1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

14

λόγους τῶν πραττομένων ἀπαιτήσομεν, καὶ δυσχερανοῦμεν τὴν ἄγνοιαν; Καὶ ποῦ ταῦτα ψυχῆς εὐσεβοῦς; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ πρὸς τοσοῦτον μανίας ἔλθωμεν, ἀλλ' ἐν ἅπασιν οἷς ἂν ἀπορῶμεν, ἐκεῖνο ἐπιλέγωμεν· Τὰ κρίματά σου ἄβυσσος πολλή. Καὶ γὰρ καὶ τοῦτο αὐτὸ τῆς τοῦ Θεοῦ σοφίας ἐστὶ τὸ μὴ πάντα ἡμᾶς εἰδέναι σαφῶς. Εἰ μὲν γὰρ ἐπιστάμενοι τὰς αἰτίας τῶν γινομένων οὕτως ἐπειθόμεθα τῷ Θεῷ, οὐκ ἦν ἡμῖν πολὺς ὁ μισθὸς, οὐδὲ πίστεως τὸ πρᾶγμα ὑπῆρξεν ἐπίδειξις· ὅταν δὲ μηδὲν τούτων εἰδότες καὶ οὕτω στέργωμεν εἴκειν ἅπασιν αὐτοῦ τοῖς προστάγμασι, καὶ εἰς ὑπακοὴν γνησίαν καὶ εἰς πίστιν εἰλικρινῆ, μέγιστα τὰς ἡμετέρας ὠφελοῦμεν ψυχάς. Καὶ γὰρ ἓν μόνον πεπεῖσθαι χρὴ, ὅτι συμφερόντως ἡμῖν ἅπαντα ἐπάγεται παρὰ τοῦ Θεοῦ· τὸν δὲ τρόπον μηκέτι ζητεῖν, μηδὲ ἀγνοοῦντας ἀσχάλλειν ἢ ἀθυμεῖν. Οὔτε γὰρ δυνατὸν 47.442 ταῦτα εἰδέναι, οὔτε συμφέρον, τὸ μὲν διὰ τὸ θνητοὺς εἶναι, τὸ δὲ διὰ τὸ ταχέως εἰς ἀπόνοιαν αἴρεσθαι. Πολλὰ ἡμεῖς πράττομεν τῶν τοῖς παισὶ τοῖς ἡμετέροις δοκούντων μὲν εἶναι βλαβερῶν, συμφερόντων δὲ ὅμως· καὶ οὔτε ἐκεῖνοι τὴν αἰτίαν ἀξιοῦσι μαθεῖν, οὔτε ἡμεῖς πρότερον ἑαυτοὺς πείσαντες ὅτι συμφέρει τὸ γινόμενον, οὕτως ἐπὶ τὸ πράττειν ἐρχόμεθα, ἀλλ' εἰς τοῦτο μόνον αὐτοὺς παιδαγωγοῦμεν εἴκειν οἷς ἂν ἐπιτάξωσιν οἱ πατέρες, καὶ μηδὲν περαιτέρω ζητεῖν. Εἶτα πρὸς μὲν τοὺς γονεῖς καὶ τῆς αὐτῆς φύσεως ἡμῖν ὄντας οὕτω διακεισόμεθα καὶ οὐκ ἀγανακτήσομεν, πρὸς δὲ τὸν Θεὸν, οὗ τὸ μέσον τοσοῦτόν ἐστιν, ὅσον Θεοῦ πρὸς ἀνθρώπους, δυσχερανοῦμεν, ὅτι μὴ πάντα ἴσμεν; Καὶ τί ταύτης τῆς ἀσεβείας ἴσον; Πρὸς γὰρ τοὺς τοιούτους ὁ μακάριος Παῦλος ἀγανακτῶν ἔλεγε· Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Καὶ ἐγὼ μὲν τὸ τῶν παίδων ὑπόδειγμα, ἐκεῖνος δὲ τούτου πολλῷ μεῖζον ἔθηκε τὸ τοῦ κεραμέως, καὶ τοῦ παρ' αὐτοῦ πλαττομένου πηλοῦ. Καθάπερ γὰρ ὁ πηλὸς, ᾗπερ ἂν ἄγωσιν αἱ χεῖρες τοῦ διατυποῦντος