1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

26

περὶ τοῦ Σὴθ ὁ λόγος, ὅτι ἐγέννησε τὸν Σὴθ ὁ Ἀδὰμ κατὰ τὸ εἶδος αὐτοῦ καὶ κατὰ τὴν ὁμοιότητα· ὅπερ εἰ λέγοι ὁ Εὐ νόμιος, οὐκ ἀπόβλητον τὸν λόγον ποιούμεθα. ἐνταῦθα γὰρ οὔτε ἡ φύσις τῶν ἀλλήλοις ὁμοιουμένων διάφορος, καὶ ὁ χαρακτὴρ καὶ τὸ εἶδος τὴν κοινωνίαν ἔχει. ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν, ὅσα περὶ τῆς τοῦ ὁμοίου διαφορᾶς ἡμεῖς 151 ἐνοήσαμεν. ἴδωμεν τοίνυν πρὸς τί βλέπων ὁ Εὐνόμιος τὴν ἐξαίρετον ἐκείνην ὁμοιότητα πρὸς τὸν πατέρα μαρ τυρεῖ τῷ υἱῷ λέγων ὅμοιον εἶναι τῷ γεννήσαντι μό νον κατ' ἐξαίρετον ὁμοιότητα κατὰ τὴν ἰδιά ζουσαν ἔννοιαν, οὐχ ὡς πατρὶ πατέρα· οὐ γάρ εἰσι δύο πατέρες. τὴν κατ' ἐξαίρετον ὁμοιότητα τοῦ υἱοῦ πρὸς τὸν πατέρα δεικνύειν ἐπαγγειλάμενος, ὅπως μὴ προσήκει νοεῖν αὐτὸν ὅμοιον, κατασκευάζει τῷ λόγῳ. εἰπὼν γὰρ ὅτι οὐχ ὡς πατρὶ πατὴρ ἔοικεν, κατεσκεύασε τῷ λόγῳ ὅτι οὐκ ἔοικε· καὶ πάλιν προσθεὶς ὅτι οὔτε ὡς ἀγεν νήτῳ ἀγέννητος, καὶ διὰ τούτου ἀπεῖπε νοεῖν ἐπὶ τοῦ υἱοῦ πρὸς τὸν πατέρα τὴν ὁμοιότητα· εἶτα ἐπαγαγὼν ὅτι οὔτε ὡς υἱῷ υἱός, τρίτον ἐπήγαγε νόημα, δι' οὗ παντάπασι 152 τὸν τοῦ ὁμοίου παραφέρεται λόγον. οὕτω μὲν οὖν τοῖς ἰδίοις ἕπεται λόγοις, τὴν τοῦ ὁμοίου ἀπόδειξιν διὰ τῆς κατα σκευῆς τοῦ ἀνομοίου ποιούμενος. ἐξετάσωμεν δὲ τὸ σοφὸν αὐτοῦ καὶ ἁπλοῦν, ὃ τοῖς διορισμοῖς ἐπιδείκνυται. υἱὸν γὰρ πατρὶ ὅμοιον εἶναι εἰπὼν ἀσφαλίζεται τὴν ἀκοήν, μὴ δεῖν ὡς πατέρα πατρὶ τὸν υἱὸν ἐοικέναι νοεῖν. τίς δὲ οὕτως ἐν ἀνθρώποις ἀνόητος, ὥστε υἱὸν ὅμοιον τῷ πατρὶ μαθὼν εἶναι εἰς τὴν πατρὸς πρὸς τὸν πατέρα ὁμοιότητα τοῖς λο 153 γισμοῖς ἐναχθῆναι; οὐδὲ ὡς υἱῷ, φησίν, υἱόν· πάλιν τὸ ἴσον ἐν τῷ διορισμῷ ἡ δριμύτης ἔχει. πατρὶ υἱὸν ὅμοιον εἶναι εἰπὼν τὸ μὴ δεῖν ὡς πρὸς υἱὸν ἄλλον ὁμοίως ἔχειν προσδιορίζεται. ταῦτα τῶν σεμνῶν τοῦ Εὐνομίου δογμάτων ἐστὶ τὰ μυστήρια, δι' ὧν σοφώτεροι τῶν ἄλλων οἱ μαθηταὶ αὐ τοῦ γίνονται μαθόντες, ὅτι πατρὶ υἱὸς ἐοικὼς οὐχ υἱῷ ἔοικεν· οὐ γάρ ἐστιν υἱὸς πατήρ· οὐδὲ ὡς ἀγεννήτῳ ἀγέννητος· οὐ γὰρ ἀγέννητός ἐστιν ὁ υἱός. τὸ δὲ καθ' ἡμᾶς μυστή ριον ὅταν πατέρα εἴπῃ, υἱοῦ πατέρα πάντως διακελεύεται, καὶ ὅταν υἱὸν ὀνομάσῃς πατρὸς υἱὸν διδάσκει νοεῖν. καὶ οὐδὲν τῆς περιττῆς ταύτης σοφίας μέχρι καὶ νῦν ἐδεήθημεν, ὥστε διὰ πατρὸς καὶ υἱοῦ δύο πατέρας ἢ δύο υἱοὺς ὑποτίθε σθαι ἢ ἀγεννήτων δυάδα.

