1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

19

δὲ καὶ τόπους μαρτύρων καταλαβὼν, ἔνθα πολλοὶ καὶ τῶν ἀνθρώπους ἐσθιόντων ἰάθησαν, καὶ τοῖς θαυμαστοῖς καὶ γενναίοις ἐκείνοις καὶ μηδέποτε διημαρτηκόσι πολὺν ὑπὲρ τούτου συνῴκησας χρόνον, καὶ οὐδὲν ὅλως παραλιπὼν τῶν φερόντων εἰς τὴν τοῦ πάθους ἀπαλλαγὴν, ἐπανῆλθες πάλιν τὸν πολέμιον ἔχων μετὰ σαυτοῦ, φανερὰν καὶ ἐναργῆ καὶ τοῖς σφόδρα ἀνοήτοις τῆς περὶ σὲ Θεοῦ προνοίας ἐκόμισας τὴν ἀπόδειξιν. Οὐδὲ γὰρ ἂν τοσαύτην χάριν ἐνεπόδισεν, οὐδ' ἂν τοὺς αὐτοῦ δούλους αἰσχυνθῆναι ἠνέσχετο, εἰ μὴ σφόδρα πρὸς τὴν εὐδοκίμησιν καὶ τὴν ὠφέλειαν μᾶλλον ἑώρα τὴν σήν. Ὥσθ' ὅπερ δοκεῖ σημεῖον εἶναι τῆς ἐγκαταλείψεως τοῦ Θεοῦ, τοῦτο τῆς πολλῆς αὐτοῦ περὶ σὲ φιλοστοργίας καὶ σπουδῆς σημεῖόν ἐστι.

47.447 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΚΑΙ ΟΤΙ Η ΑΘΥΜΙΑ

ΧΑΛΕΠΩΤΕΡΑ ΚΑΙ ∆ΑΙΜΟΝΟΣ

ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ αʹ. Ταῦτα μὲν ἡμῖν ὑπὲρ τῆς τοῦ Θεοῦ προνοίας εἰρήσθω, καὶ ὅτι οὐκ

