1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

6

σφοδρῶς, οὕτω παρεκάλει ἵλεων γενέσθαι τὸν Θεόν. Ἀλλὰ τὸ μὲν ἐκεῖνον ταῦτα ποιεῖν οὐδὲν θαυμαστόν· τὸ γὰρ τῶν ἁμαρτημάτων πλῆθος καὶ ἑκόντα αὐτὸν καὶ ἄκοντα κάτω κύπτειν ἠνάγκαζε· τὸ δὲ τὸν δίκαιον καὶ μηδὲν ἑαυτῷ συνειδότα τοιοῦτον μετὰ τῆς αὐτῆς τῷ τελώνῃ προσιέναι καταγνώσεως, τοῦτό ἐστι τὸ παράδοξον, καὶ ψυχῆς ὄντως συντετριμμένης σημεῖον. Τοῦ γὰρ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, τί διενήνοχε τὸ, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με; Μᾶλλον δὲ τοῦτο ἐκείνου καὶ πολλῷ πλέον ἐστίν. Ὁ μὲν γὰρ τελώνης οὐδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν οὐκ ἐτόλμησεν, ὁ δὲ δίκαιος τούτου μεῖζον ἐποίησεν. Ἐκεῖνος μὲν γὰρ ἔλεγεν, Ἱλάσθητί μοι, οὗτος δὲ οὐδὲ τοῦτο ἐθάῤῥησεν εἰπεῖν· οὐ γὰρ εἶπε, Μὴ ἐλέγξῃς με, ἀλλὰ, Μὴ τῷ θυμῷ σου, οὐδὲ, Μὴ παιδεύσῃς με, ἀλλὰ, Μὴ τῇ ὀργῇ σου, οὐ τὸ μὴ κολασθῆναι, ἀλλὰ τὸ μὴ σφόδρα τοῦτο παθεῖν αἰτῶν. Ὥστε πάντοθεν 47.417 αὐτοῦ τὸ ταπεινὸν τῆς ψυχῆς ἔστιν ἰδεῖν, ἀπό τε τοῦ τοσαύτης ἑαυτὸν κολάσεως ἄξιον εἶναι νομίζειν, ἀπό τε τοῦ μὴ τολμᾷν ὑπὲρ παντελοῦς συγχωρήσεως ἀξιοῦν τὸν Θεόν· ὃ τῶν σφόδρα κατεγνωσμένων ἐστὶ, καὶ πεπεικότων ἑαυτοὺς ὅτι πάντων εἰσὶ τῶν ἀνθρώπων ἁμαρτωλότεροι. Καὶ τὸ δὴ τούτου μεῖζον, ὅτι καὶ αὐτὸ τὸ μὴ σφόδρα κολασθῆναι ἀπὸ τοῦ ἐλέους καὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ λαβεῖν, ὡς ἐξησθενηκὼς, ἀξιοῖ· Ἐλέησον γάρ με, φησὶν, ὅτι ἀσθενής εἰμι. Τί τοῦτο; ὁ τοιαύτης μαρτυρίας ἀπολαύσας, καὶ τὰ κρίματα τοῦ Θεοῦ μὴ ἐπιλανθανόμενος Τὰ κρίματά σου γὰρ, φησὶν, οὐκ ἐπελαθόμην, ὁ τοῦ ἡλίου φαιδρότερον λάμπων, οὗτος τοιαῦτα φθέγγεται ῥήματα; Ναί· τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτω μεγάλα κατορθῶν οὐδὲν οὐδέποτε μέγα οὔτε εἶπέ τι, οὔτε ἐνόμισε περὶ ἑαυτοῦ, ἀλλὰ πάντων ἔσχατον ἑαυτὸν εἶναι ἐδόκει, καὶ ἀπὸ μόνης ἠξίου τῆς τοῦ Θεοῦ σώζεσθαι φιλανθρωπίας, ὡσανεὶ ἔλεγεν· Ἄξιος μὲν εἰμὶ τιμωρίας ἀπαραιτήτου, καὶ τοῦ κολασθῆναι ἀθάνατα· διὰ δὲ τὸ μηκέτι δύνασθαι φέρειν ἀξιῶ μοι λύσιν γενέσθαι τῶν παρόντων κακῶν· καθάπερ τῶν οἰκετῶν οἱ μυρία ἐργασάμενοι δεινὰ, ὅτι μὲν οὐχ ἥμαρτον οὐκ ἂν ἔχοιεν εἰπεῖν, διὰ δὲ τὸ τὴν ὀδύνην ἀφόρητον εἶναι τὴν ἀπὸ τῶν μαστίγων, ἀξιοῦσιν ἀνεθῆναι λοιπὸν τῶν πληγῶν. Ἐγὼ δὲ αὐτὸν καὶ ἄλλην ἀσθένειαν οἶμαι αἰνίττεσθαι νῦν. Τίνα δὴ ταύτην; τὴν ἀπὸ τῆς ἀθυμίας καὶ τῶν ὀδυρμῶν ἐγγινομένην αὐτῷ. Εἴωθε γὰρ ἡ τῆς λύπης ὑπερβολὴ, ὅταν ἡμῖν ἐπισκήψῃ σφοδρότερον, ἅπασαν περιτρώγειν τῆς ψυχῆς τὴν ἰσχύν. Ὅπερ οἶμαι καὶ τὸν δίκαιον πεπονθέναι ἐκ τοῦ σφόδρα καταγινώσκειν ἑαυτοῦ, καὶ μηδέποτε χρηστὰς ἑαυτῷ ὑποτείνειν ἐλπίδας, ἀλλὰ τὰς ἐναντίας ἀεί. Τοῦτο γοῦν καὶ ἐκ τῶν ἑξῆς δῆλον ποιεῖ· Ἐλέησον γάρ με, ἐπήγαγεν, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα, πρότερον εἰπών· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Εἰ δὲ ὁ συνειδὸς ἔχων οὕτω καθαρὸν ἀξιοῖ μὴ γενέσθαι τῶν πεπραγμένων ἐξέτασιν ἀκριβῆ, τί ποιήσομεν ἡμεῖς οἱ τοσούτοις ἐναπειλημμένοι κακοῖς, καὶ τοσοῦτον ἀπᾴδοντες τῆς παῤῥησίας ἐκείνου, καὶ μηδὲ τὸ πολλοστὸν τῆς ἐξομολογήσεως ἐκείνης ἐπιδειξάμενοι μέρος; Πόθεν οὖν ὁ μακάριος οὕτως ἐξωμολογεῖτο; Πεπαίδευτο ὅτι οὐδεὶς δικαιωθήσεται ἐνώπιον τοῦ Θεοῦ, καὶ ὅτι καὶ ὁ δίκαιος μόλις σώζεται. ∆ιὰ τοῦτο ποτὲ μὲν παρακαλεῖ λέγων, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· ποτὲ δὲ, Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.

εʹ. Τοῦτο γὰρ ἄξιον πανταχοῦ σκοπεῖν, πῶς οὐδαμοῦ μέμνηται τῶν οἰκείων κατορθωμάτων, ἀλλ' ἐπὶ τὴν φιλανθρωπίαν τοῦ Θεοῦ ῥίπτει τὴν σωτηρίαν τὴν ἑαυτοῦ. Τοῦτο γὰρ συντετριμμένης ψυχῆς, τοῦτο