1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

46

τὰ τοῦ βασιλέως τούτου πάθη· οὕτως ἀλλόκοτα καὶ ἐπάλληλα προσέπεσεν αὐτοῦ τῇ οἰκίᾳ τὰ δεινὰ, κακῷ τὸ κακὸν ἀεὶ ἰάσασθαι σπουδαζόντων αὐτῷ. Ὅρα γάρ· ἠράσθη τῆς ἀδελφῆς ὁ Ἀμνὼν τῆς αὑτοῦ· ἐρασθεὶς ὕβρισεν εἰς αὐτὴν, ὑβρίσας ἐμίσησε, καὶ τὴν ὕβριν ἐξεπόμπευσε καὶ τὴν μίξιν, εὐθέως προστάξας τινὶ τῶν οἰκετῶν ἐκβαλεῖν ἄκουσαν τῆς 47.483 οἰκίας, καὶ παραπέμψαι διὰ τῆς ἀγορᾶς βοῶσαν καὶ ὀδυρομένην. Ταῦτα μαθὼν ὁ Ἀβεσσαλὼμ, καὶ καλέσας ἐπ' ἄριστον τοὺς ἀδελφοὺς ἅπαντας, ἐν οἷς ἦν κἀκεῖνος ὁ ὑβριστὴς, ἑστιώμενον αὐτὸν μεταξὺ καὶ πίνοντα κατασφάττει διὰ τῶν οἰκετῶν. Εἶτα ἐξαναστάς τις ἐκεῖθεν, καὶ τὸ σαφὲς οὐ μαθὼν διὰ τὸν θόρυβον, ἀπήγγειλε τῷ βασιλεῖ, ὅτι τεθνήκασι πάντες οἱ παῖδες αὐτῷ. Καὶ ἐκάθητο θρηνῶν τὸν ἁπάντων φόνον τὸν οὐ γεγενημένον· ὡς δὲ ἔγνω τὸ σαφὲς, ἠπείλει μὲν τῷ παιδὶ, καὶ ἀναιρήσειν ἔλεγεν, ἀποδράντι δὲ καὶ ἐπὶ τῆς ἀλλοτρίας τριῶν διατρίψαντι περίοδον ἐτῶν πάντα τὸν χρόνον ἐκεῖνον ἔμενεν ὀργιζόμενος· καὶ οὐδ' ἂν τότε αὐτὸν ἐκάλεσεν, εἰ μὴ ἡ τοῦ στρατηγοῦ σοφία καὶ ἄκοντα αὐτὸν εἰς ταύτην ἐνέβαλε τὴν ὑπόσχεσιν. Καλέσας δὲ, οὐδὲ οὕτως ἔσβεσε τῆς καρδίας τὴν πληγὴν, ἀλλ' ἕτερα πάλιν δύο αὐτὸν ἔτη τῆς ὄψεως ἀποστήσας τῆς αὑτοῦ, μόλις μετὰ τὸν μακρὸν χρόνον τοῦτον πάλιν ἀξιωθεὶς ὑπὸ τοῦ στρατηγοῦ, παῤῥησίας μετέδωκεν. Ὁ δὲ ὑπὲρ τούτων μνησικακῶν, ἢ καὶ ἄλλως τυραννίδος ἐρῶν, ἐπανίσταται τῷ πατρὶ, καὶ πάλιν αὐτὸν εἰς τοὺς πλάνους καὶ τὰς φυγὰς, ἃς ὑπέμεινεν ὑπὸ τοῦ Σαοὺλ, ἐπανήγαγε, μᾶλλον δὲ καὶ πολλῷ τοῦτον ἐκείνου χαλεπώτερον ἀπέδειξε τὸν καιρόν. Τότε μὲν γὰρ στρατηγὸς ὢν τοιαῦτα ἔπασχε, νῦν δὲ μετὰ τὸ χρόνους ἐν τῇ βασιλείᾳ ποιῆσαι πολλοὺς, καὶ κρατῆσαι τῶν πολεμίων ἁπάντων ὡς εἰπεῖν, μεταναστεύειν ἠναγκάζετο. Ὁ δὲ ἀναγκάζων οὐκ ἀλλότριός τις ἦν, οὐδὲ πολέμιος, ἀλλ' ὁ ἐκ τῆς κοιλίας, ὡς αὐτὸς ἀπωδύρετο λέγων, ἐξελθὼν τῆς αὐτοῦ. Καὶ τότε μὲν ἐν ἀκμῇ τῆς ἡλικίας ἦν, καὶ φέρειν ἠδύνατο πάντα γενναίως· νυνὶ δὲ παρὰ τὸν καιρὸν, ὃν γηροτροφεῖσθαι αὐτὸν ἐχρῆν ὑπ' ἐκείνου τοῦ μιαροῦ, τότε ἐπεβουλεύετο καὶ ἐπολεμεῖτο, καὶ ἐξῄει μετὰ ὀλίγων τινῶν ἀνυπόδετος ὁ βασιλεὺς, ἐγκαλυπτόμενος καὶ δακρύων. Οὐ γὰρ συμφορᾶς αὐτῷ μόνον, ἀλλὰ καὶ αἰσχύνης ὑπόθεσιν εἶχεν ὁ πόλεμος. Τοσούτῳ γὰρ τοῦ Σαοὺλ ὑβριστικώτερον ὁ υἱὸς ἐχρήσατο τῷ μακαρίῳ τότε ἐκείνῳ, ὡς καὶ εἰς τὰς παλλακὰς ἐνυβρίσαι τοῦ πατρὸς, καὶ ταῦτα οὐ λάθρα, ἀλλ' ἐπὶ τοῦ δώματος, ὁρώντων ἁπάντων, καὶ τοὺς τῆς φύσεως θεσμοὺς καὶ τοὺς τῆς μίξεως νόμους διὰ τὴν κατὰ τοῦ πατρὸς ὕβριζε μανίαν, καὶ ὑπὸ τῆς ἀνοίας μεθύων, ἔτι τοῦ πολέμου συνεστῶτος, τὰ τῶν ἤδη νενικηκότων καὶ λαβόντων αἰχμαλώτους τοὺς ἐναντίους ἐτόλμα καὶ ἐπεδείκνυτο. Οὕτω τοίνυν ὄντα κατώδυνον καὶ φοβούμενον εὑρὼν ὁ Σιβὰ συνετάραξε πλέον καταψευσάμενος τοῦ δεσπότου, καὶ εἰπὼν, ὅτι τὰ τοῦ τυράννου φρονεῖ.

