1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

24

διορίζεται, ὅτι οὐ πρότερον ὑπήκοος ἐγένετο καὶ τότε υἱός, οὐδὲ πρεσβυτέραν χρὴ νοεῖν τὴν ὑπακοὴν αὐτοῦ τῆς γεννήσεως. εἰ δὲ μὴ προσδιωρίσατο ταῦτα, τίς οὕτω μωρὸς καὶ ἠλίθιος ἦν, ὡς μισθὸν ὑπακοῆς οἰηθῆναι παρὰ τοῦ πατρὸς αὐτῷ δεδόσθαι τὴν γέννησιν τῷ πρὸ τῆς γεννήσεως ἐπιδειξαμένῳ τὸ εὐπειθὲς καὶ ὑπήκοον; 138 ἀλλ' ἵνα μὴ προχείρως τις ἐκ τῆς ἀνοίας τῶν λεγομένων κατασυρῇ πρὸς τὸν γέλωτα, νοησάτω ὅτι ἔχει τι καὶ ἡ μωρία τῶν λεγομένων ἐν ἑαυτῇ δακρύων ἄξιον. ὃ γὰρ βούλεται κατασκευάσαι διὰ τούτων, τοιοῦτόν ἐστιν, ὅτι φύσις αὐτῷ ἐστιν ἡ ὑπακοή, ὡς μηδὲ βουλομένῳ δυνατὸν γε νέσθαι τὸ μὴ ὑπήκοον εἶναι. τοιοῦτον γὰρ αὐτὸν κατε σκευάσθαι λέγει, ὡς πρὸς ὑπακοὴν μόνην τὴν φύσιν αὐτοῦ ἐπιτηδείως ἔχειν. καθάπερ τῶν ὀργάνων τὸ πρός τινα τύπον ἐσχηματισμένον ἐκεῖνο τὸ εἶδος ἐντυποῖ κατ' ἀνάγκην τῷ ὑποκειμένῳ, ὅπερ ὁ χαλκεύων τῇ τοῦ ὀργάνου κατα σκευῇ ἐναπέθετο, ᾧ οὐκ ἔστι δύναμις ἢ εὐθὺ ἐμποιῆσαι τῷ ὑποδεχομένῳ τὸ ἴχνος, εἰ περιφερὴς εἴη ἡ ἐργασία, ἢ κύκλον δεῖξαι διὰ τοῦ τύπου, εἰ κατ' εὐθεῖαν ἐσχημα 139 τισμένον τύχοι τὸ ὄργανον. ὅσον δὲ τῆς τοιαύτης διανοίας ἐστὶ τὸ βλάσφημον, τί χρὴ διὰ τῶν ἡμετέρων ἐκκαλύπτεσθαι λόγων, αὐτῆς τῆς αἱρετικῆς φωνῆς τὴν ἀτοπίαν βοώσης; εἰ γὰρ διὰ τοῦτο ὑπήκοος, διότι τοιοῦτος ἐγένετο, οὐδὲ πρὸς τὴν ἀνθρωπίνην φύσιν πάντως τὸ ἴσον ἔχει, εἴπερ ἡμῖν μὲν αὐτεξούσιός ἐστιν ἡ ψυχὴ καὶ ἀδέσποτος, αὐτοκρατορι κῶς αἱρουμένη κατ' ἐξουσίαν τὸ καταθύμιον, ὁ δὲ ἀνάγκῃ φύσεως ὑπεζευγμένος ἐνεργεῖ διὰ παντός, μᾶλλον δὲ πάσχει τὴν ὑπακοήν, οὐδὲ εἰ μὴ βούλοιτο τοῦτο ποιεῖν συγχωρούσης τῆς φύσεως· ἐκ γὰρ τοῦ υἱὸς εἶναι καὶ γεγεννῆσθαι οὗτος ὑπήκοος γέγονεν ἐν λόγοις καὶ ὑπήκοος ἐν ἔρ 140 γοις. ὢ τῆς ἀναισθησίας τοῦ δόγματος. λόγοις ὑπήκοον τὸν λόγον ποιεῖς καὶ προεπινοεῖς τοῦ ὄντως λόγου λόγους ἑτέρους καὶ μεσιτεύει τοῦ ἐν τῇ ἀρχῇ ὄντος λόγου ἕτερος λόγος τῆς ἀρχῆς πρὸς αὐτὸν διαπορθμεύων τὸ βούλημα. Καὶ οὐχ εἷς οὗτος, ἀλλὰ καὶ πλείονές εἰσί τινες λόγοι οἱ διὰ μέσου τῆς ἀρχῆς καὶ τοῦ λόγου παρὰ τοῦ Εὐνομίου παρενειρόμενοι καὶ πρὸς τὸ δοκοῦν αὐτοῖς τῇ ὑπακοῇ αὐτοῦ καταχρώμενοι.

