1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

13

καὶ δουλεύειν ἀναγκαζόμενοι· οὕτω καὶ οἱ τὴν τοῦ Θεοῦ παιδείαν εὐχαρίστως μὴ φέροντες, ἀλλὰ δυσανασχετοῦντες, πρὸς τῷ μηδὲν ἐξ αὐτῆς καρπώσασθαι καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιβάλλουσι συμφοραῖς. ∆ιὰ τοῦτο καρτερεῖν παρηγγέλμεθα, καὶ τὴν καρδίαν εὐθύνειν τὴν ἑαυτῶν. Ἀλλὰ πολλῷ χαλεπώτερα πέπονθας. Οὐδὲ γὰρ οἱ παιδοτρίβαι πάντας ὁμοίως καὶ ἑνὶ τρόπῳ γυμνάζουσιν, ἀλλὰ τοῖς μὲν ἀσθενεστέροις ἀσθενεῖς, τοῖς δὲ γενναίοις τοιούτους παρέχουσιν ἀνταγωνιστάς· ὁ γὰρ ἐλάττω τῆς οἰκείας δυνάμεως λαβὼν τὸν ἀνταγωνιστὴν, κἂν δι' ὅλης αὐτῷ συμπλέκηται τῆς ἡμέρας, ἐκεῖνος ἀγύμναστος ἔμεινε. Πῶς οὖν, φησὶ, τοὺς τὸν αὐτὸν ἐπανῃρημένους βίον, οὐ τοῖς αὐτοῖς ἀθλεῖν ἐποίησε πόνοις; Ὅτι οὐ μία παρὰ Θεῷ γυμνασίας ἰδέα, οὐδὲ τῶν αὐτῶν ἅπαντες δέονται, κἂν ἐν τοῖς αὐτοῖς ὦσι· καὶ γὰρ νοσοῦντες πολλοὶ ταῖς αὐταῖς νόσοις οὐ τῶν αὐτῶν ἐδεήθησαν φαρμάκων, ἀλλ' ἑτέρων μὲν οὗτοι, ἑτέρων δὲ ἐκεῖνοι. ∆ιὰ τοῦτο ποικίλοι καὶ διάφοροι τῶν μαστίγων οἱ τρόποι, καὶ ὁ μὲν νόσῳ δοκιμάζεται μακρᾷ, ὁ δὲ βαρυτάτῃ πενίᾳ, τῷ βιάζεσθαι καὶ ἀδικεῖσθαι ἕτερος, ἄλλος τῷ συνεχεῖς καὶ ἐπαλλήλους θανάτους καὶ παίδων καὶ τῶν αὐτῷ προσηκόντων ἰδεῖν· καὶ οὗτος μὲν τῷ παρὰ πάντων ἀποῤῥίπτεσθαι καὶ μηδ' ἑνὸς ἀξιοῦσθαι λόγου, ἐκεῖνος δὲ τῷ διαβάλλεσθαι ἐφ' οἷς οὐδὲν ἑαυτῷ σύνοιδε, καὶ πονηρᾶς δόξης ἀνέχεσθαι βάρος, καὶ ἄλλος ἄλλως· οὐδὲ γὰρ δυνατὸν ἅπαντα μετὰ ἀκριβείας ἐξαριθμήσασθαι νῦν. Τούτων δὲ ἕκαστον δοκεῖ μὲν, ὅσον πρὸς τὴν τῶν σῶν παράθεσιν συμφορῶν, κοῦφον εἶναι καὶ οὐδέν· εἰ δὲ ἐν πείρᾳ κατέστης αὐτῶν ἔμαθες ἂν ὅτι τοῦτο ἐφ' ᾧ σὺ νῦν ἀλύεις, ἐκείνων πολλῷ φορητότερον. Εἰ δὲ καὶ εἰσί τινες ἔλαττον ἡμῶν παιδευόμενοι, μὴ σκανδαλιζώμεθα ἐπὶ τούτῳ· ἡ γὰρ τῶν πόνων ἐπίτασις μισθῶν ἐπίτασίς ἐστι καὶ ἔρεισμα ἀσφαλὲς πρὸς τὸ μηκέτι ἑκόντας ἢ ἄκοντας ἐκπεσεῖν· καὶ γὰρ τῦφον καταστέλλει, καὶ ῥᾳθυμίαν ἀποστρέφει, καὶ φρο47.441 νιμωτέρους ποιεῖ, καὶ εὐλαβεστέρους ἐργάζεται. Καὶ ὅλως εἰ βούλοιτό τις ἐξαριθμεῖν ἅπαντα, πολλὰ ἂν εὕροι τὰ κέρδη τῶν πειρασμῶν, καὶ οὐκ ἔστιν οὐδεὶς ὧν πολὺς παρὰ τῷ Θεῷ λόγος θλίψεως ἐκτὸς, κἂν ἡμῖν μὴ οὕτω φαίνηται.

