1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

50

δεῖσθαι τοῦ Θεοῦ· τὸ γὰρ τρὶς ἐνταῦθα τὸ πολλάκις ἐστίν. Ὅλως δὲ πότε ἀναπνεῦσαι ἴσχυσεν ὁ καὶ ἐπὶ ἀπουσίᾳ ἀδελφοῦ κοπτόμενος; Τῷ μή με εὑρεῖν, φησὶν, Τίτον τὸν ἀδελφόν μου, οὐκ ἔσχηκα ἄνεσιν. Καὶ ἐπὶ νόσῳ πάλιν τὸ αὐτὸ τοῦτο ἔπασχεν. Ὁ Θεὸς γὰρ ἠλέησεν αὐτὸν, φησὶ περὶ 47.488 τοῦ Ἐπαφρᾶ Φιλιππησίοις ἔλεγεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ. Καὶ ἐπὶ τοῖς ἀπατεῶσι καὶ ἀντιλέγουσιν αὐτῷ σφόδρα βαρυθυμῶν, Τιμοθέῳ ἐπιστέλλων ἔλεγεν· Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Τίνα οὖν ἀθυμίας καὶ ὀδύνης μικρὰν γοῦν ἔχειν ἀνακωχὴν ἠδύνατο, Οὐδὲ γὰρ τὰ εἰρημένα μόνον ἦν τὰ πολιορκοῦντα τὴν ἐκείνου ψυχὴν, ἀλλὰ καὶ ἕτερα πρὸς τούτοις, ἃ διηνεκῆ παρεῖχε τὴν ἀθυμίαν αὐτῷ· καὶ ταῦτα πόλιν αὐτὸς ἐξεκάλυψεν εἰπών· Χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι, Εἰ τοίνυν καθ' ἕκαστον τῶν σκανδαλιζομένων αὐτὸς ἐπυροῦτο, οὐκ ἐνῆν σβεσθῆναι τὴν πύρωσιν ταύτην ἀπὸ τῆς ἐκείνου ψυχῆς. Οὐ γὰρ διελίμπανον οἱ σκανδαλιζόμενοι, καὶ τὴν ὑπόθεσιν παρέχοντες τῷ πυρί. Ὅπου γὰρ πόλεις καὶ ἔθνη δὲ πολλάκις ὁλόκληρα διέπεσε, πολλῷ μᾶλλον ἕνα καὶ δεύτερον εἶναι διαπαντὸς τοὺς τοῦτο πάσχοντας εἰκὸς ἦν, τοσούτων Ἐκκλησιῶν κατὰ τὴν οἰκουμένην οὐσῶν. Θῶμεν δὲ, εἰ βούλει, τῷ λόγῳ, μηδὲ σκανδαλισθῆναί τινα, μηδὲ διαζευχθῆναι αὐτοῦ ποτε, μηδὲ ἄλλο τι τούτων αὐτῷ συμβεβηκέναι τῶν λυπηρῶν· οὐδὲ γὰρ οὕτως αὐτὸν δύναμαι καθαρὸν ἀθυμίας εὑρεῖν· κἀν τούτῳ πάλιν οὐδένα δέομαι ἕτερον μάρτυρα λαβεῖν, ἀλλὰ τὸν πεπονθότα αὐτόν. Τί γάρ φησιν; Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου, τῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Ποθεινότερον ἦν μοι εἰς γέενναν ἐμπεσεῖν, ἢ τοὺς Ἰσραηλίτας ἀπιστοῦντας ὁρᾷν. Τὸ γὰρ, Ηὐχόμην ἀνάθεμα εἶναι, τοῦτό ἐστιν· ὁ δὲ τὴν ἐν τῇ γεέννῃ κόλασιν ἑλόμενος ὑπὲρ τοῦ δυνηθῆναι προσαγαγέσθαι τοὺς Ἰουδαίους ἅπαντας, εὔδηλον ὅτι τούτου μὴ τυχὼν, τῶν ἐν τῇ γεέννῃ κολαζομένων διῆγε βαρύτερον, ἐπείπερ ἐκεῖνο μᾶλλον αὐτῷ κατὰ γνώμην ἢ τοῦτο ἦν.

