1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

22

περιμετρεῖ τῇ χειρὶ τὸ ὕδωρ, διὰ τοῦτο τὴν νοητὴν πᾶσαν κτίσιν ἐν ἑαυτῷ περιέχει, ἵνα πάντα ἐν τῷ εἶναι μένῃ, τῇ περιεκτικῇ δυνάμει περικρατούμενα. τίς οὖν ὁ πάντα ἐν πᾶσιν ἐνεργῶν, ἐξετάσωμεν. τίς ὁ πάντα ποιήσας, οὗ χωρὶς τῶν ὄντων ἔστιν οὐδέν; τίς ἐστιν ἐν ᾧ τὰ πάντα ἐκτίσθη καὶ ἐν ᾧ τὰ ὄντα τὴν διαμονὴν ἔχει; 127 ἐν τίνι ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν; τίς ὁ τὰ πάντα ἔχων ἐν ἑαυτῷ ὅσα ὁ πατὴρ ἔχει; ἆρα ἀγνοοῦμεν ἔτι διὰ τῶν εἰρημένων τὸν ἐπὶ πάντων θεὸν τὸν ὑπὸ τοῦ Παύλου οὕτως ὀνομαζόμενον, τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, ὃς πάντα ἐν τῇ χειρὶ τὰ τοῦ πατρὸς ἔχων, καθὼς αὐτός φησι, περιδέδρακται πάντως διὰ τῆς πολυχώρου αὐτοῦ παλάμης τῶν πάντων καὶ κρατεῖ τῶν περιδεδραγμένων καὶ οὐδεὶς αἴρει ἐκ τῆς χειρὸς αὐτοῦ τοῦ κρατοῦντος τῇ χειρὶ τῶν πάντων; εἰ οὖν πάντα ἔχει καὶ κρατεῖ ὧν ἔχει, τί ἄλλο καὶ οὐχὶ παντοκράτωρ πάντως ἐστὶν ὁ κρατῶν τῶν 128 πάντων; εἰ δὲ λέγοι ἡ αἵρεσις, ὅτι καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος κρατεῖ ὁ πατήρ, πρῶτον ἀποδειξάτωσαν, ὅτι τρεπτῆς ἐστι φύσεως ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τότε τὸν κρατοῦντα τῷ τρεπομένῳ ἐπιστησάτωσαν, ἵνα τῇ ἄνωθεν ἐγγινομένῃ βοηθείᾳ μείνῃ τὸ κρατούμενον πρὸς τὸ κακὸν ἀμετάπτωτον. εἰ δὲ ἀνεπίδεκτος κακίας ἡ θεία φύσις ἄτρεπτός τε καὶ ἀναλλοίωτος καὶ ἀεὶ ὡσαύτως ἔχει, εἰς τί τοῦ κρατοῦντος ἐπιδεήσεται ἡ δι' ἑαυτῆς πᾶσαν ἐπικρατοῦσα τὴν κτίσιν, αὐτὴ δὲ τοῦ κρατοῦντος μὴ δεο μένη διὰ τὸ ἄτρεπτον; διὰ τοῦτο ἐν τῷ ὀνόματι τοῦ Χρι στοῦ πᾶν γόνυ κάμπτει, ἐπουρανίων καὶ ἐπιγείων καὶ κατα 129 χθονίων.