ἀποστρεφόμενος οὐδὲ μισῶν, ἀλλὰ καὶ λίαν ἀγαπῶν, τούτῳ γυμνάζει τῷ τρόπῳ. Ἐπειδὴ δὲ καὶ ἑτέρως σφόδρα ἔφης ἀλγεῖν, ὡς καὶ πολλάκις σε ἀναπείθειν τὸν δαίμονα εἰς πέλαγος ἢ κατὰ κρημνῶν ἀφανίσαι σαυτὸν, ἢ ἄλλῳ τινὶ τοιούτῳ τρόπῳ τὴν παροῦσαν καταλῦσαι ζωὴν, καὶ ὑπὲρ τούτων μικρὰ διαλεχθῆναι βούλομαι τῶν λογισμῶν. Οὐ γὰρ ἐκείνου μόνον ἐστὶν αὕτη ἡ συμβουλὴ, ἀλλὰ καὶ τῆς ἀθυμίας τῆς σῆς, καὶ 47.448 ταύτης μᾶλλον ἢ ἐκείνου, τάχα δὲ καὶ μόνης ταύτης. Καὶ δῆλον ἐξ ὧν πολλοὶ καὶ τῶν μὴ δαιμονώντων ἀπὸ τοῦ λυπεῖσθαι μόνον τοιαῦτα βουλεύονται. Ταύτην οὖν ἔκβαλε καὶ ἀπέλασον τῆς ψυχῆς, καὶ οὐδεμίαν ἕξει λοιπὸν ἐκεῖνος ἰσχὺν, οὐ μόνον πρὸς τὸ πείθειν τὰ τοιαῦτα, ἀλλ' οὐδὲ πρὸς τὸ παραινεῖν τὴν ἀρχήν. Νῦν μὲν γὰρ καθάπερ οἱ τοιχωρύχοι καταλαμβανούσης νυκτὸς, τὸ φῶς ἀποσβέσαντες, καὶ ὑφελέσθαι τὰ ὄντα, καὶ τοὺς τούτων κυρίους μετὰ πολλῆς ἀποσφάξαι τῆς εὐκολίας δύναιντ' ἄν· 47.449 οὕτω καὶ οὗτος ἀντὶ νυκτὸς καὶ σκότους τὴν ἀθυμίαν κατασκεδάσας, πάντας ὑφελέσθαι πειρᾶται τοὺς πρὸς ἀσφάλειαν λογισμοὺς, ἵνα ἐρήμην καὶ ἀβοήθητον λαβὼν τὴν ψυχὴν μυρίαις κατατρώσῃ πληγαῖς. Ὅταν δέ τις τῇ πρὸς τὸν Θεὸν ἐλπίδι τοῦτο διασκεδάσας τὸ σκότος, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης καταφυγὼν, σπεύσῃ τὰς ἀκτῖνας ἐκείνας εἰς τὴν ἑαυτοῦ καταθεῖναι ψυχὴν, ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπὶ τὸν λῃστὴν μεταθήσει τὸν θόρυβον· καὶ γὰρ οἱ τὰ τοιαῦτα κακουργοῦντες, ὅταν αὐτοὺς ἐλέγξῃ τις, καὶ δείξῃ τὸ φῶς, τρέμουσιν, ἰλιγγιῶσι, ταράττονται. Καὶ πῶς ἄν τις, φησὶ, ταύτης ἀπαλλαγείη τῆς ὀδύνης, μὴ πρότερον τοῦ κινοῦντος αὐτὴν δαίμονος ἀπαλλαγείς; Οὐχ ὁ δαίμων ἐστὶν ὁ τὴν ἀθυμίαν κινῶν, ἀλλ' ἐκείνη ἡ ποιοῦσα τὸν δαίμονα ἰσχυρὸν, καὶ τοὺς λογισμοὺς ὑποβάλλουσα τοὺς πονηρούς. Καὶ μαρτυρήσειεν ἂν ἡμῖν ἐνταῦθα ὁ μακάριος Παῦλος· οὐ γὰρ δαίμονά τινα, ἀλλὰ τὴν ταύτης ἀμετρίαν δεδοικὼς ἐπέστελλε Κορινθίοις φείσασθαι λοιπὸν τοῦ πεπλημμεληκότος ἐφ' οἷς ἐξήμαρτε, Μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ, φησὶν, ὁ τοιοῦτος. Εἰ δὲ βούλει, τῷ λόγῳ τέως ὑποθώμεθα τὸν μὲν δαίμονα ἐπικεῖσθαι, τὴν δὲ ἀθυμίαν ἐξηλάσθαι τῆς σῆς ψυχῆς· τίς ἔσται βλάβη λοιπόν; τί καθ' ἑαυτὸν οὗτος ἢ μικρὸν ἢ μέγα δύναιτ' ἂν ἀδικῆσαι ἡμᾶς; Ἐκείνη δὲ καὶ τούτου μὴ παρόντος πολλὰ ἂν ἐργάσαιτο δεινά· καὶ τοὺς πλείονας τῶν βρόχους ἁψάντων, ἢ ξίφει διαφθαρέντων, ἢ ποταμοῖς ἀποπνιγέντων, ἢ καὶ ἑτέρως πως ἀπολεσάντων ἑαυτοὺς, ἀπὸ τῆς ἀθυμίας ἐπὶ τοὺς βιαίους τούτους θανάτους ὠσθέντας εὑρήσομεν· εἰ δέ τινες καὶ τῶν δαιμονώντων εἶεν ἐν τούτοις, καὶ τούτων τὴν ἀπώλειαν οὐ τῷ δαίμονι λογιστέον, ἀλλὰ τῇ τῆς