1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

37

φροντίδων καὶ τῆς ἀγρυπνίας καὶ τῶν μυρίων πραγμάτων ἐρεῖ, ἅπερ ἅπαντα τοῖς τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον ἀσπαζομένοις οὐ σφόδρα 47.472 ἐστὶ καθ' ἡδονήν. Χωρὶς δὲ τούτων ἐκείνοις μὲν εἰ καί τι χρηστὸν ἐγίνετο, ἀλλ' οὔπω τῆς βασιλείας τετρανωμένης, οὐδὲ τῆς τῶν μελλόντων ἐπαγγελίας οὔσης φανερᾶς· ἐνταῦθα δὲ ἔνθα τοσαῦτα πρόκειται ἀγαθὰ, καὶ πᾶσι τὸ πρᾶγμα δῆλόν ἐστιν, ἀλγήσει τις, εἰπέ μοι, εἰ καὶ μηδενὸς κατὰ τὸν παρόντα βίον ἀπολαύσεται χρηστοῦ, ὅλως δὲ χρηστὸν ἡγήσεταί τι τῶν ἐνθάδε γινομένων ἐκεῖνα εἰδώς; Καὶ τί ταύτης ταπεινότερον γένοιτ' ἂν τῆς ψυχῆς, εἰ προσδοκῶσα μικρὸν ὕστερον μεταναστήσεσθαι πρὸς τὸν οὐρανὸν, τὰς ἐνταῦθα ἀνέσεις ἐπιζητοίη, καὶ τὴν σκιᾶς οὐδὲν διαφέρουσαν εὐθυμίαν; Ματαιότης γὰρ, φησὶ, ματαιοτήτων, τὰ πάντα ματαιότης. Εἰ δὲ ὁ μάλιστα πάντων ἀνθρώπων πεῖραν τῆς τοῦ βίου λαβὼν ἡδονῆς, τοιαύτην ἐξήνεγκε κατ' αὐτῆς τὴν ἀπόφασιν, πολλῷ μᾶλλον ἡμᾶς οὕτω διακεῖσθαι καὶ φρονεῖν χρὴ, τοὺς οὐδὲν μὲν κοινὸν πρὸς τὴν γῆν ἔχοντας, εἰς δὲ τὴν ἄνω πόλιν ἐγγραφέντας, καὶ πάντα μετοικίσαι τὸν νοῦν κελευσθέντας ἐκεῖ.

47.471 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΠΕΡΙ ΑΘΥΜΙΑΣ

ΛΟΓΟΣ ΤΡΙΤΟΣ αʹ. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα σβέσαι τῆς ἀθυμίας τὴν φλόγα, καὶ πεῖσαι

