1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

2

ὁμήλικας καὶ μετὰ σοῦ ταύτης ἠργμένους τῆς πολιτείας, ὁρᾷν ἐν εὐθυμίᾳ διάγοντας, σαυτὸν δὲ ἐν χαλεπωτάτῳ κλύδωνι κείμενον ἔτι καὶ δεσμωτήριον οἰκοῦντα τὸ πάντων ἐλεεινότερον. Οὐ γὰρ οὕτω τοὺς δεδεμένους σιδήρῳ δακρύειν ἔφης δεῖν, ὡς τοὺς ταύτην περικειμένους τὴν ἅλυσιν. Ἔλεγες δέ μοι καὶ ἕτερον εἶναι πρὸς τούτοις τὸ μάλιστά σε θορυβοῦν· δεδοικέναι γὰρ ὑπὲρ τοῦ πατρὸς καὶ τρέμειν, μήποτε αἰσθόμενος, μεγάλα τοὺς ὑποδεξαμένους σε τὴν ἀρχὴν ἁγίους ἐργάσηται δεινά· τῇ τε γὰρ δυνάμει καὶ τῷ πλούτῳ θαῤῥοῦντα, καὶ ὑπὸ τῆς ἀθυμίας κρατούμενον, πάντα τολμήσειν εἰς αὐτοὺς, καὶ οὐδενὸς ἀφέξεσθαι τῶν ἐμπιπτόντων αὐτῷ. Καὶ μέχρι μὲν τοῦ παρόντος δυνηθῆναι τὴν μητέρα καὶ συγκαλύψαι τὸ γεγονὸς, καὶ ἐπιζητοῦντά σε παρακρούσασθαι πολλάκις αὐτόν· εἰ δὲ χρόνος ἐγγένηται πλείων, φωραθήσεσθαι τῆς μητρὸς τὴν ὑπόκρισιν, καὶ ἀφόρητον αὐτὸν ἐκείνῃ τε ἔσεσθαι καὶ τοῖς μοναχοῖς. Ὁ δὲ τῶν κακῶν κολοφὼν τὸ μηδὲ ὑπὲρ τῶν μελλόντων ἔχειν θαῤῥεῖν, μηδὲ εἰδέναι σαφῶς, εἴ ποτε ἔσται λύσις τῆς νόσου ταύτης καὶ ἀπαλλαγὴ, διὰ τὸ πολλάκις τοῦτο προσδοκήσαντα πάλιν τοῖς αὐτοῖς περιπεσεῖν. Ἱκανὰ γοῦν ταῦτα θορυβῆσαι ψυχὴν, καὶ πολλῆς ἐμπλῆσαι ταραχῆς, ἀλλὰ ψυχὴν τὴν παρειμένην καὶ ἀπαίδευτον καὶ νωθράν· ἡμεῖς δὲ ἢν ἐθελήσωμεν διαβλέψαι μικρὸν, καὶ λογισμοὺς ἀνακινῆσαι τοὺς εὐσεβεῖς, ὥσπερ τινὰ κόνιν λεπτὴν, ταύτας ἀποτιναξόμεθα τῆς ἀθυμίας τὰς ὑποθέσεις. Καίτοι μή με νομίσῃς διὰ τὸ ἔξω τοῦ πόνου καὶ τῆς ζάλης ταύτης ἑστάναι, ταῦτα ἐπαγγέλλεσθαί σοι μετ' εὐκολίας νῦν. Εἰ γὰρ καὶ ἄπιστα δόξω λέγειν τισὶν, ἀλλ' ὅμως ἐρῶ· οὐ γὰρ δὴ μετὰ τῶν ἄλλων καὶ αὐτὸς ἀπιστήσεις ἡμῖν. Ἐπειδὴ γὰρ ἐπεπήδησέ σου τῇ ψυχῇ παρὰ τὴν ἀρχὴν ὁ μιαρὸς δαίμων ἐκεῖνος, καὶ μεταξὺ πάντων εὐχόμενον κατέβαλεν, οὐκ ἔτυχον μὲν παρὼν καὶ χάριν ἔχω τῷ φιλανθρώπῳ Θεῷ, ἔμαθον δὲ ἅπαντα μετὰ ἀκριβείας, ὡσπερανεὶ παρών. Ὁ γὰρ ἐμὸς φίλος καὶ σὸς Θεόφιλος ὁ Ἐφέσιος ἐλθὼν, ἅπαντά μοι σαφῶς διηγήσατο, τὴν στρέβλωσιν τῶν χειρῶν, τὴν διαστροφὴν τῶν ὀφθαλμῶν, τὸν ἀπὸ τοῦ στόματος ἀφρὸν, τὴν ἀποτρόπαιον καὶ ἄσημον ἐκείνην φωνὴν, τὸν τοῦ σώματος τρόμον, τὴν ἀναισθησίαν τὴν ἐπὶ πολὺ, τὸ ὄναρ τὸ κατὰ τὴν νύκτα ἐκείνην φανέν· ἄγριον γάρ τινα ὗν βορβόρῳ μολυνθέντα πολλῷ συνεχῶς ἐπιπηδᾷν σοι καὶ προσπαλαίειν ἔφη· εἶτα τὸν παρακαθεύδοντα ὑπὸ τῆς ὄψεως ταραχθέντα, διεγερθῆναί τε, καὶ πάλιν σε κινούμενον ὑπὸ τοῦ δαίμονος εὑρεῖν.

βʹ. Ἐπειδὴ οὖν ταῦτα ἀπήγγειλεν ἐκεῖνος, τοσαύτην ἡμῖν κατέχεε τὴν ἀχλὺν, ὅσην ὁ δαίμων οὗτος τῇ ἀγάπῃ τῇ σῇ. Ὡς δὲ μετὰ πολὺν ἀνήνεγκα χρόνον, οὐδὲν ἐμοὶ λοιπὸν τῶν ἐν τῷ κόσμῳ τούτῳ δεινῶν ἐδόκει εἶναι 47.427 δεινὸν, οὔτε τῶν ἡδέων ἡδύ· ἀλλὰ πολλὴν καὶ πάλαι τῶν ἐν τῷ βίῳ ματαιότητα κατεγνωκὼς, πολλῷ πλέον τοῦτο ἔπαθον τότε, καὶ μείζων με πόθος εἰσῄει τῆς εὐλαβείας τῆς σῆς. Τοιαύτη γὰρ ἡ φύσις τῶν ἀνιαρῶν· ἐπιτείνειν εἴωθε τὰς φιλίας ἀεὶ, καὶ δῆλον ἐκ τοῦ καὶ τὰς ἔχθρας δύνασθαι διαλύειν εὐκόλως. Οὐδὲ γάρ ἐστί τις οὕτως ἄθλιος οὐδὲ ἠλίθιος, ὃς ὁρῶν ἀλγοῦντα τὸν ἐχθρὸν, δυνήσεται φυλάξαι τὴν ἀπέχθειαν τὴν πρὸς αὐτόν. Εἰ δὲ ἐχθροὺς ἐλεοῦμεν καὶ φίλους ποιούμεθα, ὅταν τι τῶν ἀβουλήτων ὑπομείναντες ἴδωμεν, ἐννόησον τί πάσχειν εἰκὸς ἦν μὲ, τὸν ἁπάντων μοι φίλτατον, καὶ ὃν ἴσον ἄγω τῆς ἐμαυτοῦ κεφαλῆς, ἐν τοῖς ἀνηκέστοις ὁρῶντα κατὰ τὸν τῆς ἀθυμίας λόγον. Μηδὲ νομίσῃς ἡμᾶς ἔξω τῆς θλίψεως ἑστάναι τῆς σῆς, μηδὲ διὰ τοῦτο τὴν παράκλησιν ὑποπτεύσῃς τὴν ἐμήν. Εἰ γὰρ καὶ τοῦ σπαράττεσθαι καὶ καταβάλλεσθαι παρὰ τοῦ πονηροῦ δαίμονος διὰ τὴν τοῦ Θεοῦ χάριν ἀπήλλαγμαι, τῆς γοῦν ἀθυμίας τῆς διὰ ταῦτα καὶ τῆς ὀδύνης τὸ ἴσον σοι φέρω μέρος, καὶ οὐδεὶς ἂν ἀπιστήσειέ μοι τῶν εἰδότων φιλεῖν ὡς χρὴ φιλεῖν. Φέρε οὖν ἀποτιναξώμεθα τὴν κόνιν· οὕτω γὰρ ἔσται φορητὴ καὶ κούφη τῆς ἀθυμίας ταύτης ἡ φύσις, μόνον ἢν μὴ θελήσωμεν ἁπλῶς ἐκδόντες ἑαυτοὺς τῷ πάθει σύρεσθαι κατὰ κρημνῶν, ἀλλὰ καὶ ἀνανῆψαι καὶ λογίσασθαί τι τῶν δεόντων σπουδάσωμεν. Πολλὰ γὰρ τῶν δοκούντων εἶναι δεινῶν