1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

1

Ad Stelechium de compunctione ii

ΠΡΟΣ ΣΤΕΛΕΧΙΟΝ, ΚΑΙ ΠΕΡΙ ΚΑΤΑΝΥΞΕΩΣ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ 47.411

αʹ. Καὶ πῶς ἔνι γενέσθαι τοῦτο ὅπερ ἐπέταξας, ἅγιε τοῦ Θεοῦ

ἄνθρωπε, Στελέχιε, καὶ παρὰ ψυχῆς οὕτως ἀσθενοῦς καὶ ψυχρᾶς τοὺς περὶ κατανύξεως ἀποτεχθῆναι λόγους; ∆εῖ γὰρ, οἶμαι, τὸν μέλλοντά τι γενναῖον εἰς τὴν ὑπόθεσιν ταύτην ἐρεῖν, αὐτὸν πρὸ τῶν ἄλλων ἁπάντων μάλιστα πεπυρῶσθαι τῷ ζήλῳ τούτῳ καὶ ἀναζεῖν, ὥστε τοὺς περὶ τούτων προφερομένους λόγους παντὸς πεπυρακτωμένου σιδήρου σφοδρότερον εἰς τὰς τῶν ἀκουόντων ἐμπίπτειν ψυχάς. Ἡμῖν δὲ τοῦτο οὐ πάρεστι τὸ πῦρ, ἀλλὰ πάντα τὰ ἔνδον τέφρα καὶ κόνις. Πόθεν οὖν, εἰπέ μοι, πόθεν τὴν φλόγα ταύτην ἀνακαύσομεν, μήτε σπινθῆρος ὄντος ἡμῖν, μήτε ὕλης ὑποκειμένης, μήτε πνεύματος τοῦ ταύτην ἀναῤῥιπίζοντος παραγινομένου, διὰ τὴν πολλὴν ἀχλὺν ἢν τὸ τῶν ἁμαρτημάτων πλῆθος κατεσκέδασεν ἡμῶν τῆς ψυχῆς; Ἐγὼ μὲν οὐκ οἶδα· σὸν δ' ἂν εἴη λοιπὸν τοῦ προστάττοντος εἰπεῖν ὅπως εἰς ἔργον ἔλθοι τὸ ἐπίταγμα, καὶ τὸ προσῆκον ἀπολάβοι τέλος· ἡμεῖς μὲν γὰρ τὴν ἀπὸ τῆς γλώττης παρεξόμεθα διακονίαν. Σὺ δὲ παρακάλει τὸν ἰώμενον τοὺς συντετριμμένους τὴν καρδίαν, τὸν διδόντα τοῖς ὀλιγοψύχοις μακροθυμίαν, τὸν ἐγείροντα ἀπὸ τῆς γῆς πτωχὸν, ἀνάψαι τὸ πῦρ ἐκεῖνο παρ' ἡμῖν, ὃ πᾶσαν μὲν ἀνθρωπίνην ἀσθένειαν ἀναλίσκειν εἴωθε, πάντα δὲ ὕπνον καὶ ἀκηδίαν καὶ βαρύτητα σαρκικὴν περικόψαι, μετεωρίζει μὲν τῆς ψυχῆς τὸ πτερὸν πρὸς οὐρανὸν, δείκνυσι δὲ ἀπὸ τῆς ἁψῖδος ἐκείνης, καθάπερ ἔκ τινος ἀπόπτου κορυφῆς, ἅπασαν τοῦ παρόντος βίου τὴν φαντασίαν καὶ τὴν ὑπόκρισιν. Τὸν γὰρ μὴ δυνηθέντα ἀναπτῆναι ἐκεῖ, μηδὲ ἐν ταύτῃ καθίσαι τῇ περιωπῇ, οὐκ ἔνι τὴν γῆν ἰδεῖν, οὐδὲ τὰ ἐν τῇ γῇ πράγματα, οὕτως ὡς ἰδεῖν ἄξιον. Ἐπεὶ γὰρ πολλὰ μὲν τὰ ἐπισκοτοῦντα τῇ ὄψει, πολλὰ δὲ τὰ θορυβοῦντα τὴν ἀκοὴν, καὶ τὴν γλῶτταν ὑποσκελίζοντα, δεῖ πάσης ἑαυτὸν ὑπεξαγαγόντα τῆς ταραχῆς καὶ τοῦ καπνοῦ, πρὸς ἐκείνην ἀναχωρῆσαι τὴν ἐρημίαν, ἔνθα πολλὴ μὲν ἡ γαλήνη, λαμπρὰ δὲ ἡ αἰθρία, θόρυβος δὲ οὐδεὶς, ἀλλὰ πεπήγασι μὲν ἀκλινεῖς οἱ ὀφθαλμοὶ πρὸς τὸν τοῦ Θεοῦ πόθον ἐνορῶντες ἀτενὲς, ἑστήκασι δὲ ἀτρεμεῖς αἱ ἀκοαὶ, πρὸς ἓν μόνον ἠσχολημέναι, τὴν τῶν θείων λογίων ἀκρόασιν, καὶ τῆς παναρμονίου καὶ πνευματικῆς ἐπακούουσαι συμφωνίας, ἧς ἡ τυραννὶς οὕτω κρατεῖ τῆς ἅπαξ ἁλούσης ψυχῆς, ὡς μήτε σῖτα, μήτε ποτὸν, μήτε ὕπνον αἱρεῖσθαι μεθ' ἡδονῆς τὸν ὑπ' ἐκείνης ἐφελκυσθέντα τῆς μελῳδίας. Οὐκοῦν οὔτε πραγμάτων θόρυβος βιωτικῶν, οὔτε σωματικῶν ὄχλος πολλῶν, χαλάσαι τὸν τόνον ἐκεῖνον ἰσχύσειεν ἄν. Οὐδὲ γὰρ ἐξικνεῖται πρὸς τοῦτο τῆς ψυχῆς τὸ ὕψος ἡ ἐκ τῆς κάτω γινομένης ζάλης ἀνιοῦσα κραυγή· ἀλλ' ὥσπερ οἱ πρὸς τὰ ὑψηλότατα τῶν ὀρῶν μεταναστάντες, οὐδὲν ἂν ἔτι ἀκούσαιεν, οὐδὲ θεάσαιντο τῶν ἐν τῇ πόλει γινομένων ἢ λεγο 47.412 μένων, ἀλλ' ἀσήμου τινὸς μόνον καὶ ἀτερποῦς ὑπακούσαιεν κραυγῆς, καὶ σφηκῶν βομβούντων οὐδὲν ἥδιον· οὕτως οἱ τῶν βιωτικῶν ἑαυτοὺς ἐξαγαγόντες, καὶ πρὸς τὸ ὕψος τῆς πνευματικῆς ἀναπτάντες φιλοσοφίας, οὐδενὸς ἐπαισθάνονται τῶν παρ' ἡμῖν. Τὸ γὰρ σῶμα, καὶ αἱ τοῦ σώματος αἰσθήσεις, ἕως μὲν ἂν περὶ γῆν ἡ ψυχὴ στρέφηται, μυρίοις αὐτὴν περιβάλλουσι τοῖς δεσμοῖς, πάντοθεν τὸν χαλεπὸν τῶν ἐπικήρων τέρψεων χειμῶνα συνάγουσαι· καὶ γὰρ ἀκοὴ καὶ ὄψις καὶ ἁφὴ καὶ ὄσφρησις καὶ