1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

53

ὅταν δρῶμεν κακῶς· ἡμεῖς δὲ τὴν τάξιν ἀνεστρέψαμεν, καὶ τοὺς καιροὺς ἀντηλλαξάμεθα, καὶ ποιοῦντες μὲν μυρία κακὰ, οὐδὲ πρὸς βραχὺ συστελλόμεθα· ἢν δὲ μικρόν τι παρ' ὁτουοῦν πάθωμεν, καταπίπτομεν, ἰλιγγιῶμεν, ἀπαλλαγῆναι καὶ ἀποστῆναι τοῦ βίου σπεύδομεν. Τοιγάρτοι διὰ τοῦτο φορτικὸν καὶ βαρὺ τὸ πρᾶγμα εἶναι ἡμῖν δοκεῖ, ὥσπερ οὖν καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία. Καὶ γὰρ καὶ ταῦτα οἱ μὴ χρησάμενοι καλῶς μηδὲ εἰς δέον διέβαλον· καὶ συμβαίνει ταυτὸ, οἷον ἐπὶ τῶν φαρμάκων τῶν παρὰ τῶν ἰατρῶν διδομένων· καὶ 47.492 γὰρ ἐκεῖνα ὅταν μὴ τοῖς καταλλήλοις, καὶ ὑπὲρ ὧν κατεσκεύασται, ἀλλ' ἑτέροις ἀνθ' ἑτέρων ἐπιτεθῇ πάθεσιν, οὐ μόνον οὐκ ἀπήλλαξε τοῦ λυποῦντος τὸν κάμνοντα, ἀλλὰ καὶ μᾶλλον ἐπέτριψε τὸ νόσημα· ὅπερ οὖν καὶ ἡ ἀθυμία ποιεῖ, καὶ εἰκότως. Αὐστηρὸν γὰρ οὖσα καὶ διαβρωτικὸν φάρμακον, καὶ ὡς ἂν εἴποι τις καθαρτήριον τῆς πονηρίας τῆς ἐν ἡμῖν, ὅταν μὲν ἀργούσῃ ψυχῇ καὶ τρυφώσῃ καὶ πολὺν ἐχούσῃ τὸν τῶν ἁμαρτημάτων φορυτὸν παρέχηται, μέγιστα τὸν δεξάμενον ὤνησεν· ὅταν δὲ ἀθλούσῃ καὶ ἀγωνιζομένῃ καὶ πονούσῃ καὶ μεμεριμνημένῃ καὶ πασχούσῃ κακῶς, πρὸς τῷ μηδὲν ὠφελῆσαι, καὶ μεγάλα ἔβλαψεν, ἀσθενεστέραν ἐργασαμένη καὶ εὐκαταγώνιστον. ∆ιὰ τοῦτο τοῖς μὲν ἑστηκόσι καὶ ἀγωνιζομένοις γράφων ὁ Παῦλος ἔλεγε, Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε· τοῖς δὲ διαχυθεῖσι καὶ πολλὴν ἔχουσι τὴν φλεγμονὴν, Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Ὁ μὲν γὰρ λιπαινόμενος τῷ τῶν ἁμαρτημάτων λιπασμῷ, ἰσχνούσθω καὶ καταξαινέσθω τῷ φαρμάκῳ τούτῳ· ὁ δὲ εὐεκτῶν καὶ ἐν τῇ προσηκούσῃ καταστάσει διατηρῶν ἑαυτὸν, τίνος ἕνεκεν φθείροι τὴν εὐεξίαν διὰ τῆς ἀθυμίας; Οὕτω γάρ ἐστιν αὕτη δραστήριος, ὡς καὶ τοῖς δεομένοις αὐτῆς πλείονα τοῦ δέοντος ἐπιτεθεῖσα χρόνον μεγάλα ἐργάσασθαι κακά. Ὅπερ καὶ ὁ μακάριος Παῦλος δεδοικὼς, ταχέως αὐτὴν ἐκέλευσεν ἀφελεῖν μετὰ τὸ πρᾶξαι τὸ ἑαυτῆς, καὶ τὴν αἰτίαν προσετίθει ταύτην, ἣν ἐγὼ λέγω νῦν· Μήπως