1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

27

σαφηνισθήσεται. εἰπὼν γὰρ ἐκεῖνα τὰ σοφά τε καὶ περι εσκεμμένα, ὅτι οὔτε ὡς πατρὶ ἔοικε πατὴρ οὐδὲ ὡς υἱῷ υἱός-καίτοι γε οὐδεμία ἐστὶν ἀνάγκη ἐοικέναι πάντως πατρὶ πατέρα καὶ υἱῷ υἱόν· πατὴρ γάρ τίς ἐστιν ἐν Αἰθίοψι, πατὴρ καὶ ἐν Σκύθαις, καὶ υἱὸς ἑκατέρου τούτων μέλας μὲν ὁ τοῦ Αἰθίοπος, λευκόχρους δὲ καὶ ὑποχρυσίζων κατὰ τὴν κόμην ὁ Σκύθης, καὶ οὐδὲν μᾶλλον διὰ τὸ πατέρα εἶναι ἑκάτερον οὔτε διὰ τὸν Αἰθίοπα ὁ Σκύθης μελαίνεται οὔτε διὰ τὸν Σκύθην ἀλλοιοῦται τὸ σῶμα πρὸς τὸ λευκὸν τοῦ Αἰθίοπος-ἀλλ' ὅμως εἰπὼν ταῦτα κατὰ τὸ ἀρέσκον αὐτῷ ὁ Εὐνόμιος ἐπήγαγεν, ὅτι ὅμοιός ἐστιν ὡς υἱὸς πατρί, 158 τοῦ δὲ τοιούτου λόγου τὸ κατὰ τὴν φύσιν οἰκεῖον ἐνδεικνυ μένου, ὡς ἐπὶ τοῦ Σὴθ καὶ τοῦ Ἀδὰμ ἡ θεόπνευστος μαρτυρεῖ διδασκαλία, μικρὰ φροντίσας ὁ δογματιστὴς τῶν συνετῶς ἀκροωμένων τὴν καινὴν ἐπήγαγεν ἑρμηνείαν τῆς τοῦ υἱοῦ προσηγορίας, εἰκόνα καὶ σφραγῖδα τῆς τοῦ παντο κράτορος ἐνεργείας αὐτὸν ὁρισάμενος.

159 Υἱὸς γάρ ἐστι, φησίν, εἰκὼν καὶ σφραγὶς τῆς τοῦ παντοκράτορος ἐνεργείας. αὐτό μοι τοῦτο πρῶτον ὁ ἔχων ὦτα ἀκούειν ἐπισκεψάσθω, τίς ἐστιν ἡ τῆς ἐνεργείας σφραγίς; πᾶσα γὰρ ἐνέργεια ἐν μὲν τῷ ἐκπονοῦντι τὸ σπουδαζόμενον θεωρεῖται, περαιωθέντος δὲ τοῦ σπουδαζομένου καθ' ἑαυτὴν οὐχ ὑφέστηκεν· οἷον ἐν έργεια τοῦ δρομέως ἡ διὰ τῶν ποδῶν ἐστι κίνησις, παυσα μένης δὲ τῆς κινήσεως οὐκέτι ἔστιν ἐφ' ἑαυτῆς ἡ ἐνέργεια. 160 οὕτως καὶ ἐπὶ παντὸς ἔστιν ἐπιτηδεύματος τὸ ἴσον εἰπεῖν, τῇ σπουδῇ τοῦ περί τι πονοῦντος συναπολήγειν καὶ τὴν ἐνέργειαν *** ἐφ' ἑαυτῆς δὲ οὐκ οὖσαν οὔτε ἐνεργοῦντός τινος τὴν προκειμένην ἑαυτῷ σπουδὴν οὔτε εἰ τῆς σπουδῆς ἀπολήξειε. τί οὖν λέγει εἶναι καθ' ἑαυτὴν τὴν ἐνέργειαν τὴν οὔτε οὐσίαν οὖσαν οὔτε χαρακτῆρα οὔτε ὑπόστασιν; οὐκοῦν τοῦ ἀνυποστάτου αὐτὸν εἶπεν ὁμοίωμα· τὸ δὲ τῷ ἀνυπάρκτῳ ὅμοιον οὐδὲ αὐτὸ πάντως ἔστιν. αὕτη τῶν καινῶν δογμάτων ἡ τερατεία, τὸ πιστεύειν εἰς τὸ μὴ ὄν. τὸ γὰρ τῷ μὴ ὄντι ὅμοιον οὐκ ἔστι πάντως.

