1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

τεταπεινωμένου πνεύματος, τοῦτο ποιεῖ μεγάλα κατορθοῦντα τῶν ἁμαρτωλῶν μᾶλλον δεδοικέναι καὶ τρέμειν. Ὅτι γὰρ ἔτρεμε μὲν οὕτω καὶ ἐδεδοίκει, ἄκουσον αὐτοῦ λέγοντος· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι πολλῶν ἐσμεν ὀφλημάτων ὑπεύθυνοι τῷ Θεῷ, καὶ ὅτι τὰ μικρότατα τῶν ἁμαρτημάτων μεγάλης ἀξιοῦται τιμωρίας· ἔγνω προορῶν ἄνωθεν ἅπερ ἔμελλε νομοθετεῖν ὁ Χριστὸς ἐλθών· οὐ φόνων μόνον, ἀλλὰ καὶ ὕβρεων καὶ λοιδοριῶν καὶ ἐννοιῶν πονηρῶν καὶ γέλωτος καὶ ἀκαίρου λόγου καὶ εὐτραπελίας καὶ τῶν ἔτι μικροτέρων χαλεπὴν κεῖσθαι 47.418 τὴν δίκην ἐπίστευε. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος, καίτοι μηδὲν ἑαυτῷ συνειδὼς, ἔλεγεν· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Τί δήποτε; Ὅτι καὶ εἰ μηδὲν κακὸν αὐτῷ εἴργαστο, ὥσπερ οὖν οὐδὲ εἴργαστο, τῆς γοῦν εἰς τὸν Θεὸν ὀφειλομένης τιμῆς οὐχ ἡγεῖτο πεπληρωκέναι τὸ μέτρον. Κἂν γὰρ μυριάκις ἀποθάνωμεν, κἂν πᾶσαν ἀρετὴν ἐπιδειξώμεθα, οὐδὲ τὴν ἀξίαν ἀποδεδώκαμεν τῶν εἰς ἡμᾶς ὑπηργμένων παρὰ τοῦ Θεοῦ τιμῶν. Ὅρα γάρ· Οὐδενὸς τῶν παρ' ἡμῶν δεόμενος, ἀλλ' αὐτὸς ἀρκῶν ἑαυτῷ, οὐκ ὄντας ἡμᾶς εἰς τὸ εἶναι παρήγαγε, ψυχὴν ἐνέπνευσεν, οἵαν οὐδενὶ τῶν ἐπὶ τῆς γῆς, παράδεισον ἐφύτευσεν, οὐρανὸν ἔτεινε, γῆν ὑπεστόρεσε, φωστῆρας ἀνῆψε λαμπροὺς, καὶ τὴν μὲν γῆν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς καὶ ἄνθεσι κατεκόσμησε καὶ φυτοῖς, τὸν δὲ οὐρανὸν τῷ ποικίλῳ τῶν ἄστρων καταστίξας χορῷ, τῆς ἡμέρας ἡμῖν οὐχ ἧττον τὴν νύκτα χρησιμωτέραν εἰργάσατο διὰ τὴν ἐκ τοῦ ὕπνου ἐγγινομένην ἀνάπαυσιν καὶ ἰσχύν. Τῶν γὰρ σιτίων οὐχ ἧττον ἡμῖν οὗτος τρέφει τὰ σώματα· καὶ δῆλον ἐκεῖθεν· λιμοῦ μὲν γὰρ πολλάκις ἴδοι τις ἂν πολλὰς κατατολμῶντας ἡμέρας, ὕπνου δὲ οὐδὲ ὀλίγας δυνατόν. Καὶ τὴν ἐν ἡμέρᾳ δὲ γενομένην φλόγα, τήν τε ἀπὸ τῆς ἀκτῖνος, τήν τε ἀπὸ τῶν μόχθων τῶν καθημερινῶν καταψύχων καὶ διαλύων, οὕτως ἀκμάζοντας πάλιν ἡμᾶς πρὸς τοὺς πόνους ἀνίστησι· χειμῶνος δὲ ὥρᾳ, τῷ μήκει τοῦ δρόμου καὶ ἐπιπλέον ἡμῖν παρέχει τὴν ἀνάπαυσιν καὶ τὸ θάλπος, ὑπωροφίους εἶναι καταναγκάζων. Καὶ τὸ σκότος δὲ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τούτῳ συγκεκλήρωται τῷ καιρῷ, ἀλλ' ὑπὲρ ἀναπαύσεως πλείονος. Ὥσπερ οὖν αἱ φιλόστοργοι τῶν μητέρων, ὅταν κατευνάσαι τὰ παιδία βουληθῶσιν ἀλύοντα, ὑπὸ τὰς ἀγκάλας θεῖσαι τὰς ἑαυτῶν, καὶ τῷ χιτωνίσκῳ τὰς ὄψεις περιβαλοῦσαι, κατακοιμίζουσιν· οὕτω καὶ ὁ Θεὸς, καθάπερ τι καταπέτασμα τὸ σκότος κατὰ τῆς οἰκουμένης ἁπλώσας, παύει τοὺς ἀνθρώπους τῶν πόνων. Εἰ γὰρ μὴ τοῦτο ἦν, ὑπὸ τῆς φιλοπραγμοσύνης ἢ φιλαργυρίας τῆς ἄγαν καὶ ὑπὸ τῶν πόνων ἅπαντες ἂν διεσπάσθημεν· νυνὶ δὲ καὶ ἄκοντας ἡμᾶς τῶν ἱδρώτων ἀνίησιν. Οὐ τὰ σώματα δὲ ἡμῖν ἀνίησι μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν οὗτος ὁ νόμος τῶν σωμάτων οὐχ ἧττον. Τί γὰρ ἄν τις λέγοι τὴν ἐν τῷ καιρῷ τούτῳ γαλήνην, τὴν ἡσυχίαν, καὶ πῶς ἅπαντα γέμει σιγῆς, καὶ θορύβων ἐστὶ καθαρὰ, καὶ οὐκ ἔστιν ἀκοῦσαι κραυγῆς τινος καθάπερ ἐν ἡμέρᾳ, τῶν μὲν πενίαν ὀδυρομένων, τῶν δὲ ἐπήρειαν καταβοώντων, τῶν δὲ ἀῤῥωστίαν σώματος καὶ πηρώσεις θρηνούντων, καὶ τῶν μὲν θάνατον τῶν οἰκείων, τῶν δὲ ζημίαν χρημάτων, τῶν δὲ ἄλλο τι τῶν ἀνθρωπίνων· πολλὰ δὲ ταῦτά ἐστιν· ὧν τούτων ἁπάντων καθάπερ τρικυμιῶν ἐξαρπάσασα πρὸς τὸν αὑτῆς ἀναπαύει λιμένα τὸ τῶν ἀνθρώπων γένος ἡ νύξ. Καὶ διὰ μὲν τῆς νυκτὸς τοσαῦτα ἡμῖν τὰ ἀγαθά· διὰ δὲ τῆς ἡμέρας ταῦτα, ἅπερ ἅπαντες ἴσμεν. Τί ἄν τις εἴποι τὴν πρὸς τὰς ἐπιμιξίας εὐκολίαν γινομένην ἡμῖν; Ἵνα γὰρ μὴ τῆς ὁδοιπορίας τὸ μῆκος ἀποτροπὴ γίγνοιτο τῆς συνουσίας τῆς πρὸς ἀλλήλους, ἐπιτομωτέραν ἡμῖν ὁδὸν τὴν θάλασσαν ἀνῆκε πανταχοῦ τῆς γῆς ὁ Θεὸς, ἵνα ὥσπερ οἶκον