Οὐ γὰρ ἂν ἔκαμψεν, εἰ μὴ τὸν ἐπὶ σωτηρίᾳ κρατοῦντα πάντως ἐγίνωσκε. τὸ δὲ λέγειν τῇ ἀγαθότητι τοῦ πατρὸς τὸν υἱὸν γεγεννῆσθαι οὐδὲν ἄλλο ἐστὶν ἢ εἰς τὸ ὁμότιμον αὐτὸν καταστῆσαι τοῖς ἐσχάτοις τῆς κτίσεως. τί γὰρ οὐχὶ τῇ ἀγαθότητι τοῦ πεποιηκότος ἦλθεν εἰς γένεσιν; τίνι λογίζεται ἡ τῆς ἀνθρωπίνης φύσεως κατασκευή, πο νηρίᾳ ἢ ἀγαθότητι τοῦ ποιήσαντος; τίνι δὲ ἡ τῶν ζῴων γένεσις, ἡ τῶν φυτῶν τε καὶ βλαστημάτων φύσις; οὐδὲν ἔστιν ὃ μὴ τῇ ἀγαθότητι τοῦ πεποιηκότος ἔσχε τὴν γέ νεσιν. ὅπερ οὖν ἐπὶ πάντων ὁ λόγος ὁρᾷ, τοῦτο ὁ Εὐνό 130 μιος τῷ υἱῷ ὑπὸ φιλανθρωπίας χαρίζεται. τὸ δὲ μὴ μερίσασθαι πρὸς τὸν πατέρα τὴν οὐσίαν ἢ τὴν ἀξίαν ἢ ὅσα τοιαῦτα φλυαρῶν διεξέρχεται, ἤδη ἐν τοῖς περὶ τοῦ πατρὸς λόγοις προεξελήλεγκται, ὡς μάτην αὐτοῦ ταῦτα καὶ δίχα διανοίας προσρίψαντος. οὐδὲ γὰρ ἡμῖν τοῖς ἐξ ἀλλήλων τικτομένοις οὐσίας διαίρεσις γίνεται· ὅλος γὰρ ἐν ἑκάστῳ μένει τῆς οὐσίας ὁ λόγος ἐν τῷ γεγεννημένῳ καὶ τῷ γεννήσαντι, οὔτε ἐν τῷ γεννῶντι μείωσιν οὔτε ἐν τῷ γεγεννημένῳ αὔξησιν τοῦ λόγου τῆς οὐσίας λαμβάνοντος. ὁ δὲ τῆς ἀξίας ἢ τῆς βασιλείας μερισμὸς ἐπὶ τοῦ πάντα ἔχοντος τὰ τοῦ πατρὸς οὐδεμίαν διάνοιαν ἔχει πλὴν τοῦ ἔλεγχον εἶναι τῆς ἀσεβείας. οὐκοῦν περιττὸν ἂν εἴη τοῖς τοιούτοις συμπλεκόμενον εἰς ἀμετρίαν ἀποτείνειν τὸν λόγον, πρὸς δὲ τὰ ἐφεξῆς τούτοις μετέλθωμεν.

131 ∆εδοξασμένον, φησί, παρὰ τοῦ πατρὸς πρὸ αἰώνων. ἀποδέδεικται τῆς ἀληθείας ὁ λόγος, τῇ μαρ τυρίᾳ τῶν ἐχθρῶν κρατυνόμενος. τοῦτο γὰρ τῆς ἡμετέρας πίστεώς ἐστι τὸ κεφάλαιον, ὅτι παρὰ τοῦ πατρὸς ἐξ ἀϊδίου δοξάζεται ὁ υἱός. τὸ γὰρ πρὸ τοῦ αἰῶνος ταὐτόν ἐστι τῷ ἀϊδίῳ κατὰ τὴν ἔννοιαν, οὕτω τῆς προφητείας ἑρμηνευούσης ἡμῖν τοῦ θεοῦ τὸ ἀΐδιον ἐν οἷς φησιν Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. εἰ οὖν τὸ ὑπάρχειν πρὸ τῶν αἰώνων πάσης ἀρχῆς ἐστιν ἐξώτερον, ὁ τὴν προαιώνιον τῷ υἱῷ ἀνατιθεὶς δόξαν πολὺ πρότερον αὐτῆς τὴν ἐξ ἀϊδίου προσεμαρτύρησεν ὕπαρξιν. οὐ γὰρ τὸ μὴ ὄν, ἀλλὰ τὸ ὂν πάντως δοξάζεται. μετὰ ταῦτα δὲ τῆς κατὰ τοῦ ἁγίου πνεύματος βλασφημίας ἑαυτῷ τὰ σπέρματα καταβάλλει, οὐχ ἵνα τὸν υἱὸν δοξάσῃ, ἀλλ' 132 ἵνα τῷ πνεύματι τῷ ἁγίῳ ἐμπαροινήσῃ. βουλόμενος γὰρ μέρος τῆς ἀγγελικῆς δυνάμεως ἀποδεῖξαι τὸ πνεῦμα τὸ ἅγιον τοῦτο προσέρριψεν εἰπὼν ὅτι δοξαζόμενον ὑπὸ τοῦ πνεύματος δι' αἰῶνος καὶ πάσης λογικῆς καὶ γεννητῆς οὐσίας· ὡς μηδεμίαν εἶναι διαφορὰν τῷ πνεύματι τῷ ἁγίῳ πρὸς πᾶν τὸ γινόμενον, εἴπερ