141 Ἀλλὰ τί χρὴ τῇ ματαιότητι τῶν λεγομένων ἐνδιατρί βειν; παντὶ γὰρ δῆλόν ἐστιν, ὅτι καὶ ὅτε ὁ Παῦλος εἶπεν αὐτὸν γεγενῆσθαι ὑπήκοον (εἶπε δὲ οὕτως αὐτὸν γεγενῆσθαι ὑπήκοον, σάρκα καὶ δοῦλον καὶ κατάραν καὶ ἁμαρτίαν δι' ἡμᾶς γενόμενον), οὐδὲ τότε ὁ κύριος τῆς δόξης ὁ τῆς αἰσχύνης καταφρονήσας καὶ τῇ σαρκὶ τὸ πάθος ἀναδεξά μενος τῆς αὐθεντικῆς ἐξουσίας ἑαυτὸν ἠλλοτρίωσε λέγων Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν, καὶ πάλιν Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ ὅτε προσήγγισαν αὐτῷ κατὰ τὴν πρὸ τοῦ πάθους νύκτα οἱ τῷ σιδήρῳ καὶ τοῖς ξύλοις καθωπλισμένοι, πάντας αὐ τοὺς εἰς τὸ κατόπιν ἀνέτρεψε διὰ τοῦ εἰπεῖν ὅτι Ἐγώ εἰμι· καὶ πάλιν τοῦ λῃστοῦ ἱκετεύσαντος ἐν μνήμῃ παρ' αὐτοῦ γενέσθαι, ἔδειξε τὴν ἐπὶ πάντων ἐξουσίαν ἐν οἷς φησι Σή 142 μερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. εἰ τοίνυν οὐδὲ ἐν τῷ καιρῷ τοῦ πάθους τῆς ἐξουσίας χωρίζεται, ποῦ ποτε βλέπει ἡ αἵρεσις τοῦ βασιλέως τῆς δόξης τὸ ὑπεξούσιον; τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, μεσίτην λέγων ἐν δόγμασι, μεσίτην ἐν νόμῳ; οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποστόλου ἐπαιδεύθημεν, ὅς φησιν ὅτι ὁ τὸν νόμον τῶν ἐντολῶν καταργήσας τοῖς ἑαυτοῦ δόγμασιν, οὗτός ἐστιν ὁ μεσίτης θεοῦ καὶ ἀνθρώπων, εἰπὼν οὕτω τῷ ῥήματι ὅτι Εἷς θεὸς καὶ εἷς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. ὅλον ἡμῖν ἐνταῦθα τὸν σκοπὸν τοῦ μυστηρίου 143 διὰ τῆς τοῦ μεσίτου λέξεως διαλαβὼν ἀπεκάλυψεν. ὁ δὲ σκοπὸς οὗτός ἐστιν. ἀπέστη διὰ τῆς τοῦ ἀντικειμένου κα κίας ποτὲ τὸ ἀνθρώπινον, καὶ τῇ ἁμαρτίᾳ δουλωθὲν καὶ τῆς ὄντως ἠλλοτριώθη ζωῆς. ἀνακαλεῖται μετὰ ταῦτα τὸ ἑαυτοῦ πλάσμα ὁ τοῦ πλάσματος κύριος καὶ γίνεται ἄνθρω πος μετὰ τοῦ εἶναι θεός, κἀκεῖνο ὅλον ὢν καὶ τοῦτο ὅλον γενόμενος, καὶ οὕτω συνανεκράθη θεῷ τὸ ἀνθρώπινον, τοῦ