1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

9

ἐκεῖνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, ὁμοίως ἄνωθεν τοῖς ἐπιγείοις τῆς ἐπισκοπῆς γινομένης παρά τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἀλλὰ καὶ τὰ ἐφεξῆς τοῖς εἰρημένοις προσκεί μενα· ὕψιστος ἐν οὐρανοῖς, ὕψιστος ἐν ὑψίστοις, ἐπουράνιος, ἀληθινὸς ἐν τῷ εἶναι ἀεὶ ὅ ἐστι καὶ διαμένων, ἀληθινὸς ἐν ἔργοις, ἀληθινὸς ἐν λόγοις· ταῦτα γὰρ πάντα ἐπίσης ἐνορᾷ ὁ τῶν Χρι στιανῶν ὀφθαλμὸς ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύ 51 ματος. εἰ δὴ μόνον ἑνί τινι τῶν ἐν τῇ πίστει παραδοθέν των προσώπων ὁ Εὐνόμιος ταῦτα νέμει, τολμησάτω μὴ ἀληθινὸν εἰπεῖν ἐν λόγοις τὸν εἰπόντα ὅτι Ἐγώ εἰμι ἡ ἀλήθεια, ἢ τὸ πνεῦμα τῆς ἀληθείας, ἢ ἀληθινὸν ἐν ἔργοις μὴ συνθέσθω τὸν ποιοῦντα κρῖμα καὶ δικαιοσύνην ἢ τὸ πνεῦμα τὸ ἐνεργοῦν πάντα ἐν πᾶσι καθὼς βούλεται. ταῦτα γὰρ εἰ μὴ προσμαρτυροίη τοῖς παραδοθεῖσιν ἐν τῇ πίστει προσώποις, καθόλου τὴν τῶν Χριστιανῶν παραγρά φεται πίστιν. πῶς γάρ τις πίστεως ἄξιον οἰήσεται τὸν ψευδῆ μὲν ἐν τοῖς λόγοις, μὴ ἀληθινὸν δὲ ἐν τοῖς ἔργοις αὐτοῦ;

52 Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τῷ λόγῳ προέλθωμεν. φησὶ γὰρ ὅτι ἀρχῆς ἁπάσης, ὑποταγῆς, ἐξουσίας, βασιλείας ἀνώτερος. ἡμέτερος οὗτος ὁ λόγος καὶ τῆς καθολικῆς ἐκκλησίας ἴδιος, τὸ πιστεύειν τὴν θείαν φύσιν πάσης ἀρχῆς ἀνωτέραν εἶναι, ὑποχείριον δὲ ἑαυτῆς ἔχειν πᾶν ὅτιπέρ ἐστιν ἐν τοῖς οὖσι νοούμενον. θεία δὲ φύσις ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. εἰ δὲ μόνῳ τῷ πατρὶ ταύτην προσμαρτυρεῖ τὴν δύναμιν καὶ εἰ μόνον αὐτὸν τροπῆς τε καὶ μεταβολῆς ἐλεύθερον ἀποφαί νεται καὶ εἰ μόνον αὐτὸν λέγει ἀκήρατον, πρόδηλον τὸ ἐκ τούτων κατασκευαζόμενον, ὅτι ὁ ταῦτα μὴ ἔχων τρεπτός ἐστι πάντως καὶ φθαρτὸς καὶ μεταβλητὸς καὶ ἐπίκηρος. 53 οὐκοῦν ταῦτα δογματίζει ὁ Εὐνόμιος ἐπὶ τοῦ μονογενοῦς θεοῦ καὶ τοῦ ἁγίου πνεύματος· οὐ γὰρ ἂν ἐχρήσατο τῇ ἀντιδιαστολῇ, τούτοις ἀντιδιαιρῶν τὸν πατέρα, μὴ ταύτην τὴν διάνοιαν ἔχων περὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. τὸ λοιπόν, ἀδελφοί, δοκιμάσατε, εἰ μὴ διώκτης ἐστὶ τῆς τῶν Χριστιανῶν πίστεως ταῦτα φρονῶν. τίς γὰρ τὸ τρεπόμενον καὶ μεταβαλλόμενον καὶ τὸ ἐπίκηρον καταδέξεται σεβά σμιον ἑαυτῷ κρῖναι; οὐκοῦν ὅλος ὁ σκοπός ἐστι τῷ κατα σκευάζοντι τὰ τοιαῦτα νοήματα, ἐκβαλεῖν τῆς ἐκκλησίας τὴν εἰς τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα πίστιν, δι' ὧν κατα σκευάζει μήτε ἀκήρατον εἶναι μήτε ἄτρεπτον μήτε ἀμετά βλητον ἢ αὐτὴν τὴν ἀλήθειαν ἢ τὸ πνεῦμα τῆς ἀληθείας.

