1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

25

ἔτι μᾶλλον ἀφορητότερα. Ὅταν γὰρ ὃν ἐγέννησεν, ὃν ἔθρεψεν, ὃν ἐπαίδευσεν, ὑπὲρ οὗ πολλοὺς μόχθους καὶ πόνους καὶ φροντίδας ἠνέσχετο, τοῦτον ἁπάντων ὑβριστικώτερον 47.456 αὐτῷ κεχρημένον ἴδῃ, οὐδὲ ἐνεγκεῖν τὸ πολὺ πένθος δυνήσεται τῆς ψυχῆς ὁ τοῦτο παθών. Ἡ γὰρ ὕβρις τοῖς ἐλευθέροις καὶ καθ' ἑαυτὴν μὲν ἔστιν ἀφόρητος, ὅταν δὲ καὶ παρὰ τῶν παίδων γίνηται, κἂν εἰς ἔκστασιν ἀγάγοι τὸν πάσχοντα· οὕτω βαρυτάτη ἐστίν. Σὺ δέ μοι μὴ μόνον ἐκεῖνο τὸ τόλμημα ἐννόει, ἀλλὰ καὶ ἀπὸ τούτου μάνθανε, πῶς αὐτῷ καὶ τὸν ἔμπροσθεν χρόνον ἅπαντα ἐχρῆτο οὗτος ὁ ὑβριστής. Ὁ γὰρ ἐν χερσὶν ἔτι τὸν φόβον τῶν γεγενημένων ἔχων, καὶ ἄρτι τῆς εἱρκτῆς ἐκείνης ἀπαλλαγεὶς, καὶ τῆς οἰκουμένης τὰς συμφορὰς ἔτι θεωρῶν, καὶ μηδὲ οὕτω σωφρονισθεὶς, ἀλλ' ὑβρίσας εἰς ὃν ἥκιστα πάντων ἐχρῆν, καὶ μηδὲ τῷ θανάτῳ τῶν πολλῶν, μηδὲ τῇ ἐρημίᾳ, μηδὲ τῇ ὀργῇ τοῦ Θεοῦ, μηδὲ ἄλλῳ τινὶ τῶν τότε συμβεβηκότων βελτίων γενόμενος, τίς ἦν πρὸ τοῦ κατακλυσμοῦ, ὅτε καὶ πολλοὺς εἶχε τοὺς παρακαλοῦντας ἐπὶ τὴν κακίαν αὐτόν; Τότε γὰρ, τότε χαλεπώτερον κλυδώνιον ὑπέμεινεν ὁ δίκαιος ἐκεῖνος τοῦ μετὰ ταῦτα ἐπὶ τοῦ κατακλυσμοῦ γενομένου καὶ διὰ τοῦτον, καὶ διὰ τοὺς ἄλλους ἅπαντας. Ἐπὶ μὲν γὰρ τοῦ κατακλυσμοῦ πλῆθος ὑδάτων αὐτὸν περιεῖχε μόνον, πρὸ δὲ τούτου κακίας ἀβύσσῳ πάντοθεν συνείχετο, καὶ τῶν κυμάτων αὐτῷ σφοδρότερον αἱ τῶν πονηρῶν ἀνδρῶν ἐπιβουλαὶ προσεῤῥήγνυντο. Μόνος γὰρ εἰς τοσοῦτον πλῆθος ἀπολειφθεὶς ἀνδρῶν παρανόμων καὶ μιαρῶν, εἰ καὶ μηδὲν ἔπασχε δεινὸν, ἀλλ' ὅμως πολὺν τὸν γέλωτα καὶ πολλὰ τὰ σκώμματα ἔφερεν, εἰ καὶ μὴ πρότερον, ἀλλ' ὅτε περὶ τῆς κιβωτοῦ καὶ τῶν μελλουσῶν αὐτοῖς διελέγετο συμφορῶν. Τοῦτο δὲ ὅσην ἔχει δύναμιν πρὸς τὸ ταράξαι ψυχὴν, μαρτυρήσειεν ἂν ἡμῖν ὁ ἐκ κοιλίας ἁγιασθεὶς, ὁ διὰ τοῦτο καὶ τῆς προφητείας μέλλων ἀφίστασθαι. Εἶπον γὰρ, φησὶν, Οὐ μὴ προφητεύσω. Χωρὶς δὲ τούτων αὐτὸ μόνον τὸ μηδένα ὁμόψυχον, μηδὲ ὁμότροπον ἔχειν, πόσην