154 Τί δὲ βούλεται ἡ πολλὴ περὶ τὸ ἀγέννητον τοῦ Εὐνομίου σπουδή, πολλάκις μὲν ἤδη δεδήλωται, καὶ νῦν δὲ πάλιν δι' ὀλίγων εἰρήσεται. τῆς γὰρ τοῦ πατρὸς σημασίας μηδεμίαν πρὸς τὸν υἱὸν διαφορὰν κατὰ τὴν φύσιν ἐνδεικνυ μένης, εἰ μέχρι τούτων τὸν λόγον ἔστησεν, οὐκ ἂν ἔσχεν ἰσχὺν ἡ ἀσέβεια, τῆς φυσικῆς τῶν ὀνομάτων ἐννοίας οὐ 155 παραδεχομένης τὸ κατ' οὐσίαν ἀλλότριον. νῦν δὲ ἀγέν νητον καὶ γεννητὸν λέγων, ἐπειδὴ ἄμεσός ἐστι πρὸς ἄλληλα τῶν ὀνομάτων τούτων ἡ ἐναντίωσις, ὡς θνητοῦ καὶ ἀθανάτου καὶ λογικῶν καὶ ἀλόγων καὶ πάντων τῶν ὁμοιοτρό πως ἐκφωνουμένων, ὅσα διὰ τῶν κατὰ τὸ ἐναντίον σημαι νομένων ἀλλήλοις ἀντικαθέστηκεν, ἔδωκεν ὁδὸν τῇ βλα σφημίᾳ διὰ τῶν ὀνομάτων τούτων, ὥστε τὴν τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον διαφορὰν καὶ τῷ γεννητῷ πρὸς τὸ ἀγέν νητον ἐνθεωρῆσαι· καὶ ὥσπερ ἄλλη τοῦ θνητοῦ καὶ ἄλλη τοῦ ἀθανάτου ἡ φύσις καὶ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου ἀσύμβατα κατὰ τὴν οὐσίαν ἐστὶ τὰ ἰδιώματα, οὕτω βούλεται ἄλλην μὲν τοῦ ἀγεννήτου κατασκευάσαι τὴν φύσιν, ἄλλην δὲ τοῦ γεννητοῦ, ἵνα ὥσπερ ὑποχείριος τῷ λογικῷ ἡ ἄλογος φύσις δεδημιούργηται, οὕτως διὰ φυσικῆς ἀνάγκης ὑπεζευγμένον 156 τῷ ἀγεννήτῳ τὸ γεννητὸν ἐπιδείξῃ. διὸ συνάπτει τῷ ἀγεν νήτῳ τὸ τοῦ παντοκράτορος ὄνομα, ὃ οὐκ εἰς προ νοητικὴν ἐνέργειαν, ὡς προλαβὼν ὁ λόγος ὑπέδειξεν, ἀλλ' εἰς τυραννικὴν ἐξουσίαν μεταλαμβάνων τὴν ἑρμηνείαν τοῦ παντοκράτορος, ὡς μέρος τῆς ἀρχομένης τε καὶ ὑπο χειρίου φύσεως καὶ τὸν υἱὸν ποιῆσαι, μετὰ πάντων δου λεύοντα τῷ διὰ τῆς τυραννικῆς ἐξουσίας κρατοῦντι κατὰ τὸ ἴσον τῶν πάντων. καὶ ὅτι πρὸς τοῦτο βλέπων ταῖς τοιαύς χρῆται τοῦ λόγου διαστολαῖς, ἐκ τῶν ὑποκειμένων 157