1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

40

ὁδοῦ οἱ παρ' αὐτοῦ δημαγωγούμενοι καὶ δι' αὐτοῦ μυρίων ἀπολαύσαντες ἀγαθῶν. Καὶ πρῶτον μὲν ἐπέκειντο σφοδρῶς ἄγχοντες, καὶ κρέα ἀπαιτοῦντες αὐτὸν τὰ ἐν Αἰγύπτῳ, καὶ τοῖς μὲν παροῦσιν ἀχαριστοῦντες, τὰ δὲ πρότερα ἐπιζητοῦντες, ὃ πάντων βαρύτερον ἦν. Τί γὰρ χαλεπώτερον ἂν ἔπαθεν, εἰ μαινομένων καὶ παραπαιόντων ἀνδρῶν ἐπετέτραπτο στρατηγεῖν; Ἀλλ' ὅμως ταῦτα πάντα γενναίως ἔφερεν ὁ μακάριος ἐκεῖνος ἀνήρ· καὶ εἰ μὲν μὴ φιλοστόργως εἶχε πρὸς αὐτοὺς, φορητὸν ἂν ἦν τὸ δεινὸν, καὶ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων μόνον παρεῖχεν ἀλγεῖν· νῦν δὲ τῶν γονέων μᾶλλον περὶ αὐτοὺς διατεθεὶς, ἀπὸ τῆς κηδεμονίας ταύτης καὶ ἑτέραν εἶχεν ἀθυμίας ἀνάγκην, τὴν ὑπὲρ τῆς ἐκείνων διαστροφῆς καὶ μιαρίας. Οὐδὲ γὰρ οὕτως αὐτὸν ἔδακνε τὸ ὑβρίζεσθαι, ὡς τὸ ἐκείνους εἶναι τοὺς ὑβριστάς. ∆εινὸν μὲν οὖν καὶ τὸ πρὸ τῆς χορηγίας τῆς παραδόξου τροφῆς ἐκείνης ἀχαριστεῖν· οἱ δὲ καὶ ἐν μέσοις τοῖς θαύμασι τὴν κακίαν ἐπεδείκνυον τὴν αὐτῶν, καὶ τὴν παρανομίαν καὶ τὴν πλεονεξίαν τὴν περὶ τὴν συλλογὴν, καὶ μικρὸν προελθόντες πάλιν ἐγόγγυζον, πάλιν ἐμέμφοντο ταῖς εὐεργεσίαις τοῦ Θεοῦ· καθ' ἕκαστον δὲ τούτων μᾶλλον τῶν ἁμαρτανόντων ὁ μακάριος ἐκεῖνος ἐκόπτετο καὶ ἠθύμει. Καὶ γὰρ ὅτε τὸν μόσχον εἰργάσαντο, αὐτοὶ μὲν ἔπαιζον καὶ ἐτρύφων· ὁ δὲ πενθῶν καὶ ἀνιώμενος καὶ καταρώμενος ἑαυτῷ τὴν χαλεπὴν ἐκείνην ἀρὰν Μωσῆς ἦν, καὶ οὐδὲν αὐτὸν ὅλως ἔπειθεν ἀποστῆναι τῆς συμπαθείας τῆς πρὸς αὐτούς. Τοὺς οὖν οὕτως ὑπ' αὐτοῦ ποθουμένους ἐπὶ τὸ χεῖρον ἀεὶ προβαίνοντας ὁρῶν, πόσῃ λύπῃ, πόσοις δὲ ἄρα συνανεστρέφετο δάκρυσιν! Εἰ γὰρ ἕνα τις υἱὸν ἔχων οὐκ ἂν δύναιτο ζῇν, εἴ ποτε αἴσθοιτο πρὸς κακίαν αὐτὸν ἀποκλίναντα, καὶ εἰ πάντων αὐτὸς πονηρότερος ὢν τύχοι, τὸν μυριάδας τοσαύτας ἐν τάξει παίδων κεκτημένον, μᾶλλον δὲ καὶ ὑπὲρ παῖδας φιλοῦντα· οὐδεὶς γὰρ ἂν ηὔξατο πατὴρ συναπολέσθαι παιδὶ μηδὲν ἡμαρτηκὼς, καθάπερ ἐκεῖνος· τὸν δὴ οὕτω παῖδας κεκτημένον τοσούτους, μισοπόνηρόν τε ὄντα καὶ φιλάγαθον, τί οἴει πάσχειν πάντας αὐτοὺς ὥσπερ ἔκ τινος συνθήματος εἰς τὸν τῆς κακίας κρημνὸν καταδραμόντας ἰδόντα; Οὐ γὰρ ἂν εἰ μὴ σφόδρα αὐτὸν ἐσκότωσε καὶ ἐκ βάθρων αὐτοῦ τὴν ψυχὴν ἀνέτρεψεν ὁ τῆς ἀθυμίας ἐκείνης ἴλιγγος, τὰς πλάκας ἂν ἔῤῥιψεν ἀπὸ τῶν χειρῶν καὶ συνέτριψεν, ἀλλ' ἰάσατο ταχέως τὴν συμφοράν. Ἀλλὰ τί ποιήσας, εἰπέ; καὶ γὰρ ὁ τῆς ἰατρείας τρόπος, εἰ καὶ παρεμυθήσατο τὸ γεγονὸς, ἀλλ' ὅμως καὶ αὐτὸς πολλῶν ἔγεμε δακρύων· καὶ οὐδεὶς οὕτω λίθινος ἦν, ὡς μηδὲν παθεῖν 47.476 ἀδελφοὺς καὶ συγγενεῖς ὑπὸ τῶν οἰκείων σφαττομένους ὁρῶν, καὶ εἰς τρισχιλίων σωμάτων ἀριθμὸν τὴν ἐλεεινὴν ταύτην ἐκτεινομένην σφαγήν. Καὶ γὰρ ἡμεῖς τοὺς παῖδας τοὺς ἑαυτῶν ὅταν ἐπί τινι λαμβάνωμεν δεινῷ, στρεβλοῦμεν μὲν, καὶ μαστιγοῦμεν, οὐκ ἀναλγητὶ δὲ τοῦτο πράττομεν, ἀλλὰ μετὰ θλίψεως οὐκ ἐλάττονος τῶν πασχόντων αὐτῶν.

δʹ. Πολλοῦ δὴ τότε πένθους αὐτὸν καὶ τὸ στρατόπεδον ἔχοντος, ἑτέρα πάλιν ἀγωνία προσετίθετο. Οὐκ ἔτι γὰρ αὐτοῖς στρατηγήσειν, ἀλλ' ἐγκαταλείψειν αὐτὸν, καὶ ἀγγέλῳ παραδώσειν τὴν προστασίαν αὐτῶν ἠπείλησεν ὁ Θεὸς, ὃ πάντων ἀφορητότερον ἦν τῷ Μωσῇ. Ἄκουσον γοῦν οἷά φησι πρὸς τὸν Θεόν· Εἰ μὴ σὺ αὐτὸς συμπορεύῃ μοι, μὴ ἀναγάγῃς με ἐντεῦθεν. Ὁρᾷς πῶς φόβοι φόβους, καὶ λῦπαι διεδέχοντο λύπας; Καὶ οὐδὲ μέχρι τούτων ἵστατο τὸ δεινόν· ἀλλ' ἐπειδὴ καὶ τοῦτο ἔπεισε τὸν Θεὸν, καὶ ἐπένευσεν ὁ φιλάνθρωπος, καὶ τὴν χάριν ἔδωκε, πάλιν ἑτέραις αὐτὸν περιέβαλλον ὀδύναις, τὸν ἵλεων γενόμενον παροξύνοντες, καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιπείροντες συμφοραῖς. Μετὰ γὰρ τὴν σφαγὴν τὴν πολυδάκρυτον οὕτω προσέκρουσαν πάλιν, ὡς ἐκκαλέσασθαι καθ' ἑαυτῶν τὸν ἐμπρησμὸν ἐκεῖνον, ὃς μικροῦ πάντας ἀνήλωσεν ἂν, εἰ μὴ καὶ οὕτω πολλῇ περὶ αὐτοὺς φιλανθρωπίᾳ ἐχρήσατο. Τῷ δὲ Μωϋσῇ διπλῆν ἐν ἅπασι τὴν ἀθυμίαν εἶναι συνέβαινε, τῷ τε ἐκείνους ἀπόλλυσθαι, καὶ τῷ τοὺς ὑπολειπομένους ἀδιορθώτους μένειν καὶ μηδὲν ἐκ τῆς ἐκείνων κερδαίνειν συμφορᾶς. Οὔπω γὰρ τέλος εἶχεν ἐκεῖνος ὁ θάνατος, καὶ