1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

31

στεφάνους οὐ τὸ παθεῖν μόνον, ἀλλὰ καὶ τὸ γενναίως πρὸς ἅπαντα στῆναι τὰ δεινά· καὶ θαυμάζομεν αὐτὸν ἅπαντες, οὐκ ἐπειδὴ πάντων αὐτὸν ἀπεστέρησεν ὁ διάβολος, ἀλλ' ἐπειδὴ ἐν πᾶσι τούτοις οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ.

ιʹ. Ἐπειδὴ δὲ ἐμνήσθην τοῦ Ἰὼβ, ἐβουλόμην μὲν καὶ τοὺς θρήνους αὐτοῦ τοὺς μακροὺς, καὶ τῶν παθῶν τὴν σφοδρότητα ἐκθεῖναι τῷ λόγῳ· ὑπὲρ δὲ τοῦ μὴ πολὺ ποιῆσαι τὸ μῆκος ἐπάνειμι πρὸς τὸν Ἰσαάκ. Σὺ δὲ εἰ βούλει μετὰ ἀκριβείας τὰ ἐκείνου μαθεῖν, τὸ βιβλίον αὐτοῦ μετὰ χεῖρας λαβὼν διάκυψον πρὸς τὴν ἄβυσσον τῶν συμφορῶν, καὶ πολλὴν ἐν ἐκείνοις παραμυθίαν εὑρήσεις τῶν σῶν. Εἰ γὰρ καὶ πολλῷ βελτίων ἡμῶν ὁ δίκαιος, ἀλλὰ καὶ πρὸς πολλῷ μείζονα τὴν ἐνέργειαν παρετάξατο· καὶ γὰρ σφοδρότερον ἔπνευσε κατ' ἐκείνου ὁ Πονηρὸς τότε. Τὰ δὲ κατορθώματα οὐ τῷ μέτρῳ τῶν πειρασμῶν, ἀλλὰ τῇ τῶν πραττομένων δυνάμει κρίνεται. Ὥστε κἂν ἐλάττων οὗτος ὁ νῦν ἀγὼν, οὐδέν σε τοῦτο εἰς τοὺς στεφάνους παραβλάψαι δυνήσεται. Ὁ γὰρ τὰ δύο τάλαντα προσενεγκὼν οὐκ ἔλαττον ἤνεγκε τοῦ τὰ πέντε ἐπιδείξαντος. ∆ιὰ τί; Ὅτι εἰ καὶ ἡ πρόσοδος 47.464 οὐχ ἡ αὐτὴ, ἀλλ' ἡ προθυμία ἡ αὐτὴ, ὅθεν καὶ τῆς αὐτῆς ἑκάτερος ἔτυχε τιμῆς ἀκούσας, Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Τί οὖν ὁ Ἰσαάκ, Ἀποδημίαν μὲν οὐκ ἐστείλατο μακρὰν, καθάπερ ὁ πατὴρ, οὐδὲ τὴν οἰκείαν ἀφεῖναι ἠναγκάσθη γῆν, καθάπερ ἐκεῖνος, τὸ δὲ κεφάλαιον τῶν κακῶν καὶ αὐτὸς ὑπέμεινε, τῆς ἀπαιδίας τὸν φόβον. Ὡς δὲ ἔλυσε τὸ δεινὸν εὐξάμενος, ἕτερος αὐτὸν διεδέξατο φόβος ἐκείνου μείζων· οὐδὲ γὰρ ἦν ἴσον ὑπὲρ ἀπαιδίας τρέμειν, καὶ ὑπὲρ τῆς ῥίζης αὐτῆς. Οὕτω γὰρ αὐτὴ διεκόπτετο ταῖς ὠδῖσιν ὡς πικροτέραν θανάτου παντὸς ὑπομένειν ζωήν· καὶ τοῦτο αὐτῆς ἄκουσον λεγούσης, Εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἱνατί μοι τὸ ζῇν; Λιμοῦ δὲ πεῖραν ἔλαβε μὲν καὶ αὐτός· εἰ δὲ μὴ κατῆλθεν εἰς Αἴγυπτον, ἀλλ' ὅπερ ὁ πατὴρ μικροῦ δεῖν ἔπαθεν ἐκεῖ, ταῦτα καὶ οὗτος ὑπέμεινε καὶ ἐκινδύνευεν ὑπὲρ τῆς αὐτοῦ γυναικός. Καὶ τὸν πατέρα μὲν ἐτίμων οἱ πρόσοικοι πάντες, τοῦτον δὲ ὡς ἐχθρὸν καὶ πολέμιον ἤλαυνον καὶ τῶν οἰκείων αὐτὸν οὐκ ἠφίεσαν ἀπολαῦσαι πόνων, ἀλλ' ἐκεῖνον ἐν στενοχωρίᾳ καθιστῶντες πολλῇ, αὐτοὶ μετ' ἐξουσίας ἐν τοῖς μόχθοις ἐτρύφων τοῖς ἐκείνου. Ὡς δέ ποτε καὶ τούτους οὗτος φίλους ἐκτήσατο, καὶ ἐν ἡλικίᾳ τοὺς παῖδας εἶδε γενομένους τοὺς αὐτοῦ, τότε δὴ, τότε, ὅτε πολλὴν προσεδόκησε παραμυθίαν εὑρήσειν, καὶ γηροκόμους ἕξειν καλοὺς, εἰς τὴν ἐσχάτην ἀθυμίαν ἐνέπεσε. Πρῶτον μὲν γὰρ ἀπὸ τῶν ἀλλοφύλων ὁ πρεσβύτερος γυναῖκα λαβὼν παρὰ τὸ τῷ πατρὶ δοκοῦν, τούτῳ γε αὐτῷ σφόδρα αὐτὸν ἠνίασε, καὶ τῷ μάχην καὶ πόλεμον εἰς τὴν οἰκίαν εἰσαγαγεῖν. Μυρίοις γὰρ αἱ γυναῖκες ἐκεῖναι παρέβαλλον αὐτοὺς κακοῖς, ἅπερ ἅπαντα εἰπεῖν παραιτουμένη ἡ Γραφὴ, δι' ἑνὸς ῥήματος τὸ πᾶν ᾐνίξατο εἰποῦσα, ὅτι Ἤριζον τῇ Ῥεβέκκᾳ· καὶ τοῖς οἰκίας ἔχουσι καὶ παῖδας ἤδη γεγαμηκότας κατέλιπεν εἰδέναι τὸ λεχθέν. Ἐκεῖνοι γὰρ μάλιστα πάντων ἴσασιν ἀκριβῶς ὅσον ἐστὶ κακὸν ἐμφιλονείκως διατεθῆναι τὴν τοῦ νυμφίου μητέρα καὶ τὴν νύμφην, καὶ μάλιστα ὅταν οἰκίαν οἰκῶσιν ἀμφότεροι μίαν. Τοῦτο μὲν οὖν διηνεκὲς ἦν τὸ δεινόν. Τὸ δὲ ἐπὶ τούτοις συμβὰν, ἡ τῶν ὀφθαλμῶν πήρωσις, ὅπερ ὅσον ἐστὶ κακὸν οἱ παθόντες ἴσασι μόνον· μετὰ δὲ τοῦτο, ἡ περὶ τὰς εὐλογίας ἀποτυχία τοῦ παιδὸς, ὑφ' ἧς οὕτως ἐπλήγη τὴν ψυχὴν, ὡς αὐτοῦ πικρότερον ἀναβοῆσαι τοῦ τὴν ἀπάτην ὑπομείναντος, καὶ ἀπολογήσασθαι πρὸς αὐτόν· οὐ γὰρ ἑκὼν ἠδικηκέναι ἔλεγεν, ἀλλ' ἀπατηθείς. Τὰ δὲ ἐντεῦθεν τὴν ἐπὶ τῆς σκηνῆς ἐδείκνυ τραγῳδίαν, καὶ τὸ δρᾶμα τῶν Θηβαίων ἀνετύπου μειρακίων. Καὶ γὰρ καὶ ἐνταῦθα τῆς τοῦ πατρὸς ἡλικίας καὶ πηρώσεως καταφρονήσας ὁ πρεσβύτερος ἐξέβαλε τῆς οἰκίας τὸν νεώτερον ἀδελφόν. Εἰ δὲ μὴ ἀπέκτεινε καθάπερ ἐκεῖνος, ἡ τῆς μητρὸς σοφία τοῦτο διεκώλυσεν· ἠπείλησε μὲν γὰρ καὶ οὗτος τὸν φόνον, καὶ τὴν τελευτὴν ἀνέμενε τοῦ πατρός. Μαθοῦσα δὲ ἡ μήτηρ, καὶ τῷ πατρὶ διαλεχθεῖσα, ἐξήρπασεν αὐτὸν τῶν ἐκείνου χειρῶν, καὶ τὸν μὲν θεραπεύοντα αὐτοὺς καὶ εὐνοϊκῶς διακείμενον φυγαδεύειν 47.465 ἠναγκάζοντο, τὸν