1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

16

διαθέσεις καὶ τὴν ἐκ τοῦ χρόνου συνεργίαν καὶ τὴν τοῦ τόπου χρείαν καὶ πρὸ πάν των τὴν ὕλην, ὧν ἄνευ πάντων ἡ κάτω γέννησις ἐκ τῆς 94 φύσεως οὐ συνίσταται. πάσης δὲ τῆς τοιαύτης ἐννοίας ὑλικῆς τε καὶ διαστηματικῆς μὴ συμπαραληφθείσης ἐν τῇ τοῦ υἱοῦ σημασίᾳ, μόνη ὑπελείφθη ἡ φύσις, καὶ διὰ τοῦτο τῇ τοῦ υἱοῦ φωνῇ τὸ οἰκεῖον καὶ γνήσιον τῆς ἐκ τοῦ πα τρὸς ἀναδείξεως ἐπὶ τοῦ μονογενοῦς ἑρμηνεύεται. καὶ ἐπειδὴ οὐχ ἱκανὸν ἦν τὸ τοιοῦτον τῆς γεννήσεως εἶδος ἀρκοῦσαν ἡμῖν ἐμποιῆσαι τῆς ἀρρήτου τοῦ μονογενοῦς ὑπάρξεως τὴν φαντασίαν, συμπαραλαμβάνει καὶ τὸ ἕτερον τῆς γεννήσεως εἶδος πρὸς σημασίαν τῆς τοῦ υἱοῦ θεολογίας τὸ ἐκ τῆς ὑλικῆς ἀπορροίας, καί φησιν ἀπαύγασμα δόξης καὶ ὀσμὴν μύρου καὶ ἀτμίδα θεοῦ, ἅπερ ἐν τῇ ἐκτεθείσῃ παρ' ἡμῶν τεχνολογίᾳ ἡ καθ' ἡμᾶς συνήθεια ὑλικὴν ἀπόρ 95 ροιαν ὀνομάζει. ἀλλ' ὥσπερ ἐν τοῖς προειρημένοις οὔτε ἡ τῆς κτίσεως γένεσις οὔτε ἡ τοῦ υἱοῦ σημασία ἢ χρόνον ἢ ὕλην ἢ τόπον ἢ πάθος συμπαρεδέξατο, οὕτως καὶ ἐνταῦθα πάσης τῆς ὑλικῆς ἐννοίας ἐκκαθάρας τὴν τοῦ ἀπαυγάσματος καὶ τῶν λοιπῶν τῶν μνημονευθέντων σημασίαν, μόνον τὸ θεο πρεπὲς τοῦ τοιούτου τῆς γεννήσεως εἴδους ὁ λόγος παραλαβὼν ἐνδείκνυται τὸ δεῖν ἐξ αὐτοῦ τε καὶ μετ' αὐτοῦ κατὰ ταὐ τὸν νοεῖσθαι διὰ τῆς κατὰ τὴν λέξιν ταύτην ἐμφάσεως. οὔτε γὰρ ἡ ἀτμὶς τὴν εἰς ἀέρα διάχυσιν ἐκ τῆς ὑποκει μένης ὕλης παρίστησιν οὔτε ἡ ὀσμὴ τὴν ἐκ τῆς ποιότητος τοῦ μύρου γινομένην πρὸς τὸν ἀέρα μετάστασιν οὔτε τὸ ἀπαύγασμα τὴν τοῦ ἡλιακοῦ σώματος διὰ τῶν ἀκτίνων γινομένην ἀπόρροιαν, ἀλλὰ τοῦτο μόνον ἐκ πάντων, καθὼς εἴρηται, διὰ τοῦ τοιούτου τῆς γεννήσεως τρόπου δηλοῦται, τὸ ἐξ ἐκείνου τε εἶναι καὶ μετ' ἐκείνου νοεῖσθαι, μηδενὸς διαστήματος μεταξὺ τοῦ πατρὸς καὶ τοῦ ἐξ αὐτοῦ μεσιτεύοντος96. ἐπειδὴ δὲ διὰ πλείονα φιλανθρωπίαν ἡ τοῦ ἁγίου πνεύματος χάρις πολλαχόθεν ἡμῖν ἐγγενέσθαι τὰς θείας περὶ τοῦ μονογενοῦς ὑπολήψεις ᾠκονομήσατο, προσέθηκε καὶ τὸ λειπόμενον τῶν ἐν γεννήσει θεωρουμένων εἶδος, τὸ ἐκ τοῦ νοῦ καὶ τοῦ λόγου. ἀλλ' ἐν τούτῳ πλείονι χρῆται τῇ προμηθείᾳ ὁ ὑψηλὸς Ἰωάννης, ὥστε μὴ ὑπὸ ἀτονίας τε καὶ μικροψυχίας καταπεσεῖν τὸν ἀκούοντα πρὸς τὴν κοινὴν ἔννοιαν τοῦ λόγου, ὡς φθόγγον τοῦ πατρὸς τὸν υἱὸν νομισθῆναι· διὰ τοῦτο προσμαρτυρεῖ τῷ λόγῳ τὸ κατ' οὐ σίαν εἶναι ἐν αὐτῇ τῇ πρώτῃ καὶ μακαρίᾳ φύσει, οὕτως ἀναβοήσας τὸ κήρυγμα ὅτι ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ πρὸς τὸν θεὸν καὶ θεός, καὶ φῶς καὶ ζωὴ καὶ πάντα ὅσα ἐστὶν ἡ ἀρχὴ καὶ αὐτὸς ἦν.

