1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

52

ιγʹ. Ἵνα δὲ μὴ καθ' ἕκαστον τοὺς τὰ τοιαῦτα δεδυστυχηκότας ἀπαριθμῶν δόξω τοὺς ἀκούοντας ἀποκναίειν, ἄπιθι πρὸς τὸν ἐπιτραπέντα τὴν τοῦ ξενῶνος ἐπιστασίαν, καὶ κέλευσον εἰσαγαγεῖν σε πρὸς τοὺς κατακειμένους ἐκεῖ, ἵνα πᾶσαν ῥίζαν ἴδῃς παθῶν, καὶ ξένους νοσημάτων τρόπους, καὶ παντοδαπὰς ἀθυμίας ὑποθέσεις. Ἐκεῖθεν εἰς τὸ δεσμωτήριον ἐλθὼν, καὶ πάντα τὰ ἐν τῷ οἰκήματι τούτῳ καταμαθὼν, βάδισον ἐπὶ τὰ προπύλαια τῶν βαλανείων, ἔνθα καὶ κόπρῳ καὶ καλάμῃ ἀντὶ ἱματίων καὶ οἴκων κεχρημένοι τινὲς κατάκεινται γυμνοὶ, κρυμῷ καὶ νόσῳ καὶ λιμῷ πολιορκούμενοι διηνεκεῖ, τῇ ὄψει μόνῃ καὶ τῷ τρόμῳ τοῦ σώματος καὶ τῷ ψόφῳ τῶν συγκρουόντων ὀδόντων παρακαλοῦντες τοὺς παριόντας, καὶ οὔτε φωνὴν ἀφεῖναι, οὔτε χεῖρας ἐκτεῖναι δυνάμενοι τῷ σφόδρα ἤδη τοῖς τοσούτοις ἐκτετῆχθαι κακοῖς. Ἀλλὰ μηδὲ μέχρι τούτων στῇς, ἀλλὰ καὶ πρὸς τὸ τῶν πτωχῶν καταγώγιον τὸ πρὸ τῆς πόλεως ἔξιθι, καὶ τότε ὄψει καλῶς, ὅτι ἡ δοκοῦσά σε συνέχειν ἀθυμία νῦν λιμήν ἐστιν εὔδιος. Τί γὰρ ἄν τις εἴποι τοὺς ἐλεφαντίᾳ κατὰ μικρὸν ἀναλισκομένους ἄνδρας, τὰς καρκίνῳ κατεσθιομένας γυναῖκας; Ταῦτα γὰρ ἀμφότερα τὰ νοσήματα μακρά τέ ἐστι καὶ ἀνίατα· θάτερον δὲ αὐτῶν καὶ τῆς πόλεως ἀπελαύνει τοὺς ἔχοντας, καὶ οὔτε λουτροῦ, οὔτε ἀγορᾶς, οὔτε ἄλλου τινὸς τῶν ἔνδον αὐτοῖς μετασχεῖν θέμις ἐστίν. Καὶ οὐ τοῦτο μόνον τὸ δεινὸν, ἀλλ' ὅτι οὐδὲ ὑπὲρ τῆς τῶν ἀναγκαίων ἔχουσιν ἀφθονίας θαῤῥεῖν. Τί δὲ οἱ τὰ μέταλλα πολλάκις εἰκῆ καὶ μάτην καταδικασθέντες οἰκεῖν; Οὗτοι γὰρ ἅπαντες πολλῷ μείζονα τῶν δαιμο47.491 νώντων τὴν ὀδύνην ἔχουσιν. Εἰ δὲ ἀπιστεῖς, οὐδὲν θαυμαστόν. Οὐ γὰρ τῇ αὐτῇ γνώμῃ τά τε οἰκεῖα καὶ τὰ ἀλλότρια κρίνειν εἰώθαμεν κακὰ, ἀλλ' ἐκεῖνα μὲν λόγῳ καὶ ὄψει μόνον μαθόντες, ταῦτα δὲ τῇ πείρᾳ καὶ τῇ αἰσθήσει καὶ μετὰ τῆς συμπαθείας τῆς ἑαυτῶν· διόπερ αὐτὰ ἀφορητότερα εἶναι ἐκείνων νομίζομεν, κἂν λίαν ᾖ κοῦφα καὶ φορητά. Εἰ δέ τις τούτων πάντων ἀπαλλαγεὶς τήν τε φύσιν αὐτῶν καταμάθοι, τούς τε ἐμπεσόντας αὐτοῖς διασκέψαιτο, οὗτος ἀδέκαστον ὑπὲρ τούτων οἴσει τὴν ψῆφον ἡμῖν. Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖς, ὅτι πάντα μὲν ἐκεῖνα τὰ πάθη περὶ τὸ σῶμα στρέφεται μόνον, αὕτη δὲ τῆς ψυχῆς ἅπτεται ἡ νόσος, καὶ τούτων πάντων ἐστὶ χαλεπωτέρα. Αὐτῷ μὲν οὖν τούτῳ μάλιστα αὐτὴν εὑρήσομεν ἐκείνων κουφοτέραν τυγχάνουσαν. Αὕτη μὲν γὰρ οὐδὲ τὸ σῶμα διαφθείρει, καθάπερ ἐκεῖναι, καὶ τῇ ψυχῇ πρὸς βραχὺν ἐνοχλεῖ χρόνον· ἃς δὲ ἀπηριθμησάμεθα νῦν, φύονται μὲν ἐν τῇ σαρκὶ, τὴν δὲ λύμην ἅπασαν οὐ μέχρις ἐκείνης ἱστῶσιν, ἀλλὰ καὶ ἐπὶ τὴν ψυχὴν παραπέμπουσι, στρεβλοῦσαι αὐτὴν συνεχῶς καὶ διαφθείρουσαι διὰ τῆς ὀδύνης καὶ τῆς ἀθυμίας τῆς πολλῆς. Ὥσπερ γὰρ, φησὶν, ὄξος ἕλκει ἀσύμφορον, οὕτω προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ. Μὴ τοίνυν ὅτι ἀπὸ τοῦ σώματος τοῦτο τίκτεται λέγε μόνον, ἀλλ' εἰ μὴ παραπέμπει τὴν λύμην ἅπασαν καὶ τὴν φθορὰν τῇ ψυχῇ, τοῦτο ἐπίδειξον. Ἐπεὶ καὶ ὁ λοιμὸς οὐκ ἀπὸ τῶν σωμάτων τικτόμενος φθείρει τὰ σώματα, καὶ ὁ τῶν ἑρπετῶν ἰὸς πρόεισι μὲν ἐξ ἐκείνων, λυμαίνεται δὲ ἡμᾶς· οὕτω καὶ ἐπὶ τούτων τῶν παθῶν· τίκτεται μὲν ἀπὸ τοῦ σώματος, τὸν δὲ ἰὸν τῆς οἰκείας κακίας εἰς τὴν ψυχὴν τὴν ἡμετέραν ἐκχεῖ. Πάσης γὰρ δαιμονικῆς ἐνεργείας βλαβερώτερον ἡ τῆς ἀθυμίας ὑπερβολή· ἐπεὶ καὶ ὁ δαίμων ἐν οἷς ἂν κρατῇ, διὰ ταύτης κρατεῖ· κἂν ταύτην ἀφέλῃς, οὐδὲν παρ' ἐκείνου πείσεταί τις δεινόν, Καὶ πῶς ἔνι μὴ ἀθυμεῖν, φησίν; Ἐγὼ δέ σε ἐρήσομαι, πῶς οὐκ ἔνι μὴ ἀθυμεῖν; Εἰ μὲν γὰρ μοιχεία καὶ φόνος, ἢ ἄλλο τί σοι τοιοῦτον τετόλμηται τῶν ἐκκλειόντων τῆς βασιλείας τῶν οὐρανῶν, ἀθύμει καὶ πένθει, ὁ κωλύσων οὐδείς· εἰ δὲ τούτων τῇ τοῦ Θεοῦ χάριτι πάντων πόῤῥωθεν ἕστηκας, τί μάτην κόπτεις σαυτόν;

ιδʹ. Τὴν γὰρ ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ' ἵνα φθείρωμεν ἑαυτοὺς, ἀλλ' ἵνα τὰ μέγιστα κερδάνωμεν ἐξ αὐτῆς. Πῶς δὲ κερδᾶναι ἔστιν; Ὅταν εἰς καιρὸν αὐτὴν παραλαμβάνωμεν· καιρὸς δ' ἀθυμίας οὐχ ὅταν πάσχωμεν κακῶς, ἀλλ'