ῥᾷον διακεῖσθαι τὴν ψυχήν· ὥστε δὲ ἐκ περιουσίας γενέσθαι τὴν παραμυθίαν, καὶ τοῦτον ἔγνωκά σοι προσθεῖναι τὸν λόγον, ἐκεῖνό σε πρῶτον ἐρόμενος· εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βασιλείαν ἐκάλει τὴν ἐν τῇ γῇ, εἶτα πρὶν εἰς τὴν πόλιν εἰσελθεῖν, καὶ τὸν στέφανον ἀναδήσασθαι, ἔμελλες ἐν πανδοχείῳ καταλύειν, ἐν ᾧ καὶ βόρβορος καὶ καπνὸς, καὶ ὁδοιπόρων θόρυβος, καὶ λῃστῶν ταραχὴ, καὶ στενοχωρία καὶ θλῖψις πολλὴ, ἆρα ἂν ἀπεστράφης πρὸς ἐκεῖνα τὰ λυπηρὰ, ἀλλ' οὐκ ἂν ἁπάντων αὐτῶν ὡς οὐδὲν ὄντων κατεφρόνησας; Πῶς οὖν οὐκ ἄτοπον τῆς μὲν γῆς μέλλοντα κρατεῖν μηδενὶ τῶν ἐμπιπτόντων συστέλλεσθαι δυσχερῶν ταῖς τῆς βασιλείας ἐλπίσι γαυρούμενον, πρὸς δὲ τοὺς οὐρανοὺς στελλόμενον καταπίπτειν καὶ θορυβεῖσθαι ἐφ' ἑκάστῳ τῶν ἐν τῷ καταγωγίῳ τούτῳ συμβαινόντων ἡμῖν λυπηρῶν; Καταγωγίου γὰρ καὶ τῆς ἐν πανδοχείῳ μονῆς οὐδὲν αὕτη ἡ τοῦ βίου τούτου κατάστασις διενήνοχεν· καὶ τοῦτο οἱ ἅγιοι δεῖξαι βουλόμενοι ξένους καὶ παρεπιδήμους ἐκάλουν ἑαυτοὺς, διὰ τούτων παιδεύοντες ἡμᾶς τῶν ῥημάτων καὶ τῶν χρηστῶν καὶ τῶν ἀνιαρῶν τῶν ἐν τῷ παρόντι βίῳ καταγελᾷν, καὶ τῆς γῆς ἀπαλλαγέντας ὅλην προσδῆσαι τῷ οὐρανῷ τὴν ψυχήν. Φέρε οὖν ἐπ' αὐτοὺς τοὺς ἁγίους ἔλθωμεν, ἀπὸ τοῦ Ἰωσὴφ ἐπὶ τὸν Μωσέα μεταθέντες τὸν λόγον. Οὗτος γὰρ ὁ πάντων πραότατος τῶν ἐπὶ τῆς γῆς τίκτεται μὲν τῶν οἰκείων πραττόντων κακῶς, ἀλλοτριωθεὶς 47.472 δὲ τῶν τεκόντων αὐτὸν, καὶ τοὺς γεννησαμένους ἀγνοήσας πᾶσαν τὴν πρώτην ἡλικίαν ὑπὸ βαρβάρων ἀνδρῶν ἀνατρέφεται· οὗ τί γένοιτ' ἂν χαλεπώτερον Ἑβραίῳ μειρακίῳ καὶ νοῦν ἔχοντι, κἂν μυριάκις εἶναι δοκῇ βασιλέως υἱός; Τότε δὲ οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ἀλλ' ὅτι καὶ τὸ ὁμόφυλον ἅπαν ἐν ταῖς ἐσχάταις ἑώρα συμφοραῖς. Ὁ γὰρ μηδὲ ζῇν ἀνασχόμενος, μηδὲ ἐν τῇ βίβλῳ γεγράφθαι τοῦ Θεοῦ τῆς σωτηρίας τῆς ἐκείνων χωρὶς, πῶς ἂν τῶν ἐν τοῖς βασιλείοις ἀπέλαυσε καλῶν ἐν τοσούτῳ κλύδωνι κειμένους ὁρῶν ἅπαντας; Εἰ γὰρ ἡμᾶς τοὺς μετὰ τοσοῦτον χρόνον γεγενημένους καὶ οὐδὲν τοιοῦτο δικαίωμα συμπαθείας πρὸς Ἰουδαίους ἔχοντας τοσοῦτος ἔλεος εἰσέρχεται τῆς παιδοκτονίας ἐκείνης, τί οὐκ ἂν ὁ μακάριος ἐκεῖνος ἔπαθε, πολλῷ μὲν τῷ πόθῳ πρὸς πᾶν τὸ ἔθνος συνδεδεμένος, ὄψεσι δὲ τὰς ἐκείνων παραλαμβάνων συμφορὰς, καὶ τοὺς ταῦτα ἐργαζομένους τὰ κακὰ γονεῖς ἐπιγράφεσθαι ἀναγκαζόμενος; Ἐγὼ γὰρ αὐτὸν καὶ τῶν τεκόντων μᾶλλον τοὺς ἀθλίους παῖδας