1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

17

βίῳ, ἀλλ' ἐπ' ἐνίων, περιστάσεώς τινος γινομένης καὶ ἀνάγκης. Ὅταν δὲ ὁ δοκιμάζων τὰς καρδίας καὶ τοὺς νεφροὺς, ὁ ζῶν καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὁ διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν τε καὶ μυελῶν, ὁ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καθέζηται δικάζων ἡμῖν, τότε δὴ, τότε οὐκ ὀλίγους τινὰς ἐκ πολλῶν, ἀλλὰ πάντας ἐκκαλυπτομένους ὄψει τοὺς τοιούτους· καὶ οὔτε δορὰ προβάτου τὸν λύκον δύναιτ' ἂν, οὔτε κονίασις τάφου τὸν ἔνδον ἀποκρύψαι μολυσμόν. Οὐκ ἔστι γὰρ κτίσις ἀφανὴς ἐνώπιον τοῦ τότε κρίνοντος, ἀλλὰ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· ὅπερ καὶ ὁ Παῦλος δηλῶν Κορινθίοις ἔλεγεν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Ἵνα δὲ καὶ τοὺς ὑποκριτὰς ἀφέντες ἐπὶ τοὺς ὀρθῶς βιοῦντας ἔλθωμεν τῷ λόγῳ, πόθεν δῆλον, εἰ τὰ μὲν ἄλλα αὐτοῖς κατώρθωται, τὸ δὲ κεφάλαιον ἠμέληται τῶν ἀγαθῶν ἡ ταπεινοφροσύνη; Καὶ διὰ τοῦτο αὐτοὺς ἀφῆκεν ὁ Θεὸς, ἵνα μάθωσιν ὅτι οὐ τῇ οἰκείᾳ δυνάμει 47.446 κατώρθουν ἐκεῖνα, ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ. Εἰ δὲ λέγοι τις βέλτιον εἶναι κατορθοῦντας ἐπαίρεσθαι ἢ ταπεινωθῆναι πεσόντας, πολὺ καὶ τῆς ἀλαζονείας ἀγνοεῖ τὴν ζημίαν καὶ τῆς ταπεινοφροσύνης τὸ κέρδος. Εὖ γὰρ ἴσθι σαφῶς ὅτι ἄνθρωπος μετὰ ἀπονοίας κατορθῶν, εἴ γε ὅλως τοῦτό ἐστι κατορθοῦν, ταχέως ἐμπεσεῖται εἰς τὴν ἐσχάτην ἀπώλειαν. Καὶ ὁ μὲν ὀλισθῆσαι συγχωρηθεὶς, καὶ μετριάζειν μαθὼν ἀπὸ τοῦ πτώματος, καὶ ἀναστήσεται, καὶ ἀνακτήσεται ἑαυτὸν θᾶττον, εἴ γε βούλοιτο· ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας λήψεται παρανομίας ποτὲ, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται κενὸς ἐνθένδε ἀπελθών· καθάπερ ἐκεῖνος ὁ Φαρισαῖος, ὃς ἀνῆλθε μὲν δοκῶν τοῖς ἀγαθοῖς ἅπασι πλουτεῖν, κατῆλθε δὲ μαθὼν ὅτι καὶ τοῦ τελώνου πενέστερος ἦν. Ἔστι δὲ καὶ ἕτερον εἶδος πολλὴν ἔχον ἰσχὺν πρὸς