1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

33

ἐπὶ τοῖς μισθοῖς, ὡς καὶ αὐτὸς αὐτὸν διήλεγξε λέγων ὅτι, Παρελογίσω με δέκα ἀμνάσιν. Μετὰ δὲ τοῦ κηδεστοῦ καὶ οἱ τῶν γυναικῶν ἀδελφοὶ τοῦ κηδεστοῦ μᾶλλον ἐξεθηριώθησαν πρὸς αὐτόν. Τὸ δὲ πάντων χαλεπώτερον ἦν, ἡ ἐρωμένη, δι' ἣν ἔτη δὶς ἑπτὰ δουλεύειν εἵλετο, ὑπὸ τῆς ἀθυμίας ἀπεπνίγετο, τὴν μὲν ἀδελφὴν τίκτουσαν ὁρῶσα, ἑαυτὴν δὲ οὐδὲ ἐλπίδα τοῦ πράγματος ἔχουσαν, καὶ εἰς τοσαύτην ἔκστασιν ὑπὸ τῆς ἀθυμίας ἐξηνέχθη τότε, ὡς ἐγκαλεῖν καὶ μέμφεσθαι τῷ ἀνδρὶ, καὶ θάνατον ἀπειλεῖν καθ' ἑαυτῆς, εἰ μὴ τέκοι· ∆ὸς γάρ μοι τέκνα, φησίν· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Τί τοίνυν εὐφρᾶναι αὐτὸν δυνατὸν ἦν, τῆς μὲν οὕτω ποθουμένης τοιαῦτα ὀδυρομένης, τῶν δὲ ταύτης ἀδελφῶν ἐπιβουλευόντων αὐτῷ καὶ πάντα πραττόντων, ὅπως εἰς τὴν ἐσχάτην ἔλθῃ πενίαν; Εἰ δὲ τὰ χωρὶς ἱδρώτων ἐπιδιδόμενα ταῖς γυναιξὶν, ὅταν ἀφαιρῆται, πολλὴν φέρει τὴν ἀθυμίαν, ὁ κινδυνεύων ὑπὲρ τῶν πόνοις κτηθέντων οἰκείοις πῶς ἂν πράως ταύτην ἤνεγκε τὴν ζημίαν; Αἰσθόμενος τοίνυν ὅτι δι' ὑποψίας εἶχον αὐτὸν καὶ ὑπεβλέποντο, λαθὼν ἀνεχώρησεν ὡς φυγάς· οὗ τί γένοιτ' ἂν ἐλεεινότερον; Καὶ γὰρ ἐκ τῆς οἰκείας καὶ ἐκ τῆς ἀλλοτρίας μετὰ φόβων καὶ κινδύνων ἀποδημήσας εἰς τὰ αὐτὰ πάλιν ἐμπίπτειν βάραθρα ἠναγκάζετο. Τὸν μὲν γὰρ ἀδελφὸν φυγὼν ἦλθε πρὸς τὸν κηδεστὴν, ὑπὸ δὲ τούτου πάλιν ἐλαυνόμενος, εἰς τὸν ἀδελφὸν ἐμπίπτειν ἐβιάζετο· καὶ τὸ προφητικὸν ἐκεῖνο ὑπέμεινεν, ὃ περὶ τῆς ἡμέρας Κυρίου φησὶν ὁ Ἀμώς· Ὃν τρόπον ἐάν τις ἐκφύγῃ ἀπὸ προσώπου λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἄρκτος, καὶ εἰσπηδήσῃ εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ ἀπερείσῃ τὴν χεῖρα αὐτοῦ εἰς τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὁ ὄφις. Τί δὲ δεῖ λέγειν τὸν τρόμον ὃν ὑπέστη καταληφθεὶς ὑπὸ τοῦ Λάβαν, τὰς θλίψεις τὰς κατὰ τὴν ὁδοιπορίαν, θρεμμάτων τοσούτων καὶ παίδων ἀκολουθούντων αὐτῷ; Ἀλλ' ἐπειδὴ τὴν ἀδελφικὴν ὄψιν ὁρᾷν ἔμελλεν, οὐ ταυτὸ ἔπασχε τοῖς ὁρῶσι τὴν παρὰ τοῖς ποιηταῖς πλαττομένην ὑπ' ἐκείνων Γοργόνος κεφαλήν; οὐχ ὡς