1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

29

αἰώνων; ἀλλὰ καὶ ἐπιλελῆσθαί μοι δοκεῖ ὁ φιλομαθής τε καὶ μνήμων, ὅτι πάντα ταῦτα περὶ ἑαυτοῦ ὁ Παῦλός φησι, διαγγέλλων ἐν τοῖς ἀνθρώποις τοῦ εὐαγγελίου τὸ κήρυγμα κατ' ἐπιταγὴν τοῦ θεοῦ. ἃ τοίνυν περὶ ἑαυτοῦ διεξέρχεται ὁ ἀπόστολος, ταῦτα ὁ Εὐνόμιος τῷ δεσπότῃ τῶν προφητῶν τε καὶ ἀποστόλων ἀνατιθεὶς οὐκ αἰσχύνεται, ἵνα ὁμότιμον καταστήσῃ τῷ Παύλῳ, τῷ ἰδίῳ δούλῳ, τὸν κύριον. καὶ τί με χρὴ τὰ καθ' ἕκαστον διελέγχοντα πλῆθος ἐπεισάγειν τῷ λόγῳ; ἐν οἷς ὁ μὲν ἁπλούστερον ἐντυγχάνων τοῖς παρ' αὐτοῦ γεγραμμένοις οἰήσεται τὰ συγκεχωρημένα παρὰ τῆς γραφῆς αὐτὸν λέγειν, ὁ δὲ ἐξεταστικῶς ἕκαστον ἀναπτύσ σειν δυνάμενος ἀποδείξει μηδὲν τῆς αἱρετικῆς κακουργίας κεχωρισμένα. λέγει γὰρ καὶ ὁ ἐκκλησιαστικὸς καὶ ὁ αἱρε τικός, ὅτι Ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, νοεῖ δὲ οὐχ ὁμοίως τὸ εἰρημένον ἑκάτερος· διὰ γὰρ τῶν αὐτῶν ῥημάτων ὁ μὲν ἐκκλησιαστικὸς τὴν ἐπὶ πάντων ἐξουσίαν νοεῖ, οὗτος δὲ κατασκευάζει τὸ ὑπο δεές τε καὶ ὑποχείριον.

172 Ἀλλ' ἐκεῖνο χρὴ προσθεῖναι τοῖς εἰρημένοις, ὅπερ κρηπῖδά τινα ποιοῦνται τῆς ἀσεβείας ἐν τῷ περὶ τῆς οἰκο νομίας λόγῳ, οὐχ ὅλον ἄνθρωπον παρ' αὐτοῦ σεσῶσθαι διοριζόμενοι, ἀλλὰ τὸ τοῦ ἀνθρώπου ἡμίτομον, τὸ σῶμα λέγω. ὁ δὲ σκοπός ἐστιν αὐτοῖς τῆς τοιαύτης περὶ τὸ δόγμα κακουργίας τὸ δεῖξαι τὰς ταπεινοτέρας φωνάς, ἃς ἐκ τοῦ ἀνθρωπίνου ποιεῖται ὁ κύριος, παρ' αὐτῆς τῆς θεό τητος γεγενῆσθαι δοκεῖν, ἵνα διὰ τούτων ἰσχυροτέραν ἀπο δείξωσι τὴν βλασφημίαν, δι' αὐτῆς τῆς τοῦ κυρίου ὁμο λογίας κρατυνομένην. τούτου χάριν φησὶ τὸν ἐπ' ἐσχά των τῶν ἡμερῶν γενόμενον ἄνθρωπον, οὐκ ἀναλαβόντα τὸν ἐκ ψυχῆς καὶ σώματος ἄν 173 θρωπον. ἐγὼ δὲ πᾶσαν διερευνησάμενος τὴν θεόπνευ στόν τε καὶ ἁγίαν γραφὴν οὐχ ὁρῶ ταύτην τὴν φωνὴν ἐγγεγραμμένην, ὅτι μόνην τὴν σάρκα δίχα τῆς ψυχῆς ἐν τῷ καιρῷ τῆς κατὰ ἄνθρωπον οἰκονομίας ὁ τὰ πάντα ποιήσας εἰς ἑαυτὸν ἀνεδέξατο. ἀναγκαίως οὖν πρός τε τὸν σκοπὸν τῆς σωτηρίας ἡμῶν βλέπων καὶ πρὸς τὰ δόγματα τῶν πατέρων καὶ πρὸς τὰς θεοπνεύστους φωνὰς τὴν ἐν τῷ μέρει τούτῳ κατασκευαζομένην ἀσέβειαν διελέγξαι πειρά σομαι. ἦλθεν ὁ κύριος ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, ἀπώλετο δὲ οὐ σῶμα, ἀλλ' ὅλος ὁ ἄνθρωπος ἀπὸ ψυχῆς καὶ σώματος συγκεκραμένος, καὶ εἰ χρὴ τὸν ἀληθέστερον 174 εἰπεῖν λόγον, τοῦ σώματος ἡ ψυχὴ προαπώλετο. ἡ γὰρ παρακοὴ προαιρέσεως, οὐ σώματος ἁμαρτία ἐστίν, ἴδιον δὲ ψυχῆς ἡ προαίρεσις, ἀφ' ἧς πᾶσα ἡ τῆς φύσεως συμφορὰ τὴν ἀρχὴν ἔσχεν, ὡς μαρτυρεῖ τοῖς λόγοις ἡ ἀψευδὴς τοῦ θεοῦ ἀπειλή, ὅτι ἐν ᾗ ἂν ἡμέρᾳ τῶν ἀπηγορευμένων ἅψωνται, ἀνυπερθέτως συναφθήσεται τῇ βρώσει ὁ θάνατος.

