1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

9

Ἀδὰμ ὅσον εἶχεν ἀγαθὸν, οὐδ' ἂν ἐκ τῆς ἀπονοίας ἐκείνης κατέβη ποτέ. Ὁ γὰρ τοσούτου ἑαυτὸν καταξιῶν, ὡς καὶ θεὸς γενέσθαι προσδοκᾷν, τί οὐκ ἂν ἐτόλμησεν οὗτος, μὴ σωφρονισθείς; Θῶμεν δὲ μήτε συμβεβουλευκέναι τι τὸν διάβολον, μήτε ὅλως διειλέχθαι τῇ Εὔᾳ περὶ τοῦ ξύλου· ἆρα ἂν ἄπταιστοι διετέλεσαν μὴ γενομένου τούτου; Οὐκ ἔστιν εἰπεῖν. Ὁ γὰρ ὑπὸ τῆς γυναικὸς οὕτως εὐκόλως ἀναπεισθεὶς, οὗτος καὶ διαβόλου οὐκ ὄντος ταχέως ἂν ἀφ' ἑαυτοῦ πρὸς τὴν ἁμαρτίαν κατέπεσεν· ὃ καὶ μείζω ἂν αὐτῷ τὴν τιμωρίαν ἐποίησε. Χωρὶς δὲ τούτων οὐδὲ νῦν τῆς τοῦ διαβόλου μόνον ἀπάτης τὸ πᾶν ἐστιν, ἀλλὰ καὶ ὑπὸ τῆς οἰκείας ἐπιθυμίας ἁλοῦσα κατέπεσεν ἡ γυνή. Καὶ τοῦτο ἡ Γραφὴ παρεδήλωσεν εἰποῦσα· Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖον τοῦ κατανοῆσαι· καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε. Καὶ οὐ τὸν διάβολον ἀπαλλάττων τῶν τῆς ἐπιβουλῆς ἐγκλημάτων ταῦτα λέγω νῦν, ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι εἰ μὴ ἑκόντες κατέπεσον, οὐδεὶς ἂν αὐτοὺς κατέβαλεν. Ὁ γὰρ τὴν παρ' ἑτέρου δεξάμενος ἀπάτην οὕτως εὐκόλως, οὗτος καὶ πρὸ τῆς ἀπάτης ῥᾳθύμως καὶ χαύνως διέκειτο· οὐδὲ γὰρ ἂν ἴσχυσε τοσοῦτον ἐκεῖνος, εἰ νηφούσῃ καὶ ἐγρηγορυίᾳ διελέγετο ψυχῇ. Ἀλλ' εἰσί τινες οἳ, ἐπειδὰν κατὰ τοῦτο διελεγχθῶσι τὸ μέρος, τὸν διάβολον ἀφέντες ἐπὶ τὴν ἐντολὴν μεταβαίνουσι, καὶ τοῦ μὲν ἡμαρτηκότος ἀπέχονται, ἐγκαλοῦσι δὲ τῷ Θεῷ λέγοντες, Τί γὰρ ἐδίδου πρόσταγμα, ἁμαρτήσοντας αὐτοὺς εἰδώς; Καὶ ταῦτα δέ ἐστι διαβόλου τὰ ῥήματα καὶ ἀσεβοῦς ἐννοίας εὑρήματα. Ὅτι γὰρ καὶ τὸ δοῦναι τὴν ἐντολὴν μείζονος κηδεμονίας ἐστὶν, ἢ τὸ μὴ δοῦναι, δῆλον ἐκεῖθεν. Ἔστω γὰρ ὁ Ἀδὰμ τὴν μὲν προαίρεσιν ἔχων οὕτω ῥᾴθυμον, ὡς τὸ τέλος ἀπέδειξε, δεχέσθω δὲ μηδεμίαν ἐντολὴν, ἀλλὰ μενέτω τρυφῶν· ἆρα ἡ ἀσθένεια καὶ ἡ ῥᾳθυμία ἀπὸ τῆς ἀνέσεως ταύτης ἐπὶ τὸ χεῖρον ἢ ἐπὶ τὸ κρεῖττον ἐπέδωκεν ἄν; Ἀλλὰ παντί που δῆλον, ὅτι πρὸς ἐσχάτην ἂν κατέπεσε κακίαν, ἄφροντις ὤν. Ὁ γὰρ μηδέπω θαῤῥεῖν ὑπὲρ τῆς ἀθανασίας ἔχων, ἀλλ' ἔτι μετέωρον τὴν ἐλπίδα ταύτην οὖσαν εἰδὼς, καὶ πρὸς τοσοῦτον ἀλαζονείας καὶ ἀνοίας ἀρθεὶς, ὡς καὶ ἐλπίσαι γενέσθαι θεὸς, καὶ ταῦτα οὐδαμόθεν τὸν ταῦτα ἐπαγγειλάμενον πιστὸν ὁρῶν· εἰ βεβαίαν ἔσχε τὴν ἀθανασίαν, ποῦ οὐκ ἂν 47.436 ἔφθασεν ἀπονοίας; τί δὲ οὐκ ἂν ἐξήμαρτε; πότε δὲ ἂν ὑπήκουσε τοῦ Θεοῦ; Σὺ δὲ παρόμοιον ποιεῖς ἐγκαλῶν, ὥσπερ ἂν εἴ τις καὶ τὸν πορνεύειν ἀπαγορεύοντα μέμφοιτο, ἐπειδὴ οἱ ταῦτα ἀκουσόμενοι πορνεύειν ἔμελλον. Καὶ πῶς οὐκ ἐσχάτης ταῦτα μανίας τὰ ῥήματα; Εἰ γὰρ μὴ δεξαμένῳ τὴν ἐντολὴν προσελθὼν ὁ διάβολος ἀποστῆναι τοῦ Θεοῦ συνεβούλευσε, καὶ τοῦτο εὐκόλως ἂν ἔπεισεν· ὁ γὰρ μετὰ τὴν τοῦ προστάγματος δόσιν καταφρονήσας τοῦ δεδωκότος αὐτὸ, εἰ μηδὲν ὅλως ἠκηκόει παρ' αὐτοῦ, ταχέως ἂν ὅτι καὶ ὑπὸ δεσπότην ἐστὶν ἠγνόησε. ∆ιὰ τοῦτο προλαβὼν ὁ Θεὸς δι' ὧν προσέταξεν, ἐδίδαξεν ὅτι καὶ κύριον ἔχει, καὶ πάντα ὑπακούειν αὐτοῦ δεῖ. Καὶ τί πλέον ἀπὸ τούτου γέγονε; φησί. Μάλιστα μὲν, εἰ καὶ μηδὲν ἐγεγόνει, οὐδὲν τοῦτο παρὰ τὸν διδάξαντα Θεὸν, ἀλλὰ παρὰ τὸν μὴ δεξάμενον τὴν καλλίστην ταύτην παίδευσιν· νῦν δὲ οὐδὲ οὕτως ἀνόνητος γέγονε καὶ μετὰ τὴν παράβασιν ἡ δόσις τῆς ἐντολῆς. Καὶ γὰρ τὸ κρυβῆναι, καὶ τὸ τὴν ἁμαρτίαν ὁμολογῆσαι, καὶ τὸ σπουδάζειν τὸν μὲν ἄνδρα ἐπὶ τὴν γυναῖκα, ἐκείνην δὲ ἐπὶ τὸν ὄφιν τὴν αἰτίαν τῶν γεγενημένων μεταγαγεῖν, δεδοικότων ἐστὶ καὶ τρεμόντων καὶ τὸ κῦρος ἐπεγνωκότων τοῦ Θεοῦ. Ὅσον δὲ κέρδος ἦν ἀπὸ τῆς σατανικῆς ἐκείνης προσδοκίας εἰς τοσοῦτον μετατεθῆναι φόβον, οὐδεὶς ἀγνοεῖ. Ὁ γὰρ ἰσοθεΐαν φαντασθεὶς, αὐτὸς οὕτως ἐταπεινοῦτο καὶ συνεστέλλετο, ὡς ὑπὲρ τιμωρίας καὶ κολάσεως τρέμειν, καὶ τὴν ἁμαρτίαν ἐξαγγέλλειν τὴν αὐτοῦ. Τὸ δὲ μὴ ἁμαρτάνειν ἀνεπαισθήτως, ἀλλ' ἐπιγινώσκειν ταχέως καὶ συνορᾷν τὸ πλημμεληθὲν, οὐκ ἔστι μικρὸν, ἀλλ' ὁδός τις καὶ ἀρχὴ πρὸς διόρθωσιν ἄγουσα καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν. Πᾶσαν μὲν οὖν τοῦ Κυρίου τὴν εἰς ἡμᾶς ἀγαθότητα οὔτε μαθεῖν οὔτε διηγήσασθαι δυνατόν· ὧν δὲ