὶ ὁ Παῦ λος βοᾷ ὅτι οὐκ ἔστι συμφώνησις Χριστῷ πρὸς Βελίαρ οὐδὲ κοινωνία ναῷ θεοῦ μετὰ εἰδώλων, καὶ ἡμεῖς συντι θέμεθα· εἰ δὲ τὸν μονογενῆ θεὸν διὰ τῶν λεγομένων τῆς πατρικῆς ἀφορίζει θεότητος, μαθέτω ὅτι διλήμματον τῆς 40 ἀσεβείας κατηγορίαν ἐφ' ἑαυτοῦ κατασκευάζει. ἢ γὰρ ἀρ νεῖται καθόλου θεὸν εἶναι τὸν μονογενῆ θεόν, ἵνα φυλάξῃ τῷ πατρὶ τὸ ἐν τῇ θεότητι πρὸς τὸν υἱὸν ἀκοινώνητον, καὶ διὰ τούτου παραβάτης ἐλέγχεται, τὸν θεὸν τῶν Χριστιανῶν ἀρνησάμενος, ἢ εἰ δοίη κἀκεῖνον εἶναι θεὸν κατὰ τὴν φύσιν τῷ ἀληθινῷ θεῷ μὴ συμβαίνοντα, ἀνάγκη πᾶσα θεοὺς αὐτὸν πρεσβεύειν ὁμολογεῖν τῇ διαφορᾷ τῶν φύσεων ἀπ' ἀλλήλων διεσχισμένους. ἑλέσθω τούτων ὃ βούλεται, ἢ ἀρνεῖσθαι τοῦ υἱοῦ τὴν θεότητα ἢ θεοὺς ἐπεισάγειν τῷ δόγματι· ὅπερ γὰρ ἂν ἕληται τούτων, ἴσον ἐστὶν εἰς ἀσέβειαν. ἡμεῖς γὰρ παρὰ τῶν θεοπνεύστων τῆς γραφῆς λόγων μυσταγωγούμενοι οὐχὶ κοινωνίαν θεότητος ὁρῶμεν ἐν πατρί τε καὶ υἱῷ, ἀλλ' ἑνότητα, τοῦτο τοῦ δεσπότου διὰ τῶν ἰδίων λόγων διδά ξαντος ἐν οἷς φησιν Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, καὶ ὅτι Ὁ 41 ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. εἰ γὰρ μὴ τῆς αὐτῆς ἦν φύσεως, πῶς ἂν ἢ ἔσχεν ἐν ἑαυτῷ τὸ ἀλλότριον, ἢ πῶς ἂν ἔδειξεν ἐφ' ἑαυτοῦ τὸ ἀνόμοιον, μὴ δεχομένης τῆς ξένης τε καὶ ἀλλοτρίας φύσεως τὸν τοῦ ἑτερογενοῦς χαρα κτῆρα; λέγει δὲ ὅτι οὐδὲ μερίτην ἔχει τῆς δόξης. τοῦτο δὲ ὡς ἔχει λέγει, εἰ καὶ μὴ οἶδεν ὃ λέγει· οὐ γὰρ μερίζεται ὁ υἱὸς πρὸς τὸν πατέρα τὴν δόξαν, ἀλλ' ὅλην ἔχει τοῦ πατρὸς τὴν δόξαν, ὡς καὶ ὁ πατὴρ πᾶσαν ἔχει τοῦ υἱοῦ τὴν δόξαν. οὕτως γὰρ εἶπε πρὸς τὸν πατέρα ὅτι 42 Πάντα τὰ ἐμὰ σά ἐστιν καὶ τὰ σὰ ἐμά. διὸ καὶ ἐν τῷ καιρῷ τῆς κρίσεως ἐπιφανήσεσθαι ἑαυτόν φησιν ἐν τῇ δόξῃ τοῦ πατρός, ὅτε μέλλει ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. δείκνυσι δὲ διὰ τῆς φωνῆς ταύτης τὸ ἡνωμένον τῆς φύσεως· ὡς γὰρ ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης διὰ τὸ μὴ συμβαίνειν πρὸς ἄλληλα τῶν στοιχείων τὴν φύσιν (ὡς εἴ γε ἡ αὐτὴ δόξα ἐπ' ἀμφοτέρων ἦν, οὐκ ἄν τις διαφορὰ τῆς φύσεως αὐτῶν ἐνομίσθη), οὕτως ὁ ἑαυτὸν ἐν τῇ τοῦ πατρὸς δόξῃ φανήσεσθαι προειπὼν ἔδειξε διὰ τῆς κατὰ τὴν δόξαν ταὐτότητος τὴν κοινωνίαν τῆς φύσεως.

43 Τὸ δὲ μὴ σύνθρονον τῆς βασιλείας εἶναι λέ γειν τῷ πατρὶ τὸν υἱὸν πολλὴν μαρτυρεῖ τῷ Εὐνομίῳ τὴν τῶν θείων λογίων μελέτην, ὃς ἐκ τῆς ἄγαν προσοχῆς τῶν θεοπνεύστων γραφῶν οὔπω ἤκουσεν ὅτι Τὰ ἄνω φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ πατρὸς καθήμενος, καὶ ὅτι Ἐν δεξιᾷ τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν, καὶ ἄλλα τοιαῦτα πολλά, ὧν οὐκ ἂν ῥᾳδίως τις τὸ πλῆθος ἐξαριθ μήσειεν· ἅπερ μήπω μαθὼν ὁ Εὐνόμιος ἀπαγορεύει σύν θρονον εἶναι τῷ πατρὶ τὸν υἱόν. τὸ δὲ σύγκληρον τῆς ἐξουσίας μᾶλλον ὡς ἀνόητον παραδραμεῖν χρὴ ἢ ὡς ἀσεβὲς διελέγξαι. τίνα γὰρ διάνοιαν ἔχει ἡ τοῦ συγ κλήρου λέξις, ἐκ τῆς κοινῆς τοῦ λόγου καταχρήσεως οὐκ ἔστιν εὑρεῖν. ἐπὶ τὸν ἱματισμὸν τοῦ κυρίου βάλλουσι κλῆρον, καθὼς ἡ γραφὴ λέγει, οἱ μὴ βουλόμενοι διασχίσαι τὸν δεσποτικὸν χιτῶνα, ἀλλ' ἑνὸς αὐτῶν ποιῆσαι κτῆμα, ᾧ 44 ἂν ὁ κλῆρος χαρίσηται. οἱ τοίνυν πρὸς ἀλλήλους ὑπὲρ τοῦ χιτῶνος διακληρούμενοι δύνανται ἴσως σύγκληροι λέγεσθαι· ἐνταῦθα δὲ ἐπὶ τοῦ πατρὸς καὶ