161 ὦ Παῦλε καὶ Ἰωάννη καὶ ὁ λοιπὸς τῶν εὐαγγελιστῶν τε καὶ τῶν ἀποστόλων χορός, τίνες τῇ ὑμετέρᾳ φωνῇ τὰς ἰοβόλους γλώσσας ἑαυτῶν ἀνθοπλίζουσι; τίνες ταῖς οὐρα νίαις ὑμῶν βρονταῖς τὰς βατραχώδεις ἑαυτῶν φωνὰς ἀντε γείρουσι; τί οὖν λέγει ὁ υἱὸς τῆς βροντῆς; Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. τί δὲ ὁ μετ' ἐκεῖνον ἄλλος ἐκεῖνος, ὁ ἐντὸς τῶν οὐρανίων ἀδύτων γενόμενος, ὁ ἐν τῷ παραδείσῳ μυηθεὶς τὰ ἀπόρ ρητα; Ὤν, φησίν, ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. τί μετὰ τούτους λέγει ὁ ἐγγαστρίμυθος; σφραγίς, φησί, τῆς ἐνεργείας τοῦ παντοκρά 162 τορος. τρίτον αὐτὸν μετὰ τὸν πατέρα ποιεῖ, τῇ ἀνυπάρκτῳ ἐκείνῃ ἐνεργείᾳ μεσιτευόμενον, μᾶλλον δὲ πρὸς τὸ δοκοῦν τῇ ἀνυπαρξίᾳ τυπούμενον. ἐνεργείας ἐστὶ σφραγὶς ὁ ἐν ἀρχῇ ὢν λόγος θεὸς καὶ τῇ ἀϊδιότητι τῆς ἀρχῆς τῶν ὄν των ἐνθεωρούμενος, ὁ μονογενὴς θεὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ποιητὴς τῶν αἰώνων, ἐξ οὗ τὰ πάντα καὶ δι' οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα, ὁ κατέχων τὸν γῦρον τῆς γῆς, ὁ διειληφὼς τὸν οὐρανὸν σπιθαμῇ, ὁ περιμετρῶν τῇ χειρὶ τὸ ὕδωρ, ὁ περιδεδραγμένος πάντων τῶν ὄντων, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, μᾶλλον δὲ ἐπι δών, ἵνα ποιήσῃ πᾶσαν τὴν οἰκουμένην ἑαυτοῦ ὑποπόδιον, τῷ ἴχνει τοῦ λόγου ἐντυπωθεῖσαν; ἐνεργείας ἐστὶ 163 σφραγὶς ἡ μορφὴ τοῦ θεοῦ; οὐκοῦν ἐνέργειά ἐστιν ὁ θεός, οὐχ ὑπόστασις; καὶ μὴν αὐτὸ τοῦτο διερμηνεύων φησὶν ὁ Παῦλος, ὅτι χαρακτήρ ἐστιν οὐ τῆς ἐνεργείας, ἀλλὰ τῆς ὑποστάσεως. ἢ τὸ τῆς δόξης ἀπαύγασμα σφραγίς ἐστιν ἐνεργείας θεοῦ; ὢ τῆς ἀσεβοῦς ἀμαθίας. τί μέσον ἐστὶ τοῦ θεοῦ καὶ τῆς ἰδίας μορφῆς; τίνι δὲ μεσιτεύεται πρὸς τὸν χαρακτῆρα ἑαυτῆς ἡ ὑπόστασις; τί δὲ μεταξὺ νοεῖται τῆς δόξης καὶ τοῦ ἀπαυγάσματος; ἀλλὰ τοιούτων καὶ τοσούτων ὄντων δι' ὧν τὸ μεγαλεῖον