1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

34

ἐπ' ἐμὲ συγκόψουσί με καὶ ἐκτριβήσομαι ἐγὼ, καὶ ὁ οἶκός μου. Καὶ γὰρ ἂν πάντας αὐτοὺς κατέσφαξαν ἄρδην οἱ πρόσοικοι, εἰ μὴ ἡ τοῦ Θεοῦ φιλανθρωπία κατέσχεν ἐκείνων τὸν θυμὸν, καὶ πέρας ἐκείνοις ἐπέθηκε τοῖς κακοῖς· Ἐγένετο γὰρ, φησὶ, φόβος Θεοῦ ἐπὶ πάσας τὰς πόλεις τὰς περικύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ. Τί οὖν μετὰ τὴν τούτων ἀπαλλαγήν; ἆρα ἀνέπνευσε; Τότε μὲν οὖν αὐτῷ τῶν κακῶν ἐπῆλθεν ὁ κολοφὼν, ὁ τῆς ἐρωμένης θάνατος, ἄωρός τε ὁμοῦ καὶ βίαιος ὤν. Ἔτεκε γὰρ, φησὶ, Ῥαχὴλ, καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ. Ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα, Θάρσει, καὶ γὰρ οὗτός ἐστί σοι υἱός. Ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχὴν ἀπέθνησκε γὰρ, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου. Καὶ τοῦ πένθους ἀκμάζοντος ἔτι, προσέθηκε τῇ ἀθυμίᾳ ὁ Ῥουβὴν εἰς τὴν τοῦ πατρὸς εὐνὴν ἐνυβρίσας· ὅπερ οὕτως ἔφερε χαλεπῶς, ὡς καὶ τελευτῶν ἐπαράσασθαι τῷ παιδὶ, ὅτε μάλιστα συμπαθέστερον ἔχουσι πρὸς τὰ ἔκγονα οἱ γονεῖς, καὶ ταῦτα πρωτοτόκῳ πάντων ὄντι τῶν ἄλλων· οὐ μικρὸν δὲ τοῦτο πρὸς φιλοστοργίας δύναται λόγον. Ἀλλ' ὅμως ἅπαντα ταῦτα ἡ τῆς ἀθυμίας παρώσατο βία, καὶ καλέσας αὐτὸν ἔλεγε· Ῥουβὴν πρωτότοκός μου, ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης· ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης. Ὡς δὲ ἐν ἡλικίᾳ γέγονεν ὁ τῆς ἀγαπωμένης γυναικὸς υἱὸς, καὶ παραμυθίαν αὐτὸν ἕξειν προσεδόκησε τῆς ἐπ' ἐκείνῃ λύπης, τότε αὐτῷ πολύτροποι διὰ τούτου κατεσκευάζοντο συμφοραί· οἱ 47.468 γὰρ ἀδελφοὶ τὸν χιτωνίσκον τὸν ἐκείνου βάψαντες αἵματι καὶ ἐπιδείξαντες τῷ πατρὶ, ποικίλον αὐτῷ τὸ πένθος εἰργάσαντο. Οὐ γὰρ τὴν τελευτὴν ἐπένθει μόνον, ἀλλὰ καὶ τὸν τρόπον τῆς τελευτῆς, καὶ πολλὰ ἦν τὰ συγχέοντα αὐτοῦ τὴν ψυχήν· ὅτι ὁ τῆς φιλουμένης υἱὸς, ὅτι ὁ τῶν ἄλλων ἁπάντων βελτίων, ὅτι ὁ μάλιστα ἀγαπώμενος, ὅτι ἐν αὐτῷ τῷ τῆς ἡλικίας ἄνθει, ὅτι παρ' αὐτοῦ πεμφθεὶς, ὅτι μηδὲ ἐπὶ τῆς οἰκίας, μηδὲ ἐπὶ τῆς κλίνης, μηδὲ παρεστῶτος τοῦ πατρὸς, μηδὲ εἰπών τι καὶ ἀκούσας, ὅτι μὴ τῷ κοινῷ πάντων θανάτῳ, ὅτι ζῶν ὑπὸ τῆς τῶν θηρίων ὠμότητος ἐσπαράττετο, ὅτι μηδὲ τὰ λείψανα συναγαγεῖν εὕρισκε καὶ παραδοῦναι τῇ γῇ, ὅτι οὐδὲ ἐν νεότητι ταῦτα ὑπέμεινεν, ὅτε ἐνεγκεῖν δυνατὸν ἦν, ἀλλ' ἐν ἐσχάτῳ γήρᾳ. Καὶ ἦν θέαμα πάντων ἐλεεινότερον ἰδεῖν, πολιὰν αἰσχυνομένην κόνει, καὶ στῆθος γηραλέον διαῤῥηγνυμένου τοῦ χιτῶνος γυμνούμενον, καὶ θρήνους παρακλήσεως μείζονας· ∆ιέῤῥηξε γὰρ, φησὶν, Ἰακὼβ τὰ ἱμάτια αὐτοῦ, καὶ περιέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς. Συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες, καὶ ἦλθον παρακαλέσαι αὐτὸν, καὶ οὐκ ἤθελε παρακληθῆναι λέγων ὅτι, Καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου. Ὥσπερ δὲ δέον μηδέποτε καθαρεύειν αὐτοῦ τὴν ψυχὴν ἀθυμίας, οὕτως, ἀρξαμένης ταύτης θεραπεύεσθαι τῆς πληγῆς, λιμὸς ἐπελθὼν καὶ τὴν γῆν ἅπασαν κατασχὼν ἐλύπει μὲν αὐτὸν σφόδρα τὸ πρότερον· ὡς δὲ ἀνελθόντες ἀπὸ τῆς Αἰγύπτου οἱ υἱοὶ παραμυθίαν ἐκομίσαντο τοῦ κακοῦ ἑτέρᾳ λύπῃ ταύτην ἀναμίξαντες ἤγαγον, καὶ τὴν ἀπὸ τῆς τοῦ λιμοῦ λύσεως ἡδονὴν συνέχεεν ἡ τοῦ παιδὸς ἀποδημία. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ τὸν Βενιαμὶν ἀπῄτουν αὐτὸν, ὃν μόνον εἶχε παραψυχὴν καὶ τῆς ἀπελθούσης γυναικὸς καὶ τοῦ θηριοβρώτου παιδός. Οὐ ταῦτα δὲ μόνον αὐτὸν ἀντέχεσθαι ἐποίει τοῦ Βενιαμὶν, ἀλλὰ καὶ τὰ τῆς ἡλικίας, καὶ τὰ τῆς ἀνατροφῆς. Οὐ καταβήσεται γὰρ, φησὶν, ὁ υἱός μου μεθ' ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε, καὶ αὐτὸς μόνος καταλέλειπται, καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ἐν ᾗ ἂν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. Τὸ μὲν οὖν πρῶτον διὰ ταῦτα πάντα παρητεῖτο, καὶ οὐκ ἔφασκε δώσειν αὐτόν· ἐπειδὴ δὲ σφοδρὸς ἐπέπεσεν ὁ λιμὸς, καὶ μείζονος τῆς ἀνάγκης ᾔσθετο, καίτοι σφόδρα ἀποδυρόμενος, Τί γάρ με ἐκακοποιήσατε, φησὶν, ἀπαγγείλαντες τῷ ἀνθρώπῳ εἰ ἔστιν ὑμῖν ἀδελφός; καὶ τοῦτο πάντων ὀδυνηρότερον