γὰρ, φησὶ, τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Εἰ δὲ τοὺς ἐν χρείᾳ καθεστῶτας οἶδεν ἀπολλύναι προσπεσοῦσα μεθ' ὑπερβολῆς, τί ποτε ἐργάσεται τοὺς οὐδὲ ὅλως δεομένους αὐτῆς, ὅταν αὐτὴν πολλὴν ἐπισπάσωνται; Ναὶ, φησὶν, οἶδα τοῦτο καὶ αὐτὸς, ἀλλὰ πῶς αὐτὴν ἀποκρούσομαι, καὶ ἀποστήσω τῆς ἐμαυτοῦ ψυχῆς, οὐκ οἶδα. Καὶ ποίας τοῦτο δυσκολίας, ὦ φίλε; Εἰ μὲν γὰρ ἐπιθυμία τις ἦν, καὶ σωμάτων ἔρως ἄτοπος, ἢ κενοδοξίας τυραννὶς, τὸ δυσκαταγώνιστον κακὸν, ἢ ἄλλο τι τῶν τοιούτων παθῶν, καλῶς ἂν ἠπόρεις ὑπὲρ τῆς ἀπαλλαγῆς· τοὺς γὰρ τοιούτοις ἁλόντας ἀδύνατον μὲν οὐδαμῶς, δύσκολον δὲ ὅμως ἀποδρᾶναι τὰ δίκτυα. Τί δήποτε; Ὅτι τὴν ἡδονὴν ἔχουσι συμπράττουσαν καὶ βοηθοῦσαν αὐτοῖς· καὶ αὕτη ἐστὶν ἡ τὰ πολλὰ πανταχόθεν περιβάλλουσα τοῖς ἑαλωκόσι σχοινία· καὶ τοῦτο πρῶτον ἔχει πρὸς τὸ κατορθωθῆναι χαλεπὸν, πεῖσαι τὴν ψυχὴν ὅλως θελῆσαι καὶ βουληθῆναι τὴν ἀπαλλαγήν· καὶ γίνεται παρόμοιον, ὥσπερ ἂν εἴ τις ψώραν ἢ κνησμονὴν ἀποθέσθαι ὀφείλων ἐνηδύνοιτο τῷ νοσήματι, καὶ εἴσω τοῦ πάθους ἑαυτὸν εἰσωθοῖ. Πρὸς δὲ τὴν τῆς λύπης ἀναχώρησιν οὐ μικρὸν ἡμῖν τοῦτο ἤνυσται, τὸ τέως ἀηδῶς ἔχειν πρὸς αὐτήν. Ὁ γάρ τινι βαρυνόμενος, καὶ ἀποῤῥῖψαι σπουδάσει ταχέως αὐτό. Τί οὖν, ἂν σπεύδῃ μὲν, μὴ δύνηται δέ; Μὴ παυέσθω σπουδάζων, καὶ ταχέως δυνήσεται. Ἐννόησον γὰρ ὅτι τὸν Χριστιανὸν, εἴ ποτε λυποῖτο, δύο μόνον ὑποθέσεις ἀθυμίας ἔχειν δεῖ, ἢ ὅταν αὐτὸς, ἢ ὅταν ὁ πλησίον προσκρούσῃ Θεῷ· τῆς δὲ παρούσης λύπης οὐδεμίαν τῶν προφάσεων τούτων ῥίζαν ἐχούσης, εἰκῆ σαυτὸν 47.493 ὀδυνᾷς. Καὶ πόθεν τοῦτο δῆλον, φησὶν, ὅτι οὐ προσκρουσμάτων ταύτην τίνομεν δίκην; Μάλιστα μὲν δῆλόν ἐστι, πλὴν τέως οὐκ ἰσχυρίζομαι τοῦτο. Ἀλλ' ἔστω, εἰ βούλει, μηδὲ ἄδηλον, ὡς ἔφης, ἀλλὰ καὶ σφόδρα δῆλον, ὅτι τῶν ἁμαρτημάτων ἐστὶ τοῦτο ἀνταπόδοσις· διὰ τοῦτο οὖν ἀλγεῖς, εἰπέ μοι; Καὶ μὴν εὐθυμίας ἄξιον τὸ ἐνταῦθα διαλύσασθαι τὰ ἁμαρτήματα, καὶ μὴ σὺν τῷ κόσμῳ κατακρίνεσθαι. Τὸν γὰρ ἀλγοῦντα οὐχ ὑπὲρ ὧν κολάζεται, ἀλλ' ὑπὲρ ὧν ἁμαρτάνων παροξύνει τὸν Θεὸν,