αὐτὸν, ἕπεται, οὕτω καὶ τὸν ἄνθρωπον, ᾗπερ ἂν ὁ Θεὸς κελεύῃ, ταύτῃ ἕπεσθαι, καὶ ἅπερ ἂν ἐπάγῃ, ταῦτα μετ' εὐχαριστίας δέχεσθαι χρὴ, οὐδὲν ἀντιλέγοντα, οὐδὲ περιεργαζόμενον ὑπὲρ τοῦ μαθεῖν. Οὐδὲ γὰρ ἡμῖν ταῦτα μόνοις ἐστὶν ἄπορα, ἀλλὰ καὶ τοῖς πρὸ ἡμῶν ἁγίοις ἀνδράσιν ἐκείνοις καὶ θαυμαστοῖς. Ὁ μὲν γὰρ Ἰὼβ ἔλεγεν· ∆ιὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ πλούτῳ; καὶ τὰ ἑξῆς. Ὁ δὲ μακάριος ∆αβίδ· Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν· ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν· ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Καὶ μετὰ τοῦτον δὲ ὁ Ἱερεμίας ἔλεγε· ∆ίκαιος εἶ, Κύριε, πλὴν κρίματα λαλήσω πρὸς σέ. Τί ὅτι ὁδὸς ἀσεβῶν εὐθηνεῖται; Ἠπόρουν μὲν οὖν καὶ οὗτοι καὶ ἐζήτουν, ἀλλ' οὐκ ἐξ ἴσης τοῖς ἀσεβέσιν, οὐδὲ ἐγκαλοῦντες τῷ Θεῷ, οὐδὲ καταγινώσκοντες ἀδικίαν ἐκ τῶν γινομένων αὐτοῦ. Ὁ μὲν γὰρ ἔλεγεν· Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ· τὰ κρίματά σου ἄβυσσος πολλή. Ὁ δὲ τοσαῦτα παθὼν, φησὶν, οὐδὲ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ· καὶ μεταξὺ τοῦ βιβλίου ἔλεγε, τὸ ἀκατάληπτον αὐτοῦ τῆς σοφίας καὶ οἰκονομίας ἐξηγούμενος, ἐπειδὴ περὶ τῆς δημιουργίας διελέχθη· Ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ. Ὁ δὲ Ἱερεμίας αὐτὸ τοῦτο προορώμενος, μή τις ὑποπτεύσῃ ποτὲ, προτίθησι τῆς ἐρωτήσεως τὴν ἑαυτοῦ κρίσιν εἰπών· ∆ίκαιος εἶ, Κύριε· τοῦτ' ἔστιν, οἶδα μὲν ὅτι δικαίως ἅπαντα γίνεται παρὰ σοῦ, τὸν δὲ τρόπον οὐκ ἐπίσταμαι καθ' ὃν γίνεται. Τί οὖν, ἔμαθόν τι πλέον ἐκεῖνοι; Ἀλλ' οὐδὲ ἀποκρίσεως μὲν οὖν ὑπὲρ τούτων ἔτυχον· ὃ καὶ δηλῶν ὁ μακάριος ∆αυῒδ ἔλεγε· Καὶ ὑπέλαβον τοῦ γνῶναι, ὅτι τοῦτο κόπος ἐστὶν ἐναντίον μου. Οὐκ ἔτυχον δὲ ἀποκρίσεως, ἵνα τοὺς μετὰ ταῦτα παιδεύσωσι μηδὲ ἐρωτᾷν. Καὶ ἐκεῖναι μὲν ἓν μόνον ἐζήτουν, διὰ τί οἱ ἀσεβεῖς ἐν 47.443 εὐθηνίᾳ καὶ πλούτῳ, καὶ οὐδὲ οὕτως ἐμάνθανον· οἱ δὲ νῦν πολλῷ πλείονα ἐκείνων πολυπραγμονοῦσι· ταῦτα γὰρ τὰ νῦν προτιθέμενα πολλῷ πλείονα