ἀηδίαν, πόσην αὐτῷ κατεσκεύαζε τὴν ἀθυμίαν; Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῷ συναλγεῖν αὐτοῖς μυρία ἔπασχε δεινά. Οὐ γὰρ δήπου τελευτῶντας μόνον ἐνορῶντες οὕτως ἀλγοῦσιν οἱ δίκαιοι τοὺς πονηροὺς, ἁμαρτάνοντας δὲ οὐκ ἔτι, ἀλλὰ πολλῷ μᾶλλον τούτῳ δάκνονται, ἢ ἐκείνῳ· καὶ τοῦτο δὲ ἀπὸ τῶν προφητῶν ἄν τις μάθοι καλῶς. Ὁ μὲν γὰρ ἐβόα πικρόν· Οἴμοι, ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Ἕτερος δὲ ἔλεγε πρὸς τὸν Θεόν· Ἱνατί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν; Καὶ ὑπὲρ τῶν ἀδικουμένων δὲ σφόδρα κοπτόμενος, ἐθρήνει λέγων· Ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης οὐκ ἔχοντας ἡγούμενον. Εἰ δὲ τότε ταῦτα ἐγίνετο, καὶ νόμων ὄντων, καὶ ἀρχόντων, καὶ δικαστηρίων, καὶ ἱερέων, καὶ προφητῶν, καὶ κολάσεων, ἐννόησον μεθ' ὅσης ὑπερβολῆς ἅπαντα ἐτολμᾶτο ἐπὶ τοῦ Νῶε, ὅτε τούτων οὐδὲν κατεῖχεν αὐτούς. Καὶ ἐπὶ μὲν τῶν προφητῶν οὐδὲ πολὺς ὁ τῆς ζωῆς χρόνος ἦν, ἀλλ' ἑβδομήκοντα ἔτη καὶ ὀγδοήκοντα· τότε δὲ καὶ εἰς ἑξακόσια ἔτη καὶ πλείονα ὁ τῶν ἀνθρώπων ἐτείνετο βίος. Ἵν' οὖν πάντα τὰ εἰρημένα. 47.457 παρῶ, πόσα πράγματα ἔχειν ἠναγκάζετο, οὕτω μακρὰν ὁδεύων ὁδὸν, καὶ μηδὲ μικρὸν ἐν τοσούτῳ μήκει παρατραπῆναι σπουδάζων, πολλῶν ἐν τῷ μεταξὺ κωλυμάτων ὄντων; Καὶ τί λέγω πολλῶν, πάσης μὲν οὖν διόλου τοιαύτης οὔσης τῆς ὁδοῦ, ἀπὸ τῶν τερμάτων τῆς γῆς ἐπὶ τὰ τέρματα πάσης σκοπέλων καὶ ἀκανθῶν καὶ θηρίων καὶ αὐχμοῦ καὶ λοιμοῦ καὶ κρυμοῦ καὶ κακούργων πεπληρωμένης; Καὶ γὰρ εὐκολώτερον τετριμμένην ἀτραπὸν ἐν τῷ βαθυτάτῳ τῆς νυκτὸς ὁδεύειν διαπαντὸς, ἢ τὴν τῆς ἀρετῆς ὁδὸν κατ' ἐκείνους τοὺς καιρούς· τοσοῦτοι οἱ τὰ διαβήματα αὐτοῦ βιαζόμενοι παρατρέπειν ἦσαν. Ὅταν γὰρ ἅπασιν ἅπερ ἂν ἐθέλωσι πράττειν ἐξῇ, εἷς δὲ μόνος ὁ τὴν ἐναντίαν αὐτοῖς βαδίζων ᾖ, πῶς δυνήσεται πρὸς τὸ τέλος ἐλθεῖν πάντων ὠθούντων ὀπίσω καὶ ἀνακρουόντων αὐτόν; Ὅσην γὰρ ἔχει δυσκολίαν τὸ μετὰ πολλῶν ὄντας κατορθοῦν, δηλοῦσιν οἱ τὰς ἐρημίας κατειληφότες νῦν, ὅτε τῇ