τὴν ἐπὶ θάνατον ἀπιὼν, οὕτως ἅπαντα διετάττετος Ἄκουσον τῶν ῥημάτων αὐτοῦ, καὶ μάθε τὴν ἐναποκειμένην αὐτοῦ φλόγα τῇ ψυχῇ· Ἐξελοῦ με, φησὶν, ὁ Θεὸς ἐκ χειρὸς Ἡσαῦ τοῦ ἀδελφοῦ μου, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μήποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις. Σὺ δέ μοι εἶπας, Εὖ σε ποιήσω. Πόσην οὐκ ἂν εὐφροσύνην ἐξέβαλεν οὗτος ὁ φόβος, εἰ καὶ πάντα τὸν ἔμπροσθεν χρόνον ἐν εὐθυμίᾳ διατετελεκὼς ἦν; Νῦν 47.467 δὲ ἅπας ὁ βίος αὐτῷ καὶ ἐξ ἐκείνης τῆς ἡμέρας, ἐν ᾗ τὰς εὐλογίας μέλλων λαμβάνειν προαποτεθνήκει τῷ δέει, διὰ συμφορῶν ἐπλέκετο καὶ ἐπιβουλῶν. Τοσοῦτον γὰρ αὐτὸν δέος τότε κατεῖχεν, ὡς μηδὲ μετὰ τὴν συντυχίαν, καίτοι γε χρηστῶς καὶ φιλανθρώπως αὐτῷ χρησαμένου τοῦ ἀδελφοῦ, θαῤῥῆσαι καὶ ἀποθέσθαι τὴν ἀγωνίαν. Παρακαλοῦντος γοῦν ἐκείνου συναπελθεῖν, καθάπερ θηρίου τινὸς ἀπαλλάττεσθαι μέλλων, οὕτως ἠξίου καὶ ἐσοφίζετο τὴν ἀναχώρησιν λέγων· Ὁ κύριός μου, γινώσκεις ὅτι τὰ παιδία ἁπαλώτερα, καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ' ἐμέ· καὶ ἐὰν οὖν καταδιώξω αὐτὰ, ἐν ἡμέρᾳ μιᾷ ἀποθανοῦνται πάντα τὰ κτήνη. Προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδὸς αὐτοῦ, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ, κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου, καὶ κατὰ πόδας τῶν παιδαρίων μου, ἕως τοῦ ἐλθεῖν με πρὸς τὸν κύριόν μου εἰς Σηείρ. Καὶ ἀναπνεύσας μικρὸν ἀπὸ τῶν κινδύνων ἐκείνων, εἰς ἕτερον πολλῷ χαλεπώτερον ἐνέπεσε πάλιν φόβον. Τῆς γὰρ θυγατρὸς ἁρπαγείσης, τὸ μὲν πρῶτον ἤλγει τῇ ὕβρει τῆς παιδός· ὡς δὲ παρεμυθεῖτο τὸ γεγονὸς τοῦ βασιλέως ὁ υἱὸς νόμῳ γάμου λήψεσθαι γυναῖκα αὐτὴν ὑποσχόμενος, καὶ ἐπῄνεσε τὴν γνώμην ὁ Ἰακὼβ, συνέχεαν τὰς συνθήκας οἱ περὶ τὸν Λευῒ, καὶ τὴν πόλιν αὔτανδρον ἀνελόντες εἰς τοσοῦτον τὸν γεγεννηκότα κατέστησαν τρόμον, ὡς καὶ μετοικῆσαι ἐκεῖθεν αὐτὸν διὰ τὸ πάντας ἐκπολεμωθῆναι πρὸς αὐτόν. Εἶπε γὰρ, φησὶν, ὁ Ἰακὼβ τῷ Συμεὼν καὶ τῶν Λευΐ· Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις καὶ τοῖς Φερεζαίοις, ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες