1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

11

ἥλιον ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ τὰ ἄλλα ἅπαντα τὰ πρὸς τὴν σύστασιν τῆς παρούσης παρέχων ζωῆς. Εἰ δὲ ἐχθρῶν τοσαύτην ποιεῖται πρόνοιαν, τοὺς πιστεύοντας αὐτῷ καὶ θεραπεύοντας αὐτὸν κατὰ δύναμιν τὴν αὐτῶν πῶς περιόψεταί ποτε; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλ' ἐν πλείονι πάντων τούτους ἔχει σπουδῇ· Ὑμῶν γὰρ, φησὶ, καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.

47.438 ςʹ. Ὥστε ὅταν ἐννοήσῃς ὅτι πατέρα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ πλοῦτον ἄφατον, καὶ δόξαν πολλὴν ῥίψας ἀπὸ τῶν χειρῶν διὰ τὸν Χριστὸν, εἶτα τοσαύτην θλῖψιν ὑπομένεις νῦν, μὴ καταβάλλῃς σαυτόν· ἐξ ὧν γὰρ ἡ ἀπορία τίκτεται λογισμῶν, ἐκ τῶν αὐτῶν καὶ ἡ τῆς ἀπορίας ἡμῖν ἔσται λύσις. Πῶς; Ἀδύνατον ψεύσασθαι τὸν Θεόν· ἐπηγγείλατο δὲ τοῖς ταῦτα καταλιποῦσι ζωὴν αἰώνιον. Κατέλιπες δὲ σὺ πάντα καὶ διέπτυσας· τί οὖν ἐστι λοιπὸν τὸ κωλύον σε θαῤῥεῖν ὑπὲρ τῆς ὑποσχέσεως; ὁ κατέχων σε πειρασμὸς νῦν; Καὶ τί τοῦτο πρὸς τὴν ὑπόσχεσιν; Οὐ γὰρ ἐνταῦθα τὴν αἰώνιον ἡμῖν ἐπηγγείλατο ζωήν· εἰ δὲ καὶ ἐνταῦθα τὰ τῆς ἐπαγγελίας πληροῦσθαι ἔμελλεν, οὐδὲ οὕτως ἀσχάλλειν ἐχρῆν· τὸν γὰρ εὐλαβῆ καὶ πιστὸν ἄνδρα οὕτω βεβαίως διακεῖσθαι χρὴ πρὸς τὰς ἐπαγγελίας τοῦ Θεοῦ, ὥστε κἂν ἐναντία αὐταῖς φαίνηται τὰ γινόμενα, μηδὲ οὕτω ταράττεσθαι, μηδὲ ἀπογινώσκειν τὴν ἔκβασιν. Ὅρα γοῦν· ὁ πιστὸς Ἀβραὰμ τίνα μὲν ὑπόσχεσιν ἐδέξατο, τίνα δὲ πράττειν ἠναγκάζετο; Ἡ μὲν ὑπόσχεσις ἦν ἀπὸ τοῦ Ἰσαὰκ πᾶσαν ἐμπλήσειν τὴν οἰκουμένην, τὸ δὲ πρόσταγμα, αὐτὸν τοῦτον καταθῦσαι τὸν Ἰσαὰκ, ἐξ οὗ ἔμελλε πᾶσα πληροῦσθαι ἡ γῆ. Τί οὖν; ἐθορύβει τοῦτο τὸν δίκαιον; Οὐδαμῶς· ἀλλὰ καὶ τοσαύτης διαφωνίας οὔσης καὶ μάχης τῇ κελεύσει πρὸς τὴν ἐπαγγελίαν, οὐκ ἐταράχθη, οὐδὲ ἰλιγγίασεν, οὐδὲ εἶπέ τι τοιοῦτον ἐκεῖνος· Ἕτερα ἐπηγγείλατο, καὶ ἕτερά με πράττειν ἀναγκάζει νῦν ὁ Θεός· ἀπὸ τοῦ παιδὸς τούτου τὸ πολύ μοι τῶν ἐκγόνων ὑπέσχετο