1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

4

κακίᾳ, τὸ γοῦν αὐτὸν τὰ αὐτοῦ πράττειν ἐκ τούτου περιγίνεται. ∆οκεῖ μὲν οὖν τὸ ἐκβαλεῖν τοῦ παραδείσου, καὶ τὸ κωλῦσαι τοῦ ξύλου τῆς ζωῆς, καὶ τὸ παραδοῦναι τῷ θανάτῳ, κολάζοντος εἶναι καὶ τιμωρουμένου· τὸ δὲ προνοοῦντός ἐστιν οὐχ ἧττον ἢ καὶ πρότερον. Εἰ γὰρ καὶ παράδοξον εἶναι δοκεῖ τὸ λεγόμενον, ἀλλ' ὅμως ἀληθές· τὰ μὲν γὰρ γινόμενα ἐναντία ἀλλήλοις ἦν, τὰ δὲ ἀμφοτέρων τέλη σύμφωνα καὶ ἀκόλουθα. Οἷόν τι λέγω· Τὸ ἀποκλεῖσαι τοῦ παραδείσου, τὸ κατοικίσαι ἐναντίον, τὸ ἀποτρέψαι τοῦ ξύλου τῆς ζωῆς, τὸ κωλῦσαι, τὸ ποιῆσαι θνητὸν, τὸ τέως ἀνώτερον ἀποφῆναι τῆς ἀποφάσεως, πάντα δὴ καὶ τὰ ἐξ ἐκείνων καὶ τὰ ἐκ τούτων ὑπὲρ τῆς τούτου σωτηρίας ἐγένετο καὶ τιμῆς. Καὶ ὑπὲρ μὲν τῶν προτέ47.429 ρων οὐδὲν ἂν εἴποιμι παντὶ γὰρ δῆλόν ἐστι, δεῖ δὲ τὸν ὑπὲρ τῶν μετὰ ταῦτα δοῦναι λόγον.

γʹ. Πῶς οὖν εἰσόμεθα ὅτι καὶ τὰ δεύτερα ὑπὲρ τῶν ἐκείνῳ συμφερόντων ἦν; Ἂν ἐννοήσωμεν τί τούτων μὴ γενομένων ἔπαθεν ἄν. Τί οὖν ἂν ἔπαθεν; Εἰ, τοῦ διαβόλου μετὰ τὴν παράβασιν ἐπαγγειλαμένου δείξειν αὐτοὺς ἰσοθέους, ἐπὶ τῆς αὐτῆς ἔμεινε τιμῆς, τρισὶν ἂν περιέπεσε τοῖς ἐσχάτοις κακοῖς. Πρῶτον μὲν γὰρ τὸν Θεὸν ἂν ἐνόμισεν εἶναι βάσκανον, καὶ ἀπατεῶνα, καὶ ψεύστην· δεύτερον δὲ τὸν ἀληθῶς ἀπατεῶνα, καὶ τοῦ ψεύδους καὶ τῆς βασκανίας πατέρα, καὶ εὐεργέτην καὶ φίλον· καὶ πρὸς τούτοις ἀθάνατα ἂν διετέλεσεν ἁμαρτάνων τοῦ λοιποῦ. Τούτων δὲ αὐτὸν ἁπάντων ἀπήλλαξεν, ἐκβαλὼν τοῦ παραδείσου τότε. Οὕτω που καὶ ἰατρὸς, ἀφεὶς μὲν τὸ ἕλκος μείζονα τὴν σηπεδόνα ἐργάζεται, ἐκκόπτων δὲ κωλύει περαιτέρω προελθεῖν τοῦ τραύματος τὴν κακίαν. Τί οὖν; φησίν. Οὐκ ἔστη μέχρι τούτων, ἀλλὰ καὶ ἱδρῶτας καὶ πόνους προσέθηκεν, ὅτι οὐδὲν οὕτω πρὸς ἄνεσιν ἄχρηστον ὡς ἡ τῶν ἀνθρώπων φύσις ἐστίν. Εἰ γὰρ καὶ τούτων ἐπικειμένων οὐ διαλιμπάνομεν ἁμαρτάνοντες, τί οὐκ ἂν ἐτολμήσαμεν, εἰ πρὸς τρυφὴν καὶ ἀργίαν ἀνῆκεν ἡμᾶς ὁ Θεός; Πᾶσαν γὰρ κακίαν, φησὶν, ἐδίδαξεν ἡ ἀργία. Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ καθ' ἡμέραν γινόμενα, καὶ τὰ ἐπὶ τῶν προγόνων δὲ συμβάντα τῶν ἡμετέρων. Ἐκάθισε γὰρ ὁ λαὸς, φησὶ, φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· καὶ πάλιν· Ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Συνῳδὰ δὲ τούτοις καὶ ὁ μακάριος ∆αυῒδ φθέγγεται λέγων· Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ τῇ Ἱερουσαλὴμ διὰ τοῦ Ἱερεμίου φησὶν ὁ Θεός· ∆ιὰ παντὸς παιδεύθητι, Ἱερουσαλὴμ, ὅπως ἂν μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ. Ὅτι δὲ οὐ τοῖς μοχθηροῖς μόνον, ἀλλὰ καὶ τοῖς χρηστοῖς, καὶ ταπεινοῦσθαι καὶ κάμπτεσθαι πρὸς σωτηρίαν ἐστὶ, πάλιν ὁ προφήτης φησίν· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Καὶ μετὰ τοῦτον δὲ ὁ Ἱερεμίας τὰ αὐτὰ δὴ ταῦτα ἐκβοᾷ εἰ καὶ μὴ ῥήμασι τοῖς αὐτοῖς· Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν βαρὺν ἐκ νεότητος αὐτοῦ· καθίσεται κατὰ μόνας, καὶ σιωπήσεται. Καὶ περὶ ἑαυτοῦ δὲ τοῦ Θεοῦ δεῖται λέγων· Μὴ γένῃ φειδόμενός μου εἰς ἀλλοτρίωσιν ἐν ἡμέρᾳ πονηρᾷ. Καὶ ὁ μακάριος δὲ Παῦλος ὁ τοσοῦτον ἐν τῇ χάριτι διαλάμψας, καὶ τὴν ἀνθρωπίνην φύσιν ὑπερβὰς, ὅμως καὶ αὐτὸς ἐδεῖτο τῆς ὠφελείας τούτου τοῦ καλοῦ· διὸ καὶ ἔλεγεν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Καίτοι γε ἐνῆν καὶ χωρὶς διωγμῶν καὶ θλίψεων καὶ πόνων καὶ ἱδρώτων κατορθωθῆναι τὸ κήρυγμα, ἀλλ' ὅμως οὐκ ἠθέλησεν ὁ Χριστὸς τῶν κηρυττόντων φειδόμενος. ∆ιὰ τοῦτό φησιν αὐτοῖς· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε. Καὶ τοῖς βουλομένοις δὲ εἰς τὴν βασιλείαν βαδίζειν, διὰ τῆς ἐστενοχωρημένης τοῦτο κελεύει ποιεῖν ὁδοῦ, ὡς οὐκ ἐνὸν ἑτέρωθεν ἐκεῖσε ἐλθεῖν. Οὕτως αἱ θλίψεις καὶ οἱ πειρασμοὶ καὶ τὰ συμβαίνοντα ἡμῖν ἀνιαρὰ τῶν χρηστῶν οὐχ ἧττον τὴν κηδεμονίαν τοῦ Θεοῦ ἡμῖν ἐνδείκνυνται. Καὶ τί λέγω τὰς θλίψεις 47.430 τὰς ἐνθάδε; τῆς γὰρ βασιλείας τῶν οὐρανῶν οὐκ ἔλαττον ἡ τῆς γεέννης ἀπειλὴ παρίστησι τὴν φιλανθρωπίαν αὐτοῦ. Εἰ γὰρ μὴ γέεννα ἠπείλητο,