ζʹ. Εἰ γὰρ ὁ μακάριος Παῦλος πολὺ τὸ πρᾶγμα ὑπέμεινεν, οὐδεὶς δὲ ἐκείνου μείζων, ἀλλ' οὐδὲ ἴσος ἐστὶ, πῶς ἔνι μὴ δεηθῆναι τῆς βοηθείας ταύτης αὐτούς; Εἰ δέ τινες οὐδὲ ταῖς θλίψεσι ταύταις ἐσωφρονίσθησαν, οὐκέτι τοῦτο παρὰ τὴν αἰτίαν τοῦ τὴν παιδείαν ἐπαγαγόντος, ἀλλὰ παρὰ τὴν ὀλιγωρίαν ἐκείνων. Εἰ δὲ μὴ ἐπετέθη τὸ φάρμακον, παρὰ τὸ ἠμελῆσθαι ἔδοξαν ἂν ἀπολωλέναι· νῦν δὲ οὐ μικρὸν ἤνυσται τὸ μηδὲν αἰτιᾶσθαι τὸν ἰατρὸν, ἀλλὰ τοὺς κάμνοντας καὶ τὴν ἀπροσεξίαν αὐτῶν. Εἰ δέ τινες πρὸ τῶν πειρασμῶν ὀρθὰ βαδίζοντες μετὰ τὴν τούτων ἐπαγωγὴν κατέπεσον, καὶ πάλιν ἕτεροι πᾶσαν ἐπερχόμενοι κακίαν, οὐδεμιᾶς θλίψεως ἐπειράθησαν, ἄλλοι δὲ ἐκ πρώτης ἡλικίας εἰς ἐσχάτας ἀναπνοὰς μυρίαις τρυχόμενοι συμφοραῖς διετέλεσαν, μηδενὶ τούτων θορυβώμεθα μηδὲ καταπίπτωμεν. Εἰ μὲν γὰρ ἅπασαν δυνάμενοι καὶ ὀφείλοντες τῆς προνοίας αὐτοῦ τὴν οἰκονομίαν εἰδέναι, ταῦτα ἠγνοοῦμεν, ἐχρῆν ἀθυμεῖν καὶ ταράττεσθαι· εἰ δὲ καὶ ὁ τοσούτων ἀποῤῥήτων κοινωνήσας, καὶ εἰς τρίτον ἀνελθὼν οὐρανὸν, ἰλιγγίασε πρὸς ταύτην τὴν ἄβυσσον, καὶ διακύψας πρὸς τὸ βάθος τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ Θεοῦ κατεπλάγη μόνον, καὶ εὐθὺς ἀνεχώρησε, τί μάτην κόπτομεν ἑαυτοὺς πολυπραγμονοῦντες τὰ ἀνεξερεύνητα καὶ ζητοῦντες τὰ ἀνεξιχνίαστα; Καὶ ἰατρῷ μὲν τοῖς φαινομένοις ἡμῖν συμφέρουσι πολλάκις ἐναντία προστάττοντι, καὶ τὸ καταψυχθὲν μέλος ὑποθεῖναι κελεύοντι κρουνῷ, καὶ ἄλλα πολλὰ τοιαῦτα ἐργαζομένῳ παράδοξα οὐκ ἀντιλέξομεν, ἀλλ' ἐπειδὴ φθάσαντες ἐπείσαμεν ἑαυτοὺς ὅτι τῷ τῆς τέχνης λόγῳ τοῦτο ποιεῖ, μετὰ προθυμίας εἴξομεν, καίτοι γε διαμαρτόντι πολλάκις· τὸν δὲ Θεὸν τὸν τοσοῦτον ἡμῶν ἀφεστηκότα ἐν ἅπασι, τὸν αὐτοσοφίαν ὄντα, τὸν οὐδέποτε διαμαρτάνοντα, πολυπραγμονήσομεν; Καὶ ὃν μὲν ἔδει λογισμοὺς ἀπαιτεῖν, τούτῳ πιστεύσομεν ἁπλῶς, ᾧ δὲ ἔδει μόνῳ πιστεύειν, τοῦτον εὐθύνας καὶ