τὸ κενῶσαι τὰ μετὰ πολλῶν ἱδρώτων καὶ πόνων συναχθέντα καλὰ, ὁ τῆς κενοδοξίας ἄνεμος. Καθάπερ γὰρ ἄνεμος ἀληθῶς εἰσελθὼν ἐκφυσᾷ ἅπαντας τοὺς τῆς ἀρετῆς θησαυρούς. Ἰδοὺ οὖν καὶ δευτέρα πρόφασις ἡμῖν ἀνεφάνη τῶν τὰ ὀρθὰ βαδιζόντων, ὡς ἔφης. Πολλοὶ γὰρ παρ' ἡμῖν δοκοῦντες ὑπὲρ τῆς ἀρετῆς πολλοὺς ὑπομεμενηκέναι πόνους, καὶ ὑπομένοντες δὲ, ἐπειδὴ πρὸς τὴν παρὰ ἀνθρώπων ὁρῶντες τιμὴν, καὶ οὐ πρὸς τὸν Θεὸν ἅπαντα ἔπραττον, ἀφείθησαν πειρασμῷ περιπεσεῖν, ἵνα τῆς παρὰ τῶν πολλῶν ἀποστερηθέντες δόξης δι' ἣν ἅπαντα ἐζημιώθησαν, καὶ μαθόντες τὴν φύσιν αὐτῆς ὡς οὐδὲν ἄμεινον ἄνθους χόρτου διάκειται, τῷ Θεῷ μόνῳ προσέχωσι τοῦ λοιποῦ, καὶ δι' αὐτὸν ἅπαντα πράττωσι. Καὶ ἕτεροι δὲ πρὸς τούτοις εἰσὶ λόγοι τούτων πολλῷ πλείους, ἡμῖν μὲν ἀφανεῖς, ὡς ἔφην, γνώριμοι δὲ τῷ πεποιηκότι αὐτοὺς Θεῷ. Μὴ τοίνυν ἀσχάλλωμεν ἐπὶ τοῖς γινομένοις, ἀλλ' εὐχαριστῶμεν· τοῦτο γὰρ οἰκετῶν εὐγνωμόνων ἐστί. Σὺ δὲ θαυμάζων ὅτι μὴ πρότερον, ἡνίκα ἐτρύφας καὶ τὴν κοσμικὴν περιέκεισο φαντασίαν, ἀλλὰ νῦν, ὅτε πάντα ἐκεῖνα ἔῤῥιψας, καὶ σαυτὸν ὅλον ἀνέθηκας τῷ Θεῷ, τότε ἐπεπήδησεν οὗτος ὁ μιαρὸς, παραπλήσιον ποιεῖς ὥσπερ ἂν εἰ ἐθαύμαζες, τί δήποτε τοῖς μὲν θεαταῖς οὐδεὶς ἐνοχλεῖ, τῷ δὲ ἀπογραψαμένῳ πρὸς τὸ πυκτεύειν, καὶ γυμνασθέντι, καὶ εἰς τὸν ἀγῶνα καθέντι, τούτῳ μόνῳ πάντων ἔπεισιν ὁ ἀνταγωνιστὴς, πατάσσων τὴν κεφαλὴν, καὶ κόπτων τὸ πρόσωπον. Οὐ δὴ τοῦ τό ἐστι θαυμαστὸν οὐδὲ ἀθυμίας ἄξιον, εἰ πυκτεύειν ἡμῖν ἑλομένοις, ἐκεῖνος θλίβει καὶ ἀνιᾷ καὶ βαρύνει· οὗτος γὰρ τῶν πυκτευόντων ὁ νόμος· ἀλλ' εἰ περιτρέπει καὶ καταβάλλει καὶ τὸ βραβεῖον ἀφαιρεῖται, τοῦτό ἐστι τὸ δεινόν. Ἕως δ' ἂν τοῦτο μὴ δύνηται, οὐ μόνον οὐδὲν ἔβλαψεν, ἀλλὰ καὶ τὰ μέγιστα ὤνησε τῇ σφοδρᾷ συμπλοκῇ σεμνοτέρους ἡμᾶς ποιήσας. Καὶ γὰρ ἐν τοῖς στρατοπέδοις ἐκεῖνός ἐστιν ὁ πάντων ἀμείνων, ὁ πλείονα τραύματα ἐπιδεῖξαι ἔχων, καὶ τὰ μονομάχια πρὸς τοὺς εὐτονωτέρους τῶν πολεμίων ἀναδεξάμενος· καὶ τῶν ἀθλητῶν δὲ τοὺς τοῖς