ιβʹ. Σὺ δέ μοι καθ' ἕκαστον τῶν εἰρημένων μὴ τὴν ὑπόθεσιν λογίζου μόνον, ἐξ ἧς ἡ ἀθυμία τοῖς ἀνδράσιν ἐκείνοις ἐτίκτετο, ἀλλὰ καὶ τὸ μέτρον τῆς λύπης, καὶ πολλῷ ταῦτα μείζονα ὄψει τῆς ὀδύνης τῆς σῆς. Τὸ γὰρ ἐξεταζόμενον νῦν τοῦτό ἐστιν, εἰ χαλεπώτερον ἤλγουν ἐκεῖνοι· μέτρον δὲ ἀθυμίας οὐκ ἀπὸ τῆς τικτούσης αὐτὴν προφάσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ῥημάτων καὶ ἀπὸ τῶν πραγμάτων δοκιμάζεσθαι πέφυκεν. Πολλοὶ μὲν οὖν χρήματα ἀπολέσαντες μόνον μειζόνως ἤλγησαν τῆς ἀγάπης τῆς σῆς, καὶ οἱ μὲν εἰς πέλαγος ἔῤῥιψαν ἑαυτοὺς, οἱ δὲ καὶ βρόχων ἥψαντο, οὐκ ἐνεγκόντες τὴν ζημίαν· ἑτέρων δὲ καὶ τοὺς ὀφθαλμοὺς ἔσβεσεν ἡ τῆς ἀθυμίας ταύτης ὑπερβολή· καίτοι δοκεῖ τὸ χρήματα ἀπολέσαι τοῦ παρὰ δαίμονος ἐνοχληθῆναι ἔλαττον εἶναι καὶ κουφότερον, ἀλλ' ὅμως πολλοὶ τοῦτο μὲν ἤνεγκαν, ὑπ' ἐκείνου δὲ ἡττήθησαν. Μὴ γὰρ ἀπὸ τῆς σεαυτοῦ ψυχῆς ταῦτα δοκίμαζε νῦν, μηδ' ὅτι σὺ καταγελᾷς τῆς τῶν 47.489 χρημάτων ζημίας, ἤδη καὶ τοὺς ἄλλους οὕτω διακεῖσθαι νόμιζε· πολλοὺς γὰρ καὶ εἰς παραπληξίαν καὶ εἰς τὴν ἐσχάτην ζημίαν ἡ τούτων ἀφαίρεσις ἤγαγε. Γενναίαν μὲν γὰρ ψυχὴν οὐδέτερον δύναται τούτων καταβαλεῖν· ἡ δὲ ἀσθενὴς καὶ βιωτικώτερον διακειμένη ἐκείνῳ μᾶλλον ἢ τούτῳ δάκνεται. Τί δήποτε; Ὅτι οὐκ ἔστιν ἴσον λιμὸν δεδοικέναι διαπαντὸς καὶ δι' ἡμερῶν τινων διενοχλεῖσθαι παρὰ τοῦ νοσήματος τούτου. Ἐνταῦθα μὲν γὰρ ἐν βραχεῖ καιροῦ μέρει πᾶσά ἐστιν ἡ βία, καθάπερ πυρετοῦ τινος, ἢ φρίκης, ἢ καὶ ἑτέρας προσβαλούσης τινὸς περιόδου, μᾶλλον δὲ καὶ τούτων ἐλάττονα πολλῷ κατέχει καιρόν· εἰ δὲ τῇ σφοδρότητι νικᾷ, πολλοὺς τῶν πυρεττόντων ἔχοιμ' ἂν δεῖξαι ἐγὼ πολλῷ τῶν δαιμονώντων μᾶλλον ἐξισταμένους, ὅταν ἐκείνῳ κατασχεθῶσι τῷ πυρί. Ἐπεὶ δὲ τῆς ἐνδείας ὁ φόβος τῆς τῶν ἀναγκαίων ἀπορίας, καθάπερ σὴς διηνεκὴς,