πλῆθος, καὶ τοῦτον κατασφάξαι κελεύει νῦν· πῶς οὖν τοῦτο ἔσται, τῆς ῥίζης ἐκκεκομμένης; Ἠπάτησέ με ἄρα, καὶ διέπαιξεν. Οὐδὲν τούτων εἶπεν, ἀλλ' οὐδὲ ἐνενόησε· καὶ μάλα γε εἰκότως. Ὅταν γὰρ Θεὸς ὁ ὑπισχνούμενος ᾖ, κἂν μυρία δοκῇ τὴν ἐπαγγελίαν ἀναιρεῖν, οὐ χρὴ θορυβεῖσθαι περὶ τοῦ τέλους οὐδὲ ἀμφισβητεῖν. Τοῦτο γὰρ αὐτὸ μάλιστα τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, πόρον ἐκ τῶν ἀπόρων εὑρεῖν, καθάπερ ὁ μακάριος ἐκεῖνος τότε ἐλογίζετο. ∆ιόπερ αὐτοῦ κατεπλάγη τὴν πίστιν ὁ Παῦλος, οὕτως εἰπών· Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος· αὐτὰ δὴ ταῦτα ἐμφαίνων καὶ αἰνιττόμενος, ἅπερ εἶπον ἐγὼ νῦν. Οὐκ ἐκεῖνος δὲ μόνος, ἀλλὰ καὶ ὁ τούτου πάλιν ἀπόγονος Ἰωσὴφ διὰ μακροῦ χρόνου καὶ πολλῶν πραγμάτων κινδυνεύουσαν ὁρῶν τὴν ἐπαγγελίαν, ἔμενεν ἀκλινής· πρὸς γὰρ τὸν ἐπαγγειλάμενον ἑώρα μόνον· εἰ δὲ εἰς ἀνθρωπίνους κατέπεσε λογισμοὺς, καὶ ἀπέγνω τοῦ τέλους. Ἡ μὲν γὰρ δειχθεῖσα ὄψις αὐτῷ καὶ τῶν ἀδελφῶν καὶ τῶν γεννησαμένων τὴν προσκύνησιν προὔλεγε· τὰ δὲ γινόμενα οὐ τοιαῦτα ἦν, ἀλλὰ πολλῷ τούτων ἀπέχοντα. Πρῶτον μὲν γὰρ αὐτοὶ οἱ προσκυνεῖν μέλλοντες εἰς λάκκον αὐτὸν ἐμβάλλουσι, καὶ ἀνδράσιν ἀποδόμενοι βαρβάροις εἰς ἀλλοτρίαν καὶ πόῤῥω κειμένην πέμπουσι γῆν· καὶ οὕτως ἐναντία τοῖς δειχθεῖσιν ἐδόκει τὰ γινόμενα εἶναι, ὡς καὶ αὐτοὺς τοὺς ἀθλίους ἐκείνους διαχλευάζειν αὐτὸν καὶ λέγειν· Ἰδοὺ γὰρ, φησὶν, ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· νῦν οὖν δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων, καὶ ἐροῦμεν· Θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ 47.439 ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Μετὰ δὲ ταῦτα οἱ πριάμενοι οὐδὲ ἐλευθέρῳ τινὶ, ἀλλὰ δούλῳ πάλιν αὐτὸν ἀποδίδονται βασιλικῷ. Καὶ οὐδὲ μέχρι τούτων ἔστη τὰ δεινά· ἀλλὰ συκοφαντίᾳ δεσποίνης περιπεσὼν καὶ κατακριθεὶς ᾤκει τὸ δεσμωτήριον ἔτη πολλὰ, καὶ διαφυγόντων ἑτέρων, αὐτὸς πλείονα χρόνον μένει ἐκεῖ. Καὶ τοσούτων ὄντων τῶν δυναμένων τὴν ἐκείνου