1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

10

λόγον ἐκ τοῦ πατρὸς ἐξελθόντα οὕτω καταρρυπαίνει τὸ ἀκήρατον δόγμα τοῖς αἰσχροῖς τούτοις καὶ ὀδωδόσι νοήμασι λέγων οὐκ ἐν τῷ γεννᾶν τὴν οὐσίαν μερίζει; ὢ τῆς βδελυρίας τῶν αἰσχρῶν τούτων καὶ ῥυπαρῶν νοημάτων. πῶς οὐ συνίησιν ὁ τὰ τοιαῦτα λέγων, ὅτι οὐδὲ διὰ σαρκὸς ὁ θεὸς φανερούμενος τὸ τῆς ἀνθρωπίνης φύσεως πάθος πρὸς τὴν τοῦ ἰδίου σώματος σύστασιν παρεδέξατο, ἀλλὰ καὶ παιδίον ἐγεννήθη ἡμῖν ἐκ πνεύματος ἁγίου δυνάμεως καὶ οὔτε ἡ παρθένος ἔπαθεν οὔτε τὸ πνεῦμα ἐμειώθη οὔτε 57 ἡ δύναμις τοῦ ὑψίστου ἀπεμερίσθη; καὶ γὰρ καὶ τὸ πνεῦμα ὅλον ἐστὶ καὶ ἡ τοῦ ὑψίστου δύναμις ἀμείωτος ἔμεινε καὶ τὸ παιδίον ἐγεννήθη ὅλον καὶ τὴν τῆς μητρὸς ἀφθορίαν οὐκ ἐλυμήνατο. εἶτα σὰρξ μὲν ἀπὸ σαρκὸς ἐγεννήθη δίχα πάθους, τὸ δὲ τῆς δόξης ἀπαύγασμα οὐ βούλεται ἀπ' αὐτῆς εἶναι ὁ Εὐνόμιος τῆς δόξης, ἐπειδὴ οὔτε μειοῦται 58 γεννῶσα τὸ φῶς ἡ δόξα οὔτε μερίζεται; καὶ ὁ μὲν ἀν θρώπινος λόγος ἀμερίστως ἐκ τοῦ νοῦ γεννᾶται, ὁ δὲ θεὸς λόγος, ἐὰν μὴ μερισθῇ τοῦ πατρὸς ἡ οὐσία, ἐκ τοῦ πατρὸς γεννηθῆναι οὐ δύναται; ἆρά τις οὕτως ἐστὶν ἠλίθιος, ὡς μὴ συνεῖναι τὴν ἀλογίαν τοῦ δόγ ματος; οὐκ ἐν τῷ γεννᾶν, φησί, τὴν ἰδίαν οὐσίαν μερίζων. τίνος γὰρ ἐν τῷ γεννᾶν ἡ ἰδία οὐσία μερί 59 ζεται; οὐσία γὰρ ἐπὶ μὲν τῶν ἀνθρώπων ἡ ἀνθρωπίνη φύσις, ἐπὶ δὲ τῶν ἀλόγων γενικῶς μὲν ἡ ἄλογος, ἰδικῶς δὲ ἐπὶ τῶν βοῶν καὶ ἐπὶ τῶν προβάτων καὶ ἐπὶ πάντων τῶν ἀλόγων ἡ κατὰ τὰς τῶν ἰδιωμάτων διαφορὰς θεωρουμένη. τί τοίνυν ἐκ τούτων μερίζει τὴν ἰδίαν οὐσίαν διὰ τοῦ τόκου; οὐκ ἀεὶ μένει διὰ τῆς διαδοχῆς τῶν ἐπιγινομένων ἐφ' ἑκά 60 στου τῶν ζῴων ἀκεραία ἡ φύσις; εἶτα ἄνθρωπος μὲν ἐξ ἑαυτοῦ τίκτων ἄνθρωπον οὐ μερίζει τὴν φύσιν, ἀλλὰ καὶ ἐν τῷ γεννήσαντι καὶ ἐν τῷ γεννηθέντι ὅλη ἐστίν, οὐκ ἐκ τούτου πρὸς ἐκεῖνον ἀποσχιζομένη καὶ μεθισταμένη οὐδὲ ἐν τούτῳ κολοβουμένη, ὅταν ἐν ἐκείνῳ τελεία γένηται, ἀλλὰ καὶ πᾶσα ἐν τούτῳ οὖσα καὶ πᾶσα ἐν ἐκείνῳ εὑρισκομένη· καὶ γὰρ καὶ πρὶν γεννῆσαι τὸν ἐξ αὐτοῦ ὁ ἄνθρωπος ζῷον ἦν λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ ὅτε ἐγέννησε τὸν τοιοῦτον ἄνθρωπον· ὥστε ἐν ἐκείνῳ δειχθῆναι πάντα τὰ ἰδιώματα τῆς φύσεως, ὡς οὐκ ἀπώλεσε τὸ εἶναι ἄνθρωπος ἐξ ἑαυτοῦ γεννήσας τὸν ἄνθρωπον, ἀλλ' ὃ ἦν πρὸ τούτου, καὶ μετὰ τοῦτο διέμεινεν, οὐδὲν διὰ τοῦ γενέ σθαι τὸν ἐξ αὐτοῦ ἄνθρωπον τῆς ἑαυτοῦ φύσεως ἐλατ 61 τώσας· καὶ ἄνθρωπος μὲν ἐξ ἀνθρώπου γεννᾶται καὶ ἡ τοῦ γεννῶντος οὐ μερίζεται φύσις, τὸν δὲ μονογενῆ θεὸν τὸν ὄντα ἐν τοῖς κόλποις τοῦ πατρὸς οὐ δέχεται ὁ Εὐνό μιος ἀληθῶς ἐκ τοῦ πατρὸς εἶναι, δεδοικὼς μὴ ἀκρωτη ριάσῃ τὴν ἀκήρατον τοῦ πατρὸς φύσιν διὰ τῆς τοῦ μονο γενοῦς ὑποστάσεως, ἀλλ' εἰπὼν ὅτι οὐ τὴν οὐσίαν ἐν τῷ γεννᾶν μερίζων, προσέθηκεν ἢ ὁ αὐτὸς γεν νῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴρ γινό μενος καὶ υἱός, καὶ οἴεται διὰ τῶν ἀσυναρτήτων τού των ῥημάτων σαθροποιεῖν τὸν ἀληθῆ τῆς εὐσεβείας λόγον ἢ ἰσχύν τινα πορίζειν τῇ ἀσεβείᾳ, οὐκ εἰδὼς ὅτι δι' ὧν ἐπινοεῖ κατασκευάζειν τὸ ἄτοπον, διὰ τούτων συνήγορος τῆς 62 ἀληθείας εὑρίσκεται. φαμὲν γὰρ καὶ ἡμεῖς, ὅτι ὁ πάντα τὰ τοῦ ἰδίου πατρὸς ἔχων ἄλλος ἐκεῖνός ἐστι πλὴν τοῦ πατὴρ εἶναι, καὶ ὁ πάντα τὰ τοῦ υἱοῦ ἔχων ὅλον τὸν υἱὸν ἐν ἑαυτῷ δείκνυσι πλὴν τοῦ υἱὸς γενέσθαι· ὥστε ἡ τοῦ ἀτόπου κατασκευή, ἣν κατασκευάζει νῦν ὁ Εὐνόμιος, συμμαχία τῆς ἀληθείας γίνεται, πρὸς τὸ σαφέστερον διαστα λέντος παρ' ἡμῶν τοῦ νοήματος κατὰ τὴν τοῦ εὐαγγελικοῦ λόγου ὑφήγησιν. εἰ γὰρ ὁ ἑωρακὼς τὸν υἱὸν ὁρᾷ τὸν πατέρα, ἄλλον ἑαυτὸν ἐγέννησεν ὁ πατήρ, οὔτε ἑαυτοῦ ἐξιστάμενος καὶ ἐν ἐκείνῳ ὅλος φαινόμενος, ὡς διὰ τούτων τὸ δοκοῦν κατὰ τῆς εὐσεβείας εἰρῆσθαι συμμαχίαν ἀπο δειχθῆναι τοῦ ὑγιαίνοντος δόγματος. 63 Ἀλλ' οὔτε τὴν ἰδίαν οὐσίαν, φησίν, ἐν τῷ γεννᾶν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεν νώμενος ἢ ὁ αὐτὸς πατὴρ γινόμενος καὶ υἱός· ἔστι γὰρ ἄφθαρτος. ὢ τῆς ἀνάγκης τοῦ συμπερά σματος. τί λέγεις, ὦ σοφώτατε;

∆ιότι ἄφθαρτός ἐστιν, οὐ μερίζει τὴν ἰδίαν οὐσίαν γεννῶν τὸν υἱὸν οὐδὲ ἑαυτὸν γεννᾷ καὶ παρ' ἑαυτοῦ γεννᾶται οὔτε πατὴρ ἅμα γίνεται ἑαυτοῦ καὶ υἱός,