97 Τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων ἤτοι τῶν ἐξ αἰτίας ὑφεστώτων ἔν τε τῇ καθ' ἡμᾶς συνηθείᾳ γινωσκο μένων, παραληφθέντων δὲ καὶ παρὰ τῆς ἁγίας γραφῆς πρὸς τὴν τῶν ὑπερκειμένων διδασκαλίαν οὕτως, ὡς εἰκός ἐστι πρὸς παράστασιν τῶν θείων ὑπολήψεων ἕκαστον τού των εὐσεβῶς μεταληφθῆναι, καιρὸς ἂν εἴη κατανοῆσαι καὶ τοῦ Εὐνομίου τὸν λόγον, ἐπὶ ποίου δέχεται σημαινομένου τὴν τῆς γεννήσεως ἔμφασιν. υἱόν, φησίν, ἀληθινόν, οὐκ ἀγέννητον, καὶ ἀληθῶς γεννηθέντα πρὸ αἰώνων. τὴν μὲν οὖν ἐν τῇ διαστολῇ κακουργηθεῖσαν ἀκολουθίαν ὡς παντὶ γνώριμον οὖσαν παραδραμεῖν οἶμαι 98 προσήκει. τίς γὰρ οὐκ οἶδεν ὅτι, τῷ μὲν υἱῷ πρὸς τὸν πατέρα, τῷ δὲ γεννητῷ πρὸς τὸν ἀγέννητον οὔσης τῆς ἀν τιδιαστολῆς οὗτος τὸν πατέρα παρεὶς ἀντιδιαστέλλει τῷ υἱῷ τὸν ἀγέννητον, δέον, εἴπερ ἀληθείας ἐποιεῖτο φρον τίδα, μὴ παρατρέψαι τῆς σχετικῆς ἀκολουθίας τὸν λόγον, ἀλλ' εἰπεῖν ὅτι "1υἱὸν ἀληθινόν, οὐ πατέρα"2, οὕτω δ' ἂν συνδιεσώθη τῇ ἀκολουθίᾳ τοῦ λόγου καὶ ἡ εὐσέβεια, τῇ διακρίσει τῶν προσώπων μὴ συνδιασχισθείσης τῆς φύσεως. ἀλλὰ τὴν ἀληθῆ τε καὶ ἔγγραφον τοῦ πατρὸς χρῆσιν τὴν παρ' αὐτοῦ τοῦ λόγου παραδοθεῖσαν ἐν τῷ λόγῳ τῆς πί στεως ὑπαμείψας ἀγέννητον ἀντὶ τοῦ πατρὸς κατωνό μασεν, ἵνα χωρίσας αὐτὸν τῆς φυσικῶς ἐνθεωρουμένης τῇ τοῦ πατρὸς κλήσει πρὸς τὸν υἱὸν οἰκειότητος κοινοποιήσῃ πρὸς πάντα τὰ ἐν τῇ κτίσει φαινόμενα, οἷς κατὰ τὸ ἴσον ἡ ἀντιδιαστολή ἐστι πρὸς τὸ ἀγέννητον. 99 Ἀληθῶς, φησί, γεννηθέντα πρὸ αἰώνων. παρὰ τίνος, εἰπάτω. παρὰ τοῦ