∆ιπλοῦ δὲ ὄντος τοῦ ἀνθρωπίνου συγκρίματος, καταλλήλως καθ' ἑκάτερον ἐνεργεῖται ὁ θάνατος, τῆς διπλῆς ζωῆς ἐν εργούσης τῷ νεκρουμένῳ τὴν στέρησιν. σώματος μὲν γάρ ἐστι θάνατος ἡ τῶν αἰσθητηρίων σβέσις καὶ ἡ πρὸς τὰ συγγενῆ τῶν στοιχείων διάλυσις· Ψυχὴ δέ, φησίν, ἡ ἁμαρ τάνουσα αὐτὴ ἀποθανεῖται. ἁμαρτία δέ ἐστιν ἡ τοῦ θεοῦ 175 ἀλλοτρίωσις, ὅς ἐστιν ἡ ἀληθινή τε καὶ μόνη ζωή. οὐκ οῦν πολλὰς ἐτῶν ἑκατοντάδας ἐπεβίω μετὰ τὴν παρακοὴν ὁ πρωτόπλαστος, ἀλλ' ὁ θεὸς οὐκ ἐψεύσατο εἰπὼν Ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. διὰ γὰρ τοῦ ἀλλο τριωθῆναι αὐτὸν τῆς ὄντως ζωῆς αὐθημερὸν ἐκυρώθη κατ' αὐτοῦ ἡ τοῦ θανάτου ἀπόφασις. μετὰ ταῦτα δὲ χρόνοις ὕστερον καὶ ὁ σωματικὸς τῷ Ἀδὰμ ἐπηκολούθησε θάνατος. ὁ τοίνυν διὰ τοῦτο ἐλθών, ἵνα ζητήσῃ καὶ σώσῃ τὸ ἀπο λωλός, ὅπερ ἐν τῇ παραβολῇ ὁ ποιμὴν πρόβατον ὀνομάζει, καὶ εὑρίσκει τὸ ἀπολωλὸς καὶ ἀναλαμβάνει ἐπὶ τῶν ἰδίων ὤμων ὅλον τὸ πρόβατον, οὐ μόνην τὴν τοῦ προβάτου δοράν, ἵνα ἄρτιον ποιήσῃ τὸν τοῦ θεοῦ ἄνθρωπον, διὰ ψυχῆς τε καὶ σώματος ἀνακραθέντα πρὸς τὴν θεότητα. καὶ οὕτως οὐδὲν ἀφῆκε τῆς φύσεως ἡμῶν, ὃ οὐκ ἀνέλαβεν ὁ κατὰ 176 πάντα πεπειραμένος καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. ἡ δὲ ψυχὴ ἁμαρτία οὐκ ἔστιν, ἀλλὰ δεκτικὴ ἁμαρτίας ἐξ ἀβου λίας ἐγένετο· ἣν διὰ τοῦτο ἁγιάζει διὰ τῆς πρὸς