θʹ. Τοῦτον διαδέχεται ὁ Σεμεεὶ, μιαρός τις ἀνὴρ καὶ ἀχάριστος, καὶ μυρίοις ὀνείδεσιν ἔβαλλε καὶ λίθοις μετὰ τῶν ῥημάτων ἐκείνων· Ἔξελθε, φησὶν, ἀνὴρ αἱμάτων, καὶ ἀνὴρ ὁ παράνομος. Ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαοὺλ, ἀνθ' ὧν ἐβασίλευσας ἀντ' αὐτοῦ, καὶ ἔδωκε Κύριος τὴν βασιλείαν εἰς χεῖρας Ἀβεσσαλὼμ τοῦ υἱοῦ σου, καὶ ἔδειξέ σοι τὴν κακίαν σου, ὅτι ἀνὴρ αἱμάτων σὺ εἶ. Ὁ δὲ ἐτήκετο μὲν ταῦτα ἀκούων καὶ πάσχων, ὡς καὶ ἀπ' αὐτῶν τῶν θρήνων τοῦτο ἐδήλου, οὐδὲν δὲ ἐτόλμα περαιτέρω ποιεῖν· ἀλλ' εἰπὼν, Ἄφες αὐτὸν καταρᾶσθαι, ὅτι Κύριος εἴρηκεν αὐτῷ, ὅπως ἴδῃ τὴν ταπείνωσίν μου, καὶ ἀποδώῃ μοι Κύριος ἀγαθὰ ἀντὶ κατάρας τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀφῆκε ζῶντα ἀπελθεῖν· αὐτὸς δὲ περιέμενε τὰ περὶ τοῦ Χουσὶ μεριμνῶν καὶ τρέμων τί ποτε ἄρα ἔσται 47.484 τὸ τέλος. Ὡς δὲ ἀπηγγέλθη καὶ ταῦτα, συνεκροτεῖτο ὁ πόλεμος πάντων πολέμων τῶν πώποτε γενομένων καινότατος ὢν, καὶ αἰνίγματι μᾶλλον ἐοικώς. Τὸν γὰρ αἴτιον τῶν τοσούτων κακῶν, καὶ ἐκείνῃ τῇ μάχῃ παρασχόντα τὴν ὑπόθεσιν ἅπασαν, καὶ οὗ πεσόντος ἅπαντα λέλυτο τὰ δεινὰ, τοῦτον ἔχειν ἐν πολλῇ προνοίᾳ καὶ φειδοῖ τοὺς