54 Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. οὐκ ἐν τῷ γεννᾶν, φησί, τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐ τὸς πατὴρ γινόμενος καὶ υἱός· ἔστι γὰρ ἄφθαρ τος. τοιοῦτον τάχα ἐστίν, ὅ φησι περὶ τῶν ἀσεβῶν ὁ προφήτης, ὅτι Ἱστὸν ἀράχνης ὑφαίνουσιν. ὡς γὰρ ἐπ' ἐκεί νου σχῆμα μὲν ἐστὶ τοῦ ὑφάσματος, ὑπόστασις δὲ οὐκ ἔστιν ἐν τῷ σχήματι (ὁ γὰρ ἁψάμενος οὐδενὸς ὑφεστῶτος ἅπτεται, περιφθειρομένων τῇ τῶν δακτύλων ἁφῇ τῶν ἀραχνίων νη μάτων), τοιαύτη ἐστὶν καὶ ἡ τῶν ματαίων λέξεων ἀνυπό στατος ἱστουργία. οὐκ ἐν τῷ γεννᾶν, φησί, τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώ μενος. ἆρα λόγον ὀνομάσαι χρὴ τὰ λεγόμενα ἢ μᾶλλον φλέγματός τινος ὄγκον ἀπό τινος ὑδερικῆς πληθώρας ἀνα 55 πτυόμενον; τί γάρ ἐστι τὸ τὴν ἑαυτοῦ μερίζειν οὐ σίαν ἐν τῷ γεννᾶν καὶ τὸν αὐτὸν εἶναι γεννῶντά τε καὶ γεννώμενον; τίς οὕτω παράφορος, τίς οὕτως ἐξε στηκὼς τὴν διάνοιαν, ὡς τοῦτον εἰπεῖν τὸν λόγον πρὸς ὃν μάχεσθαι δοκεῖ ὁ Εὐνόμιος; ἡ μὲν γὰρ ἐκκλησία πιστεύει τὸν ἀληθινὸν πατέρα ἀληθῶς εἶναι υἱοῦ πατέρα, ἰδίου, καθώς φησιν ὁ ἀπόστολος, οὐκ ἀλλοτρίου. οὕτω γὰρ ἔν τινι τῶν ἐπιστολῶν ἀπεφήνατο· Ὃς τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀντιδιαστέλλων τῇ τοῦ ἰδίου προσθήκῃ τοὺς χάριτι καὶ οὐ φύσει τῆς υἱοθεσίας ἠξιωμένους. ὁ δὲ ταύτην ἡμῶν δια 56 βάλλων τὴν ὑπόληψιν τί λέγει; οὐκ ἐν τῷ γεννᾶν τὴν οὐσίαν ἑαυτοῦ μερίζων οὐδὲ ὁ αὐτὸς γεν νῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴρ γινό μενος καὶ υἱός· ἔστι γὰρ ἄφθαρτος. ἀκούων τις λόγον ἐν ἀρχῇ ὄντα καὶ θεὸν ὄντα τὸν λόγον καὶ