1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

41

οἱ περιλειφθέντες τῶν κρομμύων ἐμέμνηντο, καὶ τοῖς παροῦσιν ἐδυσχέραινον λέγοντες· Τίς ἡμᾶς ψωμιεῖ κρέας; Ἐμνήσθημεν γὰρ τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ, καὶ τοὺς σικυοὺς καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα. Νῦν δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Ἔνθα μηκέτι φέρων τὴν ἀγνωμοσύνην αὐτῶν ὁ Μωϋσῆς, παραιτεῖται τὴν προστασίαν νικηθεὶς ὑπὸ τῆς ἀθυμίας, καὶ θάνατον εὔχεται ἀντὶ τῆς πικρᾶς ἐκείνης ζωῆς. Ἐπάκουσον δὴ καὶ τῶν ῥημάτων αὐτῶν· Καὶ εἶπε Μωϋσῆς, φησὶ, πρὸς τὸν Θεόν· Ἱνατί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σοῦ, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ' ἐμέ; Μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον ἢ ἐγὼ ἔτεκον αὐτὸν, ὅτι λέγεις μοι, Λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν; Πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ' ἐμοὶ λέγοντες, ∆ὸς ἡμῖν κρέα, ἵνα φάγωμεν; Οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοι ἐστὶ τὸ ῥῆμα τοῦτο· εἰ δὲ οὕτως οὐ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα χάριν ἐναντίον σου. Ταῦτα ἐκεῖνος ἐφθέγξατο ὁ εἰπὼν, Καὶ νῦν, εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας. Οὕτως αὐτὸν ἡ ἀθυμία περιέτρεψεν. Ὅπερ πάσχουσι καὶ γονεῖς πολλάκις δυσανασχετοῦντες τοῖς γινομένοις ὑπὸ τῶν παιδίων. Ὅτι γὰρ καὶ μετὰ τὰ 47.477 ῥήματα ταῦτα οὐκ ἐπαύσατο τῆς συμπαθείας τῆς πρὸς αὐτοὺς, ἐξ ὧν μετὰ ταῦτα ἐποίησε, δῆλον ἡμῖν. Ἐπειδὴ γὰρ μετὰ τὸ τοὺς κατασκόπους ἀνελεῖν ἐπεχείρουν, καὶ λίθοις αὐτὸν ἔβαλλον, διαφυγὼν τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν ὑπὲρ αὐτῶν εὐχὴν πάλιν ἐτρέπετο, καὶ τὸν Θεὸν παρεκάλει ἵλεων γενέσθαι τοῖς βουλομένοις αὐτὸν ἀνελεῖν· οὕτω καὶ τῆς φυσικῆς φιλοστοργίας σφοδρότερον αὐτῷ τὸ φίλτρον ἐνέκειτο. Τῶν τοίνυν κατασκόπων ἀποθανόντων, καὶ τοῦ πένθους ἀκμάζοντος, οὐδέπω παρελθόντος χρόνου, πάλιν ἑτέρας ἔπλεκον ἀθυμίας ὑποθέσεις αὐτῷ, πρῶτον μὲν οὐκ ἀνασχόμενοι κωλύοντος πολεμεῖν, δεύτερον δὲ κατακοπέντες ὑπὸ τῶν Ἀμαληκιτῶν· ἦσαν δὲ καὶ πρὸ τοῦ πολέμου τούτου τῇ χολέρᾳ καὶ τῇ γαστριμαργίᾳ δαπανηθέντες ἱκανῶς. Καὶ γὰρ ἀπέκτεινε, φησὶν, ἐν τοῖς πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Θεασάμενος δὲ καὶ τὸν θάνατον ἐκεῖνον τὸν πολὺν, οὔπω τῆς ἀθυμίας τῆς ἐπὶ τούτῳ πεπαυμένης, ἑτέρῳ πάλιν ἐβάλλετο πένθει, καὶ εἰς τοιαύτην ἀνάγκην καθίστατο, ὡς τοὺς ἀγαπητοὺς καὶ φιλτάτους τούτους εὔξασθαι ξένῳ τινὶ καὶ παραδόξῳ θανάτῳ καταλῦσαι τὸν βίον· οὕτως οἱ μὲν πυρὸς ἁφθέντος ἐξαίφνης ἐκαύθησαν, οἱ δὲ γενομένου χάσματος κατεπόθησαν· καὶ οὔτε εὐαρίθμητοί τινες, ἀλλὰ πεντεκαίδεκα χιλιάδων ἀνδρῶν πλείους οἱ ταῦτα παθόντες ἦσαν. Τούτου δὲ γενομένου, πῶς τοὺς ἐκείνων συγγενεῖς, πῶς τοὺς φίλους πρὸς τὸν Μωσέα διακεῖσθαι εἰκὸς ἦν; πῶς δὲ αὐτὸν τὸν Μωσῆν, ὁρῶντα καὶ παῖδας ὀρφανοὺς καὶ γυναῖκας χήρας ἀπὸ ταύτης γενομένας τῆς συμφορᾶς, καὶ τὴν ἀδελφὴν καὶ τὸν ἀδελφὸν τελευτήσαντας, καὶ τοὺς υἱοὺς τοὺς ἐκείνου καυθέντας ὑπὲρ παρανομίας τινός· Τούτων δὲ ἕκαστον ἱκανὸν καὶ μηδὲν πεπονθυῖαν θλῖψαι ψυχὴν, μήτι γε τοσούτοις ἤδη κατεργασθεῖσαν κακοῖς. Ὡς δὲ τὸν Χαναναῖον εἷλον, καὶ μακρὰν ἐκύκλουν ὁδὸν, πάλιν ἐγόγγυζον οἱ Ἰουδαῖοι, καὶ πάλιν ἀπώλλυντο, νόσῳ μὲν οὐκ ἔτι καθάπερ καὶ πρώην, οὐδὲ πυρὶ καὶ χάσματι καθάπερ καὶ πρότερον, ἰοβόλων δὲ δήγμασιν ὄφεων, οἳ πάντας ἂν αὐτοὺς ἀπώλεσαν, εἰ μὴ πάλιν ὁ Μωσῆς προσελθὼν ἱκέτευσε τὸν Θεόν. Ἐπειδὴ δὲ καὶ ταύτης ἀπηλλάγησαν τῆς φθορᾶς καὶ τὰς ἀρὰς τοῦ μάντεως ἐξέφυγον, πάλιν ἑαυτοὺς ἔῤῥιψαν κατὰ τῶν χαλεπωτάτων κρημνῶν, καὶ μετὰ τὰς εὐλογίας τοῦ Βαλαὰμ, μᾶλλον δὲ τοῦ Θεοῦ οὐ γὰρ τῆς ἐκείνου προαιρέσεως ἦν τὰ ῥήματα, ἀλλὰ τῆς κινούσης αὐτὸν δυνάμεως, ἐπόρνευσαν εἰς τὰς τῶν ἀλλοφύλων θυγατέρας, καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. Ὁ δὲ Μωσῆς τὴν τοσαύτην ὁρῶν αἰσχύνην καὶ τὸν γέλωτα, πάλιν αὐτοὺς ἀλλήλους κατακόπτειν ἐκέλευσε