1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

36

Ἴδωμεν δὲ καὶ οἷα χαρίζεται τῇ δόξῃ τοῦ πνεύματος ὁ τῆς πρὸς τὸν υἱὸν κοινωνίας ἀπομερίσας. εἷς γάρ, φησίν, καὶ οὗτος ὢν καὶ πρῶτος καὶ μόνος καὶ πάντων προύχων τῶν τοῦ υἱοῦ ποιημάτων κατὰ τὴν οὐσίαν καὶ τὴν φυσικὴν ἀξίαν, πᾶσαν ἐν έργειαν καὶ διδασκαλίαν ἐξανύων κατὰ τὸ δο κοῦν τῷ υἱῷ, πεμπόμενος ὑπ' αὐτοῦ καὶ παρ' αὐτοῦ λαμβάνων καὶ ἀναγγέλλων τοῖς παι δευομένοις καὶ τῆς ἀληθείας ἡγούμενος. πᾶ σάν φησιν ἐνέργειαν καὶ διδασκαλίαν ἐξανύειν τὸ πνεῦμα τὸ ἅγιον. ποίαν ἐνέργειαν; πότερον ἐκείνην ἣν καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς κατὰ τὸν τοῦ κυρίου λόγον ἐνεργεῖ ὁ ἕως ἄρτι ἐργαζόμενος τὴν ἀνθρωπίνην σωτηρίαν ἢ ἄλλην 213 τινὰ παρὰ ταύτην; εἰ μὲν γὰρ ἐκεῖνα ἐργάζεται, τὴν αὐτὴν ἐκείνῳ πάντως δύναμίν τε καὶ φύσιν ἔχει, καὶ τὸ τοῦ θεοῦ ἑτερογενὲς ἐπὶ τοῦ τοιούτου χώραν οὐκ ἔχει. ὡς γὰρ εἴ τι τὰ τοῦ πυρὸς ἐνεργοίη λάμπον τε καὶ θερμαῖνον ὡσαύτως, πῦρ ἐστι πάντως, οὕτως εἰ τὰ τοῦ πατρὸς ἔργα τὸ πνεῦμα ποιεῖ, τῆς αὐτῆς αὐτῷ πάντως φύσεως εἶναι ὁμολογεῖται. εἰ δὲ ἄλλο τι παρὰ τὴν σωτηρίαν ἡμῶν ἐνεργεῖ καὶ εἴς τι τῶν ἐναντίων ἐπιδείκνυται τὴν ἐνέργειαν, ἄλλης φύσεώς τε καὶ οὐσίας διὰ τούτων ἐπιδειχθήσεται. ἀλλὰ μὴν ζωοποιεῖν ὁμοίως πατρί τε καὶ υἱῷ τὸ πνεῦμα αὐτὸς ὁ λόγος δια 214 μαρτύρεται.

Οὐκοῦν τὸ μὴ ἀπεξενῶσθαι πάντως τῆς τε τοῦ πατρὸς καὶ τῆς τοῦ υἱοῦ φύσεως τὸ πνεῦμα διὰ τῆς ταὐτότητος τῶν ἐνεργημάτων παρίσταται. καὶ πρὸς τὸ ἐνέργειαν καὶ διδασκαλίαν ἐξανύειν τὸ πνεῦμα κατὰ τὸ δοκοῦν τῷ υἱῷ οὐ μαχόμεθα· ἓν γὰρ βού λημα εἶναι πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου ἡ τῆς φύσεως κοινωνία διαμαρτύρεται, ὥστε εἰ ἐκεῖνο βούλεται τὸ πνεῦμα τὸ ἅγιον, ὃ δοκεῖ τῷ υἱῷ, ἡ κοινωνία τοῦ θελή ματος σαφῶς παρίστησι τὴν τῆς οὐσίας ἑνότητα. 215 Ἀλλὰ πεμπόμενος, φησίν, παρ' αὐτοῦ καὶ παρ' αὐτοῦ λαμβάνων καὶ ἀναγγέλλων τοῖς παιδευομένοις καὶ τῆς ἀληθείας ἡγούμενος. 216 εἰ μὴ προειρήκει ταῦτα περὶ τοῦ πνεύματος, πάντως ἂν περί τινος τῶν ἐν ἀνθρώποις διδασκάλων ταῦτα λέγεσθαι ὁ ἀκούων ἐνόμισε. ταὐτὸν γάρ ἐστιν τῷ πέμπεσθαι τὸ ἀποστέλλεσθαι καὶ τὸ μηδὲν οἴκοθεν ἔχειν, ἀλλ' ἐκ τῆς χάριτος λαμβάνειν τοῦ ἀποστέλλοντος καὶ διακονεῖν τοῖς διδασκομένοις τὰ ῥήματα καὶ καθηγεῖσθαι τῆς ἀληθείας τοῖς πλανωμένοις. ταῦτα γὰρ πάντα καὶ τῶν νῦν ποιμένων τε καὶ διδασκάλων ἐστί, πέμπεσθαι λαμβάνειν ἀναγγέλλειν διδάσκειν ὑποτίθεσθαι τὴν ἀλήθειαν, ἅπερ χαρίζεται τῷ πνεύματι τῷ ἁγίῳ Εὐνόμιος. Εἰπὼν δὲ πρὸ τούτων ὅτι καὶ εἷς ἐστι καὶ πρῶτος καὶ μόνος καὶ πάντων προύχων, εἰ ἕως τούτου τὸν λόγον ἔστησεν, συνήγορος ἂν 217 τῶν τῆς ἀληθείας ἐφάνη δογμάτων. εἷς γὰρ ὡς ἀληθῶς ἐστιν ὁ ἀχωρίστως ἐν τῷ ἑνὶ θεωρούμενος καὶ πρῶτος ὁ ἐν τῷ πρώτῳ καὶ μόνος ὁ ἐν τῷ μόνῳ. ὡς γὰρ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ καὶ αὐτὸς ὁ ἄνθρωπος εἷς ἐστιν ἄνθρωπος, οὕτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐν αὐτῷ καὶ αὐτὸς ὁ θεὸς εἷς ἂν κυρίως ὀνομασθείη θεὸς καὶ πρῶτος καὶ μόνος, χωρισθῆναι ἀπὸ τοῦ ἐν ᾧ ἐστιν οὐ δυνάμενος. νῦν δὲ προσθεὶς τὸ πάντων προύχων τῶν τοῦ υἱοῦ ποιημάτων ἀνατροπὴν θολερὰν τὸν βλάσφημον ἑαυτοῦ λόγον ἀπέδειξε, τῷ ὅπου θέλει πνέοντι καὶ πάντα ἐν πᾶσιν ἐνεργοῦντι τῇ πρὸς τὰ λοιπὰ τῶν ποιημάτων συγκρίσει παρέχων τὰ προτιμότερα. 218 Ἴδωμεν δὲ καὶ ὅσα τούτοις προσέθηκεν. ἁγιάζων, φησίν, τοὺς ἁγίους. τοῦτο καὶ ἐπὶ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ τις λέγων ἀληθῶς ἐρεῖ· ἐν οἷς γὰρ ἂν γένηται ὁ ἅγιος, ἁγίους ποιεῖ, ὡς καὶ ὁ ἀγαθὸς ἀγαθοὺς ἀπεργά ζεται· ἅγιος δὲ καὶ ἀγαθὸς ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, καθὼς ἀποδέδεικται. μυσταγωγῶν, φησί, τοὺς προσιόντας τῷ μυστηρίῳ. τοῦτο καλῶς ἔχει λέγειν περὶ Ἀπολλῶ τοῦ τὴν φυτείαν Παύλου ποτί ζοντος. φυτεύει μὲν γὰρ διὰ τῆς κατηχήσεως ὁ ἀπόστολος, ποτίζει δὲ βαπτίζων ὁ Ἀπολλὼς διὰ τῆς μυστικῆς ἀναγεν νήσεως προσάγων τοὺς παρὰ Παύλου κατηχουμένους τῷ 219 μυστηρίῳ. οὐκοῦν εἰς τὸ ὁμότιμον ἄγει τῷ Ἀπολλῷ τὸ πνεῦμα τὸ διὰ τοῦ βαπτίσματος τελειοῦν τοὺς ἀνθρώπους. διανέμων, φησί, πᾶσαν δωρεάν. τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. πᾶν γάρ, ὅτιπέρ ἐστιν ἀγαθόν, τῶν τοῦ ἁγίου