1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

6

ἀντὶ τούτων ἁπάντων φόβῳ κολάζεται μόνον καὶ τρόμῳ. Ἀλλ' ὅμως καὶ τὴν χρηστότητα τοῦ Θεοῦ οὐκ ἀπὸ τοῦ πραοτέραν εἶναι μόνον τῆς ἁμαρτίας τὴν τιμωρίαν εἴποιμι ἂν φαίνεσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ κέρδος αὐτὴν ἔχειν οὐ τὸ τυχόν. Τὸ δὲ κέρδος ἦν σωφρονίζεσθαι τοὺς ἑξῆς ἅπαντας, καὶ γίνεσθαι βελτίους διὰ τῆς εἰς ἐκεῖνον ἐπιτιμήσεως. ∆ιὰ τοῦτο οὐκ ἀνεῖλεν αὐτόν· οὐδὲ γὰρ ἦν ἴσον ἀκούειν ὅτι Κάϊν τις ἀνελὼν ἀδελφὸν ἀπέθανε, καὶ ὁρᾷν τὸν ἀνελόντα δίκην τίνοντα. Τότε μὲν γὰρ κἂν ἠπιστήθη τοῦτο λεγόμενον διὰ τὴν τοῦ μύσους ὑπερβολήν· νυνὶ δὲ φαινόμενος καὶ παρὼν, καὶ πολλοὺς καὶ ἐπὶ πολὺν χρόνον μάρτυρας τῆς τιμωρίας ποιούμενος, κατάδηλον καὶ πιστὸν καὶ τοῖς τότε καὶ τοῖς ἐφεξῆς κατέστησε τὸ γεγονός. Τί οὖν τοῦτο πρὸς ἐκεῖνον, φησί; Μάλιστα μὲν, καὶ τῆς αὐτοῦ προενόησε σωτηρίας, ὅτε προανέστελλεν αὐτοῦ τὴν λύσσαν τό γε αὐτοῦ μέρος διὰ τῆς τῶν λόγων παραινέσεως. Εἰ δὲ καὶ τὴν τιμωρίαν αὐτήν τις ἐξετάσειε, καὶ ἐκ ταύτης πολλὴν ὄψεται τὴν ὠφέλειαν οὖσαν. Εἰ μὲν γὰρ αὐτὸν ἀπέκτεινεν εὐθέως ὁ Θεὸς, οὐκ ἄν τινα προθεσμίαν αὐτῷ μετανοίας καὶ βελτιώσεως ἔδωκε· τότε δὲ τρόμῳ καὶ δέει συζῶν, εἰ μὴ λίαν ἀναίσθητος ἦν, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, πολλὰ ἂν ἀπὸ ταύτης ἐκέρδανε τῆς ζωῆς. Χωρὶς δὲ τούτων ἐλάττονα αὐτῷ τὴν μέλλουσαν κόλασιν διὰ ταύτης τῆς τιμωρίας εἰργάζετο. Τὰ μὲν γὰρ ἐν τῷ παρόντι βίῳ ἐπαγόμενα ἡμῖν παρὰ τοῦ Θεοῦ λυπηρὰ ἢ κολαστήρια τῶν ἐκεῖ βασάνων ὑποτέμνεται μέρος οὐ μικρόν. Καὶ τούτου τὰς μαρτυρίας ἀπὸ τῶν θείων τις ἂν ἀγάγοι Γραφῶν. Ὁ μὲν γὰρ Χριστὸς τοῖς μαθηταῖς διαλεγόμενος, καὶ τὰ κατὰ τὸν Λάζαρον διηγούμενος, φησὶ τὸν Ἀβραὰμ ἱκετευόμενον παρὰ τοῦ πλουσίου ἄκρῳ τῷ δακτύλῳ μικρὸν ἐπιστάξαι φλεγομένῃ τῇ γλώσσῃ εἰπεῖν πρὸς αὐτόν· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθὰ ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά· νῦν δὲ οὗτος ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ὁ δὲ Παῦλος Παῦλον δὲ ὅταν εἴπω, τὰ τοῦ Χριστοῦ λέγω πάλιν προστάγματα· αὐτὸς γὰρ τὴν μακαρίαν ἐκείνην ἐκίνει ψυχὴν, τοῖς Κορινθίοις ἐπιστέλλων ποτὲ περὶ τοῦ 47.432 πεπορνευκότος, κελεύει τὸν τοιοῦτον παραδοθῆναι τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ τοῖς αὐτοῖς πάλιν ὑπὲρ τῶν ἀναξίως τοῖς μυστηρίοις κοινωνούντων διαλεγόμενος, ∆ιὰ τοῦτο, φησὶ, πολλοὶ ἐν ὑμῖν ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εἶδες φιλανθρωπίαν ἄφατον, καὶ πλοῦτον χρηστότητος ἄπειρον; εἶδες πῶς ἅπαντα πράττει καὶ πραγματεύεται ὁ Θεὸς, ἵνα καὶ ἁμαρτάνοντες δυνηθῶμεν πραοτέραν τῆς ὀφειλομένης ὑποστῆναι τὴν κόλασιν, ἢ καὶ ἀπαλλαγῆναι τέλεον;

δʹ. Εἰ δὲ λέγοι τις, τίνος οὖν ἕνεκεν οὐ τὸν ἐξ ἀρχῆς ἀπατήσαντα ἠφάνισε; καὶ τοῦτο σφόδρα κηδόμενος ἡμῶν. Εἰ μὲν γὰρ πρὸς βίαν ὁ μιαρὸς ἐκεῖνος ἐκράτει, εἶχεν ἄν τινα λόγον τὸ ζητούμενον· εἰ δὲ ταύτης μὲν ἀφῄρηται τῆς δυνάμεως, πείθων δὲ μόνον τὸ μὴ πεισθῆναι δὲ ἐφ' ἡμῖν, τίνος ἕνεκεν τῆς εὐδοκιμήσεως τὴν πρόφασιν περιαιρεῖς, καὶ τὴν τῶν στεφάνων ἐκκόπτεις ὑπόθεσιν; Πρὸς δὲ τούτοις εἰ μὲν εἰδὼς αὐτὸν ἀκαταγώνιστον ὄντα, καὶ πάντων μέλλοντα κρατεῖν, εἶτα ἀφῆκεν, ἦν μὲν οὐδὲ οὕτως ἄξιον ὑπὲρ τούτων ἀπορεῖν· καὶ γὰρ καὶ τότε παρ' ἡμᾶς ἐγίνετο τὸ κρατεῖν ἐκεῖνον καὶ νικᾶν τοὺς οὐ βιαζομένους, ἀλλ' ἑκόντας ὑποκλινομένους αὐτῷ· πλὴν ἀλλ' ὅμως οὐδὲ τοῦτο ἤρκεσεν ἂν τοῖς βουλομένοις ἀγνωμονεῖν. Εἰ δὲ πολλοὶ μὲν εἰσὶν οἱ περιγενόμενοι τῆς ἐκείνου δυνάμεως ἤδη, πολλοὶ δὲ οἱ περιεσόμενοι πάλιν, τί τοὺς μέλλοντας εὐδοκιμεῖν, καὶ λαμπρὰν ἐπιδείκνυσθαι νίκην, τοσαύτης ἀποστερεῖς τιμῆς; ∆ιὰ τοῦτο γὰρ εἴασεν, ἵνα αὐτὸν καταβάλωσιν οἱ πρότερον ἡττηθέντες ὑπ' αὐτοῦ· ὃ πάσης αὐτῷ κολάσεως μεῖζον, καὶ πρὸς ἐσχάτην κατάκρισιν ἀγαγεῖν ἱκανόν. Ἀλλ' οὐ πάντες αὐτοῦ περιέσονται, φησί. Καὶ τί τοῦτο πρὸς τὸ λεγόμενον; Πολλῷ γὰρ δικαιότερον τοὺς